Πέλοπος νῆσος εστι μὲν κυρίως χερρόνησος, ομως δὲ νῆσος μὲν λέγεται, ὡς παρὰ βραχὺ τοιαύτη ουσα παρὰ τὸν ἰσθμὸν δηλαδὴ, τουτέστι τὸν ὀλιγοστάδιον αὐχένα, καὶ ὡς θαλασσίοις κατὰ τὸν ∆ιονύσιον ἐστεμμένη κόλποις ενθα καὶ ενθα· οπερ ταὐτόν ἐστι τῷ ἀμφίαλος. Καὶ ορα τὸ ἐστεμμένη ἀντὶ τοῦ κυκλουμένη. Καὶ εστιν ἐνταῦθα κάλλιον ουτως εἰπεῖν, παρόπερ ἀνωτέρω ἐπὶ τῆς ̔Ελλάδος εφη, ἐζῶσθαι αὐτὴν δισσαῖς θαλάσσαις εἰπών. Καὶ διὰ τοῦτο μὲν ὀνομάζεται νῆσος. Πέλοπος δὲ λέγεται διὰ τὸ τὸν Φρύγα η Λυδὸν Πέλοπα κυριεῦσαί ποτε αὐτόθι, ἐπιγαμβρεύσαντα Οἰνομάῳ. Λέγεται δὲ οὐ μόνον συνθέτως Πελοπόννησος διὰ τῶν δύο νν, ὡς ̔Εκατόννησοι, αἱ τοῦ ̔Εκάτου, ηγουν ̓Απόλλωνος, νῆσοι, ἀλλὰ καὶ ἁπλῶς, ητοι ἀσυνθέτως, ποτὲ μὲν Πελοπία γῆ, ὡς παρ' Εὐριπίδῃ ευρηται, ποτὲ δὲ νῆσος, ὡς αὐτὸς ὁ ∆ιονύσιος ποιεῖ ἐν τῷ περὶ ̓Αρκάδων λόγῳ, ωσπερ καὶ τὸ πρὸ τοῦ Εὐξείνου υδωρ στόμα τε ἁπλῶς λέγει καὶ στόμα Πόντου συνθέτως· ουτω δὲ καὶ τὰς Θερμοπύλας Πύλας ἁπλῶς λεγομένας εὑρίσκομεν. Εστι δὲ κατὰ τὸν ἰσθμὸν ἡ Πελοπόννησος συνεχὴς τῇ τῆς ̔Ελλάδος πέζῃ. Συνάπτει γὰρ ὁ τόπος ἐκεῖνος τῇ ̔Ελλάδι, καὶ εοικε πλατάνου πετάλῳ μυουρίζοντι, τουτέστι κατὰ μυὸς οὐρὰν στενουμένῳ καὶ λεπτυνομένῳ, κατὰ τὸν ακρον μίσχον, ητοι κατὰ τὸν καυλὸν, ου τὸ φύλλον ἐξήρτηται. Καὶ ὁ μὲν ἰσθμὸς, φησὶ, τῆς Πελοποννήσου ὁ τεσσαρακονταστάδιος, εἰργόμενος στενὸς, εοικε τῷ ακρῳ μίσχῳ τοῦ φύλλου, βόρειος ων καὶ κοινὸν ἐφ' ̔Ελλάδος ιχνος ἐρείδων, ὡς τῆς ̔Ελλάδος κατὰ συνέχειαν εὐθὺς κειμένης, ὡς ειρηται, μετὰ τὸν ἰσθμόν. ̔Η δὲ τῆς εσω ἠπείρου περίμετρος τῷ πολυδινήτῳ φύλλῳ παρέοικεν, ὡς πολλὰς ἐπικλάσεις εχουσα καὶ καμπὰς καὶ ἐγκολπώματα, καθ' ὁμοιότητα τοῦ τῆς πλατάνου φύλλου. ∆ιὸ καὶ ὁ Πίνδαρος πολύγναμπτον μυχὸν λέγει τὴν Πελοπόννησον· ἀκρόπολιν δὲ τῆς ̔Ελλάδος οἱ παλαιοί φασι τὴν Πελοπόννησον. 