παρήχησις, ἀλλ' ουτω παρατυχὸν συνέπεσεν, οὐ περιεργασαμένου τοῦ ποιητοῦ. 596 Οτι εὐρυτάτη τὸ μέγεθος ἡ Ταπροβάνη. Φησὶν ουν καὶ ὁ Γεωγράφος· «Ταπροβάνη πελαγία νῆσος μεγάλη, πολὺ τῆς ἠπείρου διέχουσα. Εχει δὲ κατὰ τὸν ∆ιονύσιον καὶ κήτη πολλὰ ορεσιν ἠλιβάτοις ἐοικότα, οις ὑπὲρ ακρων νώτων τέτρηχεν, ο εστι τετράχυνται, μήκιστος ὁλκὸς ἀκάνθης· ων καὶ τὰ στόματα λυγρὰ λέγει, καὶ χάσμα ουτω μέγα φησὶν αὐτοῖς ειναι, ὡς πολλάκις καὶ νῆα σὺν αὐτοῖς ἀνδράσιν ὑφ' εν καταβρῶξαι, ο εστι καταβροχθίσαι, καταπιεῖν. ̓Ονοματοπεποίηται δὲ τὸ καταβρῶξαι, ὡς ἀπὸ τοῦ βρόχω ῥήματος, καὶ ἀπ' αὐτοῦ εστι καὶ ὁ βρόχθος καὶ τὸ καταβροχθίζω ῥῆμα. Λέγει δὲ τὰ τοιαῦτα κήτη καὶ τέρατα καὶ βοτὰ πόντου ̓Ερυθραίου, ἐν ῳ καὶ ἡ νῆσος κεῖται. Μεγεθύνας δὲ αὐτὰ τῷ λόγῳ, ἐπάγει πάνυ ἐνδιαθέτως, ὡς οια φόβον παθὼν, οτι δυσμενέων παῖδες ἐκείνοις ἀντιάσειαν, ο εστιν ἐχθροὶ ανδρες πλανώμενοι περὶ θάλασσαν ἐντύχοιεν αὐτοῖς. Τούτου δὲ τοῦ σχήματος τῷ ἀνάπαλιν χρήσεται, οτε περὶ τῶν Μασσαγετῶν ειπῃ, οτι «μήτ' αὐτὸς ἐγὼ, μήθ' οστις ἑταῖρος αὐτοῖς ἐμπελάσοι· μάλα γὰρ κακόξενοι.» Εμπαλιν γὰρ ἐσχημάτισται τοῦτο πρὸς ἐκεῖνο. Εἰ γὰρ καὶ αμφω ἐνδιαθέτως εχουσιν, ἀλλ' ομως διαφέρουσι, καθὰ ἐνταῦθα μὲν ἐχθροῖς ἐπαρασάμενος ἀπώλειαν καταντᾷ σιωπηρῶς εἰς τὸ ὑπὲρ φίλων ἀπεύχεσθαι· φησὶ γάρ. δυσμενεῖς ἐμπελάσειαν αὐτοῖς, φίλοι δὲ δηλαδὴ ου· ἐν δὲ τῷ περὶ Μασσαγετῶν ἀνάπαλιν τὰ ὑπὲρ φίλων ἀπευξάμενος εἰς ἐχθροῦ ἀφορᾷ κατευχήν· λέγει γάρ· μήτ' ἐγὼ, μήτε τις τῶν ἐμῶν ἐμπελάσοι τοῖς Μασσαγέταις, ἀλλ' ἐχθρὸς δηλονότι ἐμπελάσοι αὐτοῖς. 599 Σημείωσαι δὲ οτι ουτος μὲν τὸ τέτρηχεν ἀντὶ τοῦ τετράχυνται ειπε, παρ' ̔Ομήρῳ δὲ ἡ λέξις ἐπὶ τοῦ τεταράχθαι κεῖται ἐν τῷ «τετρήχει δ' ἀγορή.» Ορα δὲ οτι ὁλκὸν ἀκάνθης ειπεν, ωστε πολυσήμαντον ὁ ὁλκὸς, ὡς καὶ πρὸ μικροῦ ἐφάνη. Ακανθαν δὲ λέγει οὐ τὸ τοῦ κήτους ὀστοῦν τὸ ἀναλογοῦν ῥάχει, ο κυριολεκτεῖται καὶ ἐπὶ ἰχθύων καὶ οφεων· ἀλλὰ νῦν ακανθαν εστι νοῆσαι τὰ ἐπιφαινόμενα εξω περὶ τὴν ῥάχιν κέντρα, καὶ ἐπανεστηκότα ὡς ἐν φραγμῷ αἱμασιᾶς. 604 Τοῖς γὰρ ἀλιτροῖς ἐν ἁλὶ καὶ γαίῃ κακὰ μυρία θήκατο θεὸς, ηγουν πανταχοῦ κακὰ τοῖς κακοῖς. Ειπομεν δὲ καὶ ἀνωτέρω οτι πένεται γνωμῶν ουτος ὁ ποιητὴς κατά τι κοινὸν εθος· ὀλίγον γὰρ αὐτῶν μέλει τοῖς τοπογράφοις. 606 Οτι ἐν τῇ Καρμανίδι ακρᾳ νῆσος ἡ Ωγυρις, καὶ οτι περὶ αὐτὴν τύμβος ̓Ερυθραίου βασιλέως, ον αλλοι ̓Ερύθραν φασὶ, γράφοντες· ̓Αγχιβαθὴς δ' αρα νῆσος ἁλὸς κατὰ βένθος ̓Ερυθρῆς Ωγυρις, ενθα δὲ τύμβος ἁλὸς μεδέοντος ̓Ερύθρα κέκληται. ̓Εξ αὐτοῦ δὲ καὶ ἡ θάλασσα κληθῆναι δοκεῖ, ὡς προεγράφη. Οἱ δὲ κατὰ ἐπίθετον ἐθνικὸν ̓Ερυθραῖον βασιλέα τὸν ∆ηριάδην νοοῦσιν αὐτόθι τεθαμμένον, ου καὶ πρὸ τούτων ἐμνήσθημεν, ος Ἐρυθραῖος μὲν ην τῷ γένει, χρόνῳ δὲ υστερον εἰς ̓Ινδοὺς ἐλθὼν ἀντέστη λαμπρῶς τῷ τοῦ ∆ιὸς ∆ιονύσῳ στρατευσαμένῳ κατὰ τῶν ̓Ινδῶν. ̔Η δὲ Καρμανὶς Περσῶν ἐστιν ἐμπόριον. 609 Οτι περὶ τὴν Περσίδα θάλασσαν βορεία νῆσος ἡ Ικαρος, ὁμώνυμος τῇ περὶ τὸ Αἰγαῖον πέλαγος, ην καὶ ἐπαναλαμβάνει διὰ τὸ ενδοξον. Τιμᾶται δὲ ἐν αὐτῇ πολυτελῶς Ταυροπόλος ̓Απόλλων η Αρτεμις. Αλλοι δέ φασιν οτι ὁ Περσικὸς κόλπος μικρόν τι ἐλάττων Εὐξείνου ἐστὶν, ἐν ῳ Ικαρός τε νῆσος καὶ Τύρος καὶ Αραδος, ὁμώνυμοι ταῖς Φοινικικαῖς. ̓Ιστέον δὲ οτι τὴν περὶ τὸ Αἰγαῖον πέλαγος ὁ Γεωγράφος τετρασυλλάβως ̓Ικαρίαν λέγει, δοξάζων ἀπὸ τοῦ τοιούτου νησίου καὶ τὸ ̓Ικάριον καλεῖσθαι πέλαγος· λέγων οτι καὶ ερημόν ἐστιν αὐτὴ νησίον, νομὰς εχον αις χρῶνται οἱ Σάμιοι. 612 Οτι καὶ τὰς περὶ τὸν ὠκεανὸν νήσους, ωσπερ καὶ τὰς αλλας, καθὰ προείρηται, παχυμερῶς ἐπιτρέχει, τὰς ἐπιφανεστέρας μόνας λόγῳ διδούς. Φησὶ γοῦν· τόσσαι μὲν εὐρύτεραι, αλλαι δὲ ἀπειρέσιαι· αἱ μὲν ωδε, αἱ δὲ ἐκεῖ, καὶ αλλαι αλλοθι· αἱ μὲν ὑπ' ἀνδρῶν οἰκούμεναι καὶ ἀγαθὸν ορμον εχουσαι, αἱ δὲ βαθύκρημνοι καὶ οὐ ναύταις ἑτοῖμαι· ων οὐδὲ ῥᾴδιόν φησιν αὑτῷ εἰπεῖν ονομα πασῶν. 620 Οτι ̓Ασία ἡ χώρα ὠνόμασται ἀπὸ ̓Ασίου τοῦ Ατυος, ὡς καὶ ἐν τῷ περὶ