που Αἰγαίου μὲν πελάγους καὶ αλλων τινῶν τόπων πρὸς ονομα ψιλὸν καὶ μόνον ἁπλῶς ουτως μέμνηται, τῆς Τροίας δὲ οὐχ ουτως, ἀλλὰ τὴν τὰ δεινότατα παθοῦσαν Πριάμου πόλιν φησὶν, οἰκτισάμενος ὡς ἐκ παρόδου αὐτήν. ̓Ιστέον δὲ οτι καὶ τρεῖς ἀναγράφονται Φρυγίαι παρὰ τοῖς παλαιοῖς. Μία μὲν ἡ μεγάλη, ης ὁ Μίδας αρξαι λέγεται, περὶ ην καὶ ἡ Πισιδία καὶ τὸ ̓Αμόριον καὶ τὰ Σύνναδα καὶ ἡ Λαοδίκεια. Ταύτης δὲ τῆς μεγάλης ἐστὶ καὶ ἡ παρώρειος Φρυγία, περὶ ην τὸ Φιλομήλιον· καὶ αυτη μὲν μία Φρυγία. ∆ευτέρα δὲ καὶ ἑτέρα Φρυγία ἡ μικρὰ ἡ ἐν ̔Ελλησπόντῳ καὶ περὶ Ολυμπον. Καὶ τρίτη ἡ λεγομένη ̓Επίκτητος, ἐν ῃ τὸ Κοτυάειον καὶ τὸ ∆ορύλαιον, ὡς ὁ Γεωγράφος ἱστορεῖ, τὸ καὶ ∆ορυλάειον, κατὰ δὲ τὴν ὀρθογραφικὴν τέχνην καὶ ∆ορύλλειον, διὰ διφθόγγου, ωσπερ καὶ ∆οκίμειον, πόλις καὶ αὐτὸ Φρυγίας· ουτω δὲ καὶ Σύλλειον, ἐν δυσὶ λλ η καὶ δι' ἑνός. Εστι δὲ καὶ αὐτὸ κατὰ τὸν τὰ ̓Εθνικὰ γράψαντα πόλις Φρυγίας, η κατά τινας, ως φησι, Παμφυλίας. ∆ῆλον δὲ οτι καὶ Σύλαιον τὸ τοιοῦτον γράφεται. 820 Οτι μετὰ τὴν μικρὰν Φρυγίαν καὶ τὴν Ιλιον ἡ τῶν Αἰολέων παραπέπταται γῆ, Αἰγαίου περὶ χεῖλος, ὑπὲρ τὸν μέγαν ητοι πλατὺν ̔Ελλήσποντον, ο εστι νοτιώτερον τοῦ ̔Ελλησπόντου. Καὶ ἐνταῦθα γὰρ τὴν ὑπέρ πρόθεσιν ἐπὶ τῶν νοτιωτέρων τέθεικεν, ὡς αὐτῷ σύνηθες. Αλλως γὰρ ὑπὲρ τὴν Φρυγίαν πρὸς τὰ βόρεια οὐ κεῖνται Αἰολεῖς, ἀλλὰ κατὰ τὴν παλαιὰν ἀναγραφὴν Φρυγῶν εχονται Καππαδόκαι πρὸς βορρᾶν δηλαδή. Τούτοις δὲ πρόσουροι Κίλικες καθήκοντες ἐπὶ τὴν θάλασσαν, περὶ ην καὶ ἡ Κύπρος. Τούτων δὲ εχονται ̓Αρμένιοι, αὐτῶν δὲ Ματιανοὶ, τούτων δὲ οἱ Κισσιανοί. Λέγει δὲ ὁ ∆ιονύσιος καὶ οτι μετὰ τοὺς Αἰολεῖς, ων ἐστι καὶ ἡ Σμύρνα, ἡ τῶν ̓Ιώνων γῆ κεῖται, ἀγχίαλος καὶ αὐτή. Ταύτης ἀρχὴ κατὰ τὸν Γεωγράφον ἡ Φώκαια πέρας ουσα τῆς Αἰολίδος. ̓Ιστέον δὲ οτι ωσπερ τὴν ̓Ιάδα ἐν τοῖς φθάσασιν εγνωμεν τὴν αὐτὴν ουσαν τῇ παλαιᾷ ̓Ατθίδι, ὡς ̓Ιώνων καλουμένων πάλαι ποτὲ τῶν ̓Αττικῶν ἀπὸ Ιωνος καὶ τῆς χώρας ̓Ιάδος λεγομένης, ουτω καὶ ἡ ∆ωρὶς ἡ αὐτὴ τῇ Αἰολίδι ἐστίν. ̓Εκαλοῦντο γάρ ποτε κατὰ τὸν Γεωγράφον Αἰολεῖς κατ' ἐπικράτειαν εθνους πάντες οἱ ἐκτὸς τοῦ κατὰ Πελοπόννησον ἰσθμοῦ, πλὴν ̓Αθηναίων καὶ Μεγαρέων καὶ ∆ωριέων τῶν περὶ Παρνασσόν. ∆ιὸ καὶ Πίνδαρος πολλαχοῦ, καίτοι ∆ωριστὶ γράφων, Αἰολίδα τὴν ἑαυτοῦ λέγει μολπήν. Αἰολεῖς δὲ ἐκεῖνοι ἐλέγοντο ἀπὸ τῶν τοῦ Αἰόλου παίδων, ωσπερ καὶ ∆ωριεῖς ἀπὸ τῶν τοῦ ∆ώρου, καὶ Ιωνες ἀπὸ Ιωνος τοῦ Ξούθου ἀνδρὸς ̓Αττικοῦ, ον καὶ Εὐριπίδης κτίστορα ἱστορεῖ ̓Ασιάδος χθονός. Οἱ δὲ περὶ τὴν ̓Ασίαν Αἰολεῖς ουτως ἐκλήθησαν, οὐ μόνον ὡς οντες τῶν ῥηθέντων Εὐρωπαίων Αἰολέων αποικοι, ἀλλὰ καὶ οτι ἀπὸ αἰόλων, ο εστιν ἐκ ποικίλων τινῶν καὶ μιγάδων ἀνθρώπων, ἡ αὐτόθι ἀποικία ἐκείνοις συνεκροτήθη. 823 Οτι διὰ μέσης τῶν ̓Ιώνων γῆς ὁ Μαίανδρος λιπαραῖς δίναις εἰς αλα κατέρχεται, μεταξὺ τῆς Πριήνης καὶ τῆς Μιλήτου, ̓Ιωνικῆς πόλεως, ἀποίκου ̓Αθη ναίων κατὰ ̔Ηρόδοτον· ων ἡ μὲν Πριήνη καὶ Κάδμη ποτὲ ἐκλήθη, ην Αιπυτος ὁ Νηλέως εκτισεν, ἀφ' ης εις τῶν ἑπτὰ σοφῶν ὁ Βίας· ἡ δὲ Μίλητος κτίσμα Νηλέως ἀνδρὸς Πυλίου αὐτόθι μετοικήσαντος, κατὰ δὲ ̔Ηρόδοτον Νηλεὺς ὁ Κόδρου εκτισεν αὐτήν. Φησὶ γάρ· «Νηλέῳ τῷ Κόδρου ἐπισπόμενος ἐπὶ τὴν Μιλήτου κτιστύν.» Ερια δὲ ὁ τόπος ουτος φέρει ἀγαθὰ, οθεν καὶ εἰς παροιμίαν κεῖται τὰ Μιλήσια στρώματα. Καὶ Θεόκριτος δὲ τάπητας μαλακωτέρους υπνου εἰπὼν ἐπάγει· «φαίη αν ἡ Μίλητος καὶ ὁ τὴν Σαμίαν καταβόσκων·» ὡς τῆς Σάμου καὶ τῆς Μιλήτου ἀγαθῶν οὐσῶν εἰς ἐρίων φοράν. Περὶ δὲ τῆς πόλεως ταύτης καὶ τοιαῦτα γέγραπται· «Μίλητος πόλις ̓Ιώνων ἐπιφανής. ̓Εκλήθη δέ ποτε καὶ Λελεγὶς διὰ ἐποίκους Λέλεγας, καὶ Πιτύουσα δὲ ἀπὸ τῶν ἐκεῖ πιτύων, καὶ διότι ἐκεῖ πρῶτον πίτυς εφυ.» ̓Εκεῖθεν ην Θαλῆς ὁ Μιλήσιος, καὶ ῥήτωρ Αἰσχίνης, ον ἡ παρρησία εβλαψε, καὶ Φωκυλίδης, καὶ Τιμόθεος ὁ κιθαρῳδὸς, εἰς ον ἐπίγραμμα φέρεται τόδε· Πάτρα Μίλητος τίκτει Μούσαισι ποθεινὸν Τιμόθεον, κιθάρας δεξιὸν ἡνίοχον. Ην δέ ποτε καὶ Κρητικὴ Μίλητος. Λέγεται δὲ καὶ τὴν τῆς