406 Ορα δὲ τὸ ιχνος ἐρείδων ῥηθὲν ὡς ἐπὶ βάσεως ποδός. Ειρηται δὲ ὡς πρὸς τὸ Πέλοπος νῆσος ὀπηδεῖ· ἀκόλουθα γὰρ ἀλλήλοις τὸ ὀπηδεῖν καὶ τὸ ιχνος ἐρεῖσαι. Λέγεται δὲ καὶ οτι ιση σχεδόν ἐστι κατά τε μῆκος καὶ κατὰ πλάτος, οσον χιλίων τετρακοσίων σταδίων, καὶ οτι κύκλῳ περίμετρος αὐτῆς μὴ κατακολπίζοντι μὲν τετρακισχιλίων σταδίων η καὶ πλεῖόν τι, κατακολπίζοντι δὲ ὑπὲρ τὰ πεντακισχίλια ἑξακόσια. 409 Οτι πρὸς ζέφυρον τῆς Πελοποννήσου ἡ Τριφυλὶς γῆ, μερὶς τῆς Ηλιδος, ενθα ἐρατεινότατος ποταμῶν ̓Αλφειὸς ὁδεύει, σχιζόμενος ἐκ τοῦ Μεσσηνίου Εὐρώτα. Αμφω δὲ ἐκ μιᾶς πηγῆς ἀναβλύζοντες σχίζονται, τῆς καλουμένης ̓Ασέας. ∆ιὸ καὶ γράφουσι τὰ τῶν ἀντιγράφων ὀρθότερα· «οιτ' αμφω ̓Ασέηθεν ἀναβλύζουσι ῥέεθρα», καὶ ὁ μὲν ̓Ηλείων, ὁ ̓Αλφειὸς, ὁ δὲ ̓Αμυκλαίων χθόνα τέμνει, ὁ Εὐρώτας. Καὶ ὁ Γεωγράφος δέ φησιν οτι ̓Ασέα κώμη τῆς Μεγάλης πόλεως, εχουσα δύο πηγὰς, ἐξ ων ῥέουσιν Εὐρώτας καὶ ̓Αλφειὸς, οι δύντες ὑπὸ γῆν ἀνατέλλουσι μετὰ συχνὰ στάδια, καὶ τὸ ῥεῖθρον ἀναδείξαντες ὁ μὲν γίνεται Λακωνικὸς, ὁ δὲ εἰς τὴν Πισᾶτιν κατάγεται γῆν, ητοι εἰς τὴν ὑμνουμένην Πίσαν, ητις δι' ἑνὸς γράφεται σίγμα, καὶ ἀπὸ κρήνης εχει Πίσης τὸ ονομα. Αυτη δὲ ἡ κρήνη ουτω λέγεται, οἱονεὶ πίστρα τις ουσα, ο εστι ποτίστρα, παρὰ τὸν πίσω μέλλοντα, ου ἡ χρῆσις παρὰ Πινδάρῳ. Μεταξὺ δὲ ἡ τοιαύτη Πίσα Οσσης καὶ ̓Ολύμπου ὀρέων Πελοποννησιακῶν ὁμωνύμων τοῖς παρ' ̔Ομήρῳ Μακεδονικοῖς η Θετταλικοῖς. Υδωρ δέ φασι περί που τὸν ̓Αλφειὸν ειναι, οπερ ἀλφοὺς ἰᾶται, οθεν τάχα καὶ ὁ ποταμὸς ἐκλήθη, πλεονασμῷ τῆς ει διφθόγγου, ὡς ἐπὶ τοῦ ἀδελφειός καὶ τῶν ὁμοίων. ̓Αγαθὸν δέ ἐστι τὸ τοιοῦτον υδωρ καὶ εἰς λεύκας καὶ λειχῆνας, Μελάμποδος χρησαμένου, φασὶ, τούτοις τοῖς υδασιν εἰς καθαρμὸν τῶν τοῦ Προίτου θυγατέρων, οτε ἐμάνησαν. ̓Ερατεινὸν δὲ ὁ ∆ιονύσιος τὸν ̓Αλφειὸν καλεῖ, διὰ τὸν μυθευόμενον τῆς Σικελικῆς ̓Αρεθούσης ερωτα, ης φασὶν ἐρῶν εως εἰς ἐκείνην ἐκ Πελοποννήσου ἀναδίδωσι γλυκὺς ἐραστὴς ἀμιγὲς αλμῃ θαλάσσης φυλάσσων τὸ ῥεῖθρον. ̔Ο δὲ Γεωγράφος καὶ τὸν ᾳδην ἱκανῶς αὐτόθι ἐκτετιμῆσθαί φησιν.