Αἰακοῦ εὐξαμένου, ἀλλ' οτι μυρμήκων δίκην τὴν ἀγαθὴν γῆν κάτω ουσαν ὑπορύττοντες ἐπέφερον ταῖς πέτραις, ινα τὴν μὲν εχωσι γεωργεῖν, ἐν δὲ τοῖς ὀρύγμασι κατοικεῖν, φειδόμενοι τοῦ πλινθοποιεῖν, ινα εχωσι γῆν.» ∆ωριεῖς δὲ ἀνέκαθεν οἱ Αἰγινῆται ἀπὸ ̓Επιδαύρου κατὰ τὸν ̔Ηρόδοτον. ̓Εκ ταύτης τῆς νήσου καὶ ὁ ᾀδόμενος Κριὸς, ἀνὴρ γενναῖος ἀθλητής· ὑφ' ου ἀπελαυνόμενος τῆς νήσου ὁ τῶν Λακώνων βασιλεὺς Κλεομένης καὶ θέλων ἐκφοβῆσαι αὐτὸν εφη ἀστείως τὸ ὑμνούμενον, «ηδη νῦν καταχαλκοῦ, ω κριὲ, τὰ κέρατα, ὡς μεγάλῳ κακῷ συνοισόμενος.» Λέγεται δὲ καὶ Σώστρατός τις Αἰγινήτης εμπορος μεγάλα ἐκ φορτίων κερδῆσαι. Καὶ ταῦτα μὲν περὶ Αἰγίνης. ̔Η δὲ Σαλαμὶς ἑβδομήκοντα σταδίων εχει περίμετρον η ὀγδοήκοντα. ̓Εκαλεῖτο δέ ποτε Κυχρεία, ἀπό τινος Κυχρέως, ου καὶ Λυκόφρων καὶ ̓Αρριανὸς μέμνηνται, ος οφις μὲν ἐπεκλήθη διὰ τραχύτητα τρόπου, ἀπηλάθη δὲ τῆς νήσου ὑπὸ Εὐρυλόχου. ̓Ωνόμασται δὲ ἡ νῆσος αυτη καὶ Σκιρὰς ἀπό τινος ηρωος· ἀφ' ου καὶ Σκιρὰς ̓Αθηνᾶ παρ' ̓Αθηναίοις, καὶ ὁ μὴν ὁ Σκιροφοριὼν, καὶ Σκίρα τόπος ἐν ̓Αττικῇ. Ειχε δὲ καὶ ποταμὸν Βώκαρον λεγόμενον, ὡς καὶ Λυκόφρων ἱστορεῖ, ὡς αν ειποι τις Βουκέφαλον· καθὰ καὶ πηγή τις παρὰ Θεοκρίτῳ Βούρινα ̓Ιταλικὴ, βοὸς ῥινὶ παρονομαζομένη. Οτι δὲ περὶ Σαλαμῖνα κατεναυμαχήθη ὁ Ξέρξης, καὶ οτι ναυτικὸν ἀξιόλογον εσχε ἡ νῆσός ποτε, οὐδεὶς τῶν περὶ λόγους ἠγνόηκε. Τὸν δὲ περὶ Σαλαμῖνα πορθμὸν διστάδιον ειναί φασιν, ον ἐπειρᾶτο μὲν ὁ Ξέρξης καταχῶσαι καὶ ουτως ἀποχερσῶσαι, ἀπεναντίας τι ποιῶν τοῖς περὶ τὸν Αθω νεανιεύμασιν, ου τὸν αὐχένα διορύξας ἀπεθαλάσσωσεν, ἐκωλύθη δὲ φυγών. 512 Οτι περὶ Φοινίκην νῆσος ἡ Αραδος. Λέγονται δὲ γενέσθαι ποτὲ ενδοξοι οἱ ̓Αράδιοι, οτε στασιαζόντων τῶν ἀδελφῶν Σελύκου τοῦ Καλλινίκου καὶ ̓Αντιόχου τοῦ ̔Ιέρακος, αὐτοὶ τῷ Καλλινίκῳ προσθέμενοι ελαβον ἐξουσίαν δέχεσθαι τοὺς καταφεύγοντας ἐκ τοῦ βασιλέως παρ' αὐτοὺς, καὶ μὴ ἐκδιδόναι ακοντας· μὴ μέντοι μηδὲ ἐκπλέειν ἐξ αὐτῶν τοὺς πρόσφυγας ανευ τοῦ ἐπιτρέψαι τὸν βασιλέα. Εστι δὲ καὶ ἑτέρα νῆσος Αραδος, ὡς ῥηθήσεται κατωτέρω. 513 Οτι τὸ Αἰγαῖον πέλαγος ἀπειρεσίας εχειν λέγει νήσους, καὶ οτι θηητὸν βαθὺν πόρον τὸν τοῦ Αἰγαίου καλεῖ. Καὶ οτι τὸν ̔Ελλήσποντον παραφράζων η ἐτυμολογῶν στενωπὸν υδωρ ̓Αθαμαντίδος Ελλης λέγει αὐτὸν, ὡς ἐκεῖ καταπεσούσης τῆς Ελλης τῆς θυγατρὸς τοῦ ̓Αθάμαντος, καὶ λιπούσης τῷ τόπῳ τὸ ονομα, ης καὶ τάφον ̔Ηρόδοτος ἱστορεῖ περὶ τὴν Θρᾳκικὴν Χερρόνησον. ̔Ο δὲ ∆ιονύσιος λέγει καὶ οτι Σηστὸς ἐκεῖ καὶ Αβυδος ἐναντίον ορμον εθεντο· Σηστὸς μὲν, Λεσβίων αποικος, καθὰ καὶ ἡ Μάδυτος, ὡς ὁ Γεωγράφος φησὶ, Χερρονησία πόλις, ̓Αβύδου διέ χουσα σταδίους λʹ ἐκ λιμένος εἰς λιμένα. Ενθα καὶ ἡ λεγομένη ̓Αποβάθρα, οπου ἡ Ξερξικὴ σχεδία ἐπήγνυτο. Περὶ Εὐρώπην δέ ἐστιν ἡ ῥηθεῖσα πόλις, λεγομένη ̓Αττικῶς μὲν ἡ Σηστὸς, παρὰ δ' ̓Εφόρῳ ὁ Σηστός. Εσχε δέ ποτε τεῖχος ἰσχυρὸν, ὡς ̔Ηρόδοτος ἱστορεῖ. Αβυδος δὲ πρὸς ἀνατολὰς ἀντιπαρήκουσα τῇ Σηστῷ, κτίσμα Μιλησίων, ισον διέχουσα Λαμψάκου καὶ ̓Ιλίου, ὡς ὁ Γεωγράφος φησίν· ενθα τὸ ἑπταστάδιον τοῦ πορθμοῦ, οπερ ὁ Ξέρξης εζευξεν. ̓Ενεπρήσθη δὲ ἡ Αβυδος αυτη ὑπὸ ∆αρείου τοῦ πατρὸς Ξέρξου. Ειναι δὲ λέγεται ποτε καὶ Λιβυκὴ Αβυδος Αἰγυπτία, εχουσα Μεμνόνειον βασίλειον, δευτερεύουσα μετὰ τὰς ἑκατομπύλους Θήβας. Καὶ ̓Ιταλικὴ δὲ ἱστόρηται Αβυδος. Οτι δὲ περὶ ̔Ελλησπόντου ἀμφεβλήθη τοῖς παλαιοῖς αλλα τε καὶ πόθεν αν αρχοιτο, ηδη προγέγραπται. Ιστρον δέ τινά φασιν ἱστορεῖν, τέσσαρας γενέσθαι μεγάλους κατακλυσμοὺς, ων ἐφ' ἑνὶ διαρραγέντα τὸν ̔Ελλήσποντον ἀφορίσαι τῆς ̓Ασίας τὴν Εὐρώπην ̓Ιστέον δὲ οτι κατὰ τὸν γράψαντα τὰ ̓Εθνικὰ ἡ ̓Ιταλικὴ πόλις λέγεται οὐδετέρως τὸ Αβυδον, καὶ οτι ἐπὶ συκοφαντίᾳ καὶ μαλακίᾳ διεβάλλοντο οἱ Μιλήσιοι ̓Αβυδηνοὶ ουτοι. Οθεν καὶ παροιμία, «μηδ' εἰκῆ τὴν Αβυδον πατεῖν», ηγουν μὴ θαρρούντως αὐτῆς ἐπιβαίνειν. ̓Εξ αὐτῆς δὲ καὶ ἑτέρα παροιμία ἐπὶ τῶν ἀηδῶν, «τὸ ̓Αβυδηνὸν ἐπιφόρημα.» Τὸ δὲ ἐναντίον ορμον εθεντο ἀντὶ τοῦ