Σικελικὸν καλούμενον, ἀλλὰ δῆτα καὶ Κρητικόν. Φησὶ γὰρ ἐκεῖ ὁ ∆ιονύσιος ἐν σχήματι ἐπανα λήψεως, οτι «ἐκ δ' ὀρέων Σικελῶν Κρήτης ἀναπέπταται οιδμα μακρὸν, Σαλμωνίδος αχρι καρήνου·» οὐ λέγων οτι ἐκ τοῦ μετώπου τοῦ Κριοῦ τὸ Κρητικὸν πέλαγος, ἀλλ' ἐκ τῶν ὀρέων τῶν Σικελικῶν πέπταται, καὶ ισως δυοῖν οντων περάτων τῷ πελάγει τούτῳ, ἑνὸς μὲν Σικελικοῦ, ἑνὸς δὲ Κρητικοῦ, ποτὲ μὲν Σικελικὸν ἐκ τοῦδε καλεῖται, ποτὲ δὲ ἐκ τοῦ ἑτέρου Κρητικόν. Εἰ δέ τις ισως τὸ «ἐκ δ' ὀρέων Σικελῶν» νοήσει ἀντὶ τοῦ μετὰ τὰ ορη τὰ Σικελικὰ, τότε δύνανται δύο ειναι πελάγη, ἰδίᾳ μὲν τὸ Σικελικὸν εως τοῦ μετώπου τοῦ Κριοῦ, ἰδίᾳ δὲ ἐκεῖθεν τὸ Κρητικὸν εως Σαλμωνίδος. 87 Οτι ἡ τῆς Κρήτης ακρα ητις εἰς αλα πολὺ νένευκεν, ἡ περὶ τὴν Γόρτυνα, παραυγάζει, τουτέστι παρεκφαίνει καὶ φαντάζει, μέτωπον κριοῦ τοῖς πόρρωθεν βλέπουσι, καὶ ἐντεῦθεν εχει τὴν κλῆσιν, ὀνομαζομένη Κριοῦ μέτωπον. ∆εῖ δὲ εἰδέναι οτι ἐστὶ καὶ περὶ τὸν Ευξεινον πόντον ετερον μέτωπον Κριοῦ, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται, ἀρκτικὸν ορος, διὰ τὴν αὐτὴν κἀκεῖνο αἰτίαν ουτω καλούμενον. ̓Ιστέον δὲ οτι πολλάκις εκ τινων τόπων πόρρωθεν ὁρωμένων ζωική τις φαντασία πέμπεται καθ' ὁμοιότητα δι' ἀπάτην οψεως· καὶ οτι τοιοῦτόν τι πάσχων ὁ ὀφθαλμὸς καὶ περὶ τὸν Ευξεινον καὶ περὶ τὴν Κρήτην μέτωπα φαντάζεται Κριοῦ. Καὶ ὁ κατὰ τὴν Νιόβην δὲ μῦθος ουτω πως θεραπεύεται, φαμένων τινῶν ