κώνων ὁμοῦ κατὰ τὰς βάσεις οντων, τὸ μὲν κατὰ τὰς κορυφὰς ὀξὺ πρὸς εω κεῖσθαι καὶ δυσμὰς, τὸ δὲ κατὰ τὰς βάσεις εὐρὺ πρὸς νότον καὶ βορρᾶν. 4 Ορα δὲ οτι νῆσον εἰπὼν τὴν ἀπείρονα γῆν εὐτελῶς καὶ σμικροπρεπέστερον ἀνέστησεν αλλως τὸ τῆς κλήσεως ταπεινὸν διὰ προσθήκης ἐπιθέτου σεμνοῦ καὶ ἐπῆρεν εἰς υψος τὸ πρᾶγμα, οὐκ ἁπλῶς νῆσον αὐτὴν εἰπὼν, ἀλλὰ προσονομάσας ἀπείριτον, οπερ ταὐτόν ἐστι τῷ ἀπείρονα, καὶ ουτως ἀντιδιαστείλας αὐτὴν πρὸς τὰς αλλας νήσους, αιτινες διὰ τὸ μὴ απειρον εὐδείελοι λέγονται, τουτέστιν ευδηλοι, εὐπεριόριστοι. Φησὶ γὰρ οτι ἐν ἐκείνῳ πᾶσα χθὼν ατε νῆσος ἀπείριτος ἐστεφάνωται. ∆εῖ δὲ εἰδέναι οτι καν εὐρύτερα τὰ τῆς οἰκουμένης βόρεια καὶ τὰ νότια, καθάπερ ειρηται, ἀλλ' οἱ παλαιοὶ πινακογράφοι τῆς Εὐρώπης μὲν τὴν καταγραφὴν εὐρύνειν λέγονται πλέον πρὸς βορρᾶν, ὡς αν εχοιεν ἐγγράφειν εὐκρινῶς τὰ ἐν αὐτῇ πολλὰ εθνη, τὴν δὲ Λιβύην ἀπεστένουν, ὡς ὑπερβάλλουσαν τῷ μεγέθει τὰ ἐντὸς αὐτῆς εθνη, διὰ τὸ πολὺ τῆς ἐκεῖ ἀοικήτου, ινα μὴ ἐγκέηται, φασὶ, τῷ πίνακι χωρίον διάκενον. 7 Σφενδόνῃ δὲ τὴν οἰκουμένην εἰκάζει ὁ ∆ιονύσιος η τῷ λιθοβόλῳ ὀργάνῳ η καὶ αὐτῇ τῇ σφενδόνῃ τοῦ δακτυλίου. Εἰ δέ τις ὀκνεῖ τοῦτο παραδέχεσθαι, ἀφαιρείσθω καὶ τῆς τοῦ δακτυλίου σφενδόνης καὶ τὸ ονομα. Εοικε γὰρ καὶ αὐτὴ τοιαύτη πάλαι ποτὲ ουσα κατὰ τὸ ἀρχαῖον ἐφ' ἑκάτερα μὲν εὐρύνεσθαι, ἐπὶ θάτερα δὲ καθ' ὁμοιότητα τῆς ὁμωνύμου πετροβόλου σφενδόνης συνάγεσθαι εἰς ὀξύτερον. Οἱ δὲ παλαιοί φασι καὶ κόσμον τινὰ γυναικεῖον σφενδόνην καλεῖσθαι, ομοιον τῇ τηλεβόλῳ σφενδόνῃ οντα, πλατὺν μὲν καὶ αὐτὸν τὰ μέσα καὶ πρὸς τῷ μετώπῳ πίπτοντα, ἐκ λεπτοτέρων δὲ καὶ ὀξυτέρων τῶν ακρων ὀπίσω δεσμούμενον. Ην δὲ, φασὶ, καὶ ὀπισθοσφενδόνη παρὰ τοῖς κωμικοῖς ἐκ τοῦ ἐναντίου τῇ τοιαύτῃ σφενδόνῃ, διὰ τὸ γελοιότερον περιτιθεμένη τῇ κεφαλῇ, καὶ ὀπίσω μὲν εχουσα τὰ πλατύτερα, τὰ δὲ ὀξύτερα καὶ τὸν δεσμὸν περὶ τὸ εμπροσθεν. Οτι τὴν ολην γῆν, καίπερ μίαν ουσαν φύσει καὶ συνεχῆ, οἱ ανθρωποι τρισσαῖς ἐπ' ἠπείροις ἐδάσαντο. Τοῦτο δὲ ἐκ τῶν ̔Ηροδότου παραπέφρασται, εἰπόντος οτι τῇ γῇ μιᾷ ουσῃ τριφάσια κεῖνται ὀνόματα, ἐπωνυμίας εχοντα γυναικῶν. Ειτα ὁ ∆ιονύσιος φιλοτιμούμενος ἑνὶ επει περιλαβεῖν τὰ τοιαῦτα τρία τῆς γῆς τμήματα φησί· «πρώτην μὲν Λιβύην, μετὰ δ' Εὐρώ πην ̓Ασίην τε.» ̓Ιστέον δὲ οτι προτάττει τῶν αλλων τὴν Λιβύην καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς, οὐ κατά τινα περιηγητικὴν ἀνάγκην, ἀλλὰ καὶ οια Λίβυς φιλῶν τὰ οἰκεῖα, καὶ ουτω τὸ ἑαυτοῦ εθνος τῶν λοιπῶν προτιθέμενος. ̔Ο τοίνυν ̓Αμασεὺς γεωγράφος οὐχ ουτω προσπαθῶς εχων αλλως μετεχειρίσατο τὴν περιήγησιν, καὶ ἐκ τῆς Εὐρώπης ἀρξάμενος εἰς τὴν Λιβύην κατέληξεν. 11 Οτι πέρατα Λιβύης ἑσπέριον μὲν τὰ Γάδειρα, περὶ ων ἐν οἰκείῳ τόπῳ ῥηθήσεται, ἑῷον δὲ τὸ Κανωβικὸν στόμα τοῦ Νείλου, περὶ ου μικρὸν οσον εἰρήσεται. Οτι μετὰ Φρόντιδος θάνατον (κυβερνήτης δὲ αριστος Μενελάου ὁ Φρόντις, υἱὸς ̓Ονήτορος) ἐξωσθέντες ἀνέμῳ βορρᾷ οἱ περὶ τὸν Μενέλαον προσίσχουσι τῇ ̔Ρόδῳ ὑπὸ κυβερνήτῃ οντες τῷ ̓Αμυκλαίῳ Κανώβῳ. Τῶν δὲ ̔Ροδίων τῆς ̔Ελένης καταδραμόντων, περιῆλθε γὰρ αὐτοὺς μνήμη ων ἐν τῇ Τροίᾳ κακῶν επαθον δι' αὐτὴν, φεύγουσι μὲν ἐκ τῆς ̔Ρόδου οἱ ἀμφὶ τὸν Μενέλαον, κατάγονται δὲ εἰς Φοινίκην, οθεν εἰς Αιγυπτον. Ου δὴ ἀκεσάμενοι τὰ σκάφη καμόντα τῇ δυσχερείᾳ τοῦ πλοῦ διέτριβον χρόνον τινὰ, ἐν ῳ Κάνωβος ἀποθνήσκει· ον θάψας ἐντίμως ὁ Μενέλαος συνοικίζει πόλιν ἐπὶ τῷ μνήματι, τοὺς ἀχρειοτάτους τοῦ στόλου ἀφεὶς μένειν ἐκεῖ, καὶ τὴν πόλιν ἐπ' αὐτῷ Κάνωβον ὀνομάζει· ενθα που καὶ νῆσος τὸ ̔Ελένιον, τῇ ̔Ελένῃ παρώνυμον. Φασὶ δὲ τὴν Κάνωβον ταύτην ̓Αλεξανδρείας ἀπέχειν στάδια ἑκατὸν καὶ εικοσι πεζῇ ὁδεύουσιν. ̓Εκ δὲ τοῦ Κανώβου ἐκείνου τοῦ κυβερνήτου καὶ ἀστὴρ ἐκεῖ που φαινόμενος Κάνωβος ἐπωνόμασται, ἀφανὴς μὲν τοῖς ἐν τῷ ̔Ελλαδικῷ κλίματι, ἀπὸ δὲ ̔Ρόδου ἀρχόμενος φαίνεσθαι, ος ἐν τῷ μεσουρανεῖν τρίτον λέγεται ζωδίου μέρος ἐπέχειν. ̔Ο δὲ τὰ ̓Εθνικὰ γράψας φησὶν, οτι εδει μὲν Κάνωπον γράφειν τὴν πόλιν διὰ τοῦ π, γράφεται δὲ ομως διὰ τοῦ β.