μισθόν. ̓Ιστέον δὲ οτι παρὰ τῷ ∆ιονυσίῳ Συρία μὲν λέγεται ἡ περὶ τὸν Λίβανον καὶ τὸ Κάσιον ορος καὶ τὰ ἐκείνων ἀνώτερα εως τῶν περὶ Σινώπην, ̓Ασσυρία δὲ διὰ τοῦ α αὐτὴ λοιπὸν ἡ περὶ Σινώπην γῆ, ὡς καὶ ἐν τοῖς ἑξῆς φανήσεται. ̔Ηρόδοτος δὲ οιδε μὲν καὶ αὐτὸς Συρίαν τὴν παρὰ τῷ ∆ιονυσίῳ, λέγει δὲ καὶ ̓Αράβων τὰ περὶ θάλασσαν Συρίους νέμεσθαι. ̔Ιστορεῖ δὲ καὶ Παλαιστίνους τινὰς Σύρους, καὶ Συρίαν Παλαιστίνην καὶ εθνη δέ τινα παρακείμενα τῷ Εὐξείνῳ ουτως ὀνομάζει, λέγων οτι Σύριοι οἱ περὶ Θερμώδοντα ποταμὸν καὶ Παρθένιον, καὶ Μάκρωνες οἱ τούτοις ἀστυγείτονες. ̔Ο Γεωγράφος δὲ ̓Ασσυρίους μὲν οιδε τοὺς περὶ τὴν Βαβυλωνίαν καὶ τὴν κύκλῳ, ενθα καὶ Νίνος πόλις καὶ Νίσιβις, οπου καὶ ἡ πρὸς ἀνατολὰς τῆς Μεσοποταμίας λεγομένη ̓Αδιαβηνὴ χώρα, ουτω καλουμένη διὰ τὸ δυσδιάβατον τῶν ἐκεῖσε ὑδάτων· Σύρους δὲ ἰδίως δίχα τοῦ α τοὺς περὶ Κιλικίαν καὶ Αιγυπτον καὶ Φοινίκην καὶ τοὺς περὶ Ευξεινον, ων μέρος οιδαμεν καὶ τοὺς Σινωπεῖς. ∆ιετείνετο γὰρ, φησὶ, τὸ τῶν Σύρων ονομα τὸ παλαιὸν ἀπὸ Βαβυλωνίας μέχρι τοῦ ̓Ισσικοῦ κόλπου, κἀκεῖθεν εως τοῦ Εὐξείνου. Οἱ γοῦν Καππάδοκες ἀμφότεροι, οι τε πρὸς τῷ Ταύρῳ καὶ οἱ πρὸς τῷ Πόντῳ, Λευκόσυροι, φησὶ, λέγονται, ὡς τινῶν καὶ ἐπικεκαυμένων τὴν χρόαν. Καὶ ̔Ηρόδοτος δὲ ουτω βούλεται, λέγων, οἱ Σύριοι ὑπὸ Περσῶν καλοῦνται Καππαδόκαι, καὶ πάλιν Καππαδόκαι, ους ἡμεῖς Συρίους καλοῦμεν. ̓Αρριανὸς δὲ τοὺς περὶ Μεσοποταμίαν ̓Ασσυρίους λέγει, ἐν οις φησι τοὺς πρὸς Εὐφράτῃ ποταμῷ ̓Ασσυρίους, εστε ἐπὶ Νῖνον καὶ Βαβυλῶνα, καθ' ων ̓Αμαζόνες ἐστράτευσαν, Εὐρυπύλης ἡγουμένης αὐτῶν. Καὶ τοὺς Καππαδόκας δὲ ουτω ποτὲ ἱστορεῖ λέγεσθαι, ἐν οις φησι Καππάδοκα παῖδα Νινύου, ἐφ' οτῳ ̓Ασσύριοι μεταβαλόντες τὸ ονομα Καππαδόκαι ὠνομάσθησαν. ̓Οππιανὸς δὲ καὶ τοὺς περὶ Τίγριν ̓Ασσυρίους καλεῖ, ους καὶ πολυγύναικας ἱστορεῖ. 775 Οτι δὲ αλλοι παρὰ τοὺς Σύρους οἱ ̓Ασσύριοι, δηλοῖ καὶ Ξενοφῶν ἐν τοῖς ̔Ελληνικοῖς. ̔Ηρόδοτος δὲ δοκεῖ αγειν αὐτοὺς εἰς ταὐτὸν, ἐν οις φησιν, οτι ̓Ασσύριοι ὑπὸ μὲν ̔Ελλήνων ἐκαλοῦντο Σύριοι, ὑπὸ δὲ βαρβάρων ̓Ασσύριοι ἐκλήθησαν· ὡς ειναι τὸ μὲν Σύρος καὶ τὸ Σύριος λέξεις ̔Ελληνικὰς, βάρβαρον δὲ τὸ ̓Ασ σύριος. Τοιοῦτον δέ τι βούλεται καὶ ὁ τὴν Σιδωνίαν θάλασσαν, ηγουν τὴν ἐν τῇ Φοινικικῇ Συρίᾳ, ὀνομάσας ̓Ασσυρίων θάλασσαν. Πλούταρχος δὲ καὶ αὐτὸς ὁμοίως τῷ Γεωγράφῳ ἐν παραλλήλῳ τινὶ, ἐν ῳ τὰ περὶ Μιθριδάτου κεῖται, ἐμφαίνει τοὺς περὶ Σινώπην δύνασθαι Σύρους λέγεσθαι· φησὶ γὰρ οτι τὴν Σινώπην Σύροι κατεῖχον, ἀπὸ Σύρου γεγονότος τοῦ ̓Απόλλωνος, ὡς λέγεται, καὶ Σινώπης τῆς ̓Ασωπίδος. ̓Ιστέον δὲ οτι κατὰ τοὺς παλαιοὺς παρὰ τῷ ̓Ερατοσθένει Ασσυρες οἱ ̓Ασσύριοι λέγονται, ὡς καὶ πρὸ τούτου ἐρρέθη, ἀπὸ εὐθείας τῆς ὁ Ασσυρ. Καὶ οτι πρόχυσιν ἐκάλουν οἱ παλαιοὶ κυρίως τὴν καὶ πρόχωσιν λεγομένην, ενθα δηλαδὴ ποταμὸς ἐπαγόμενος ἰλὺν ἀποτίθεται, ὡς καὶ ὁ Νεῖλος περὶ τὴν Αιγυπτον. Οἱ δ' αὐτοὶ λέγουσι καὶ τὸν τόπον τὸν περὶ τὴν Σινωπαίαν ̓Ασσυρίαν τοιαύτην πρόχυσιν ειναι τοῦ Αλυος, καὶ δῶρον αὐτοῦ τὴν ἐκεῖ γῆν, ὡς καὶ τοῦ Νείλου τὴν Αιγυπτον. Ουτω δὲ καὶ αλλα πολλὰ πεδία κατὰ τὸν ̓Αρριανὸν ποταμῶν εἰσι ποιήματα, οιον τὸ Ερμου πεδίον καὶ Καΰστρου τὸ Λύδιον καὶ Μαιάνδρου τὸ Καρικόν. Καὶ ὁ Γάγγης δὲ πεδίον τι ἐν ̓Ινδίᾳ προσέχωσεν. Ωστε κυριολεκτεῖ ὁ ∆ιονύσιος, λέγων οτι ἐκτετάνυσται μετὰ Χάλυβας ̓Ασσυρίης χθονὸς πρόχυσις, τουτέστιν, ἡ τῆς ἐκεῖ γῆς ἐκ τοῦ Αλυος πρόχωσις. 780 Οτι περὶ τὰς τοῦ Θερμώδοντος κρυμώδεας οχθας τέμοις αν κρυστάλλου λίθον καθαρὸν, οια πάχνην χειμερίαν· εὑρήσεις δὲ καὶ ὑδατόεσσαν ιασπιν, ἑτέραν ουσαν τάχα παρὰ τὴν πρὸ μικροῦ ἱστορηθεῖσαν ἠερόεσσαν. Καὶ ορα οτι λίθου ειδος ὁ μεταλλευτὸς κρύσταλλος, καθὰ καὶ ὁ μάρμαρος. Κρυμώδεις δὲ τὰς τοῦ Θερμώδοντος οχθας καλεῖ, διότι ὡς οἱ παλαιοί φασι καὶ θέρους πήσσεται, τῆς τοποθεσίας τὴν τοιαύτην ἰδέαν διεξαγούσης. ∆ιὸ, φασὶ, καὶ Κρύσταλλός ποτε ὁ Θερμώδων ουτος ἐκλήθη. 783 Οτι ἐφεξῆς τῷ Θερμώδοντι ὁ Ιρις ποταμὸς καθαρὸν ῥόον εἰς αλα βάλλει. Περὶ τούτου ὁ ̓Αρριανὸς ταῦτά φησιν· «Αιμος βασιλεὺς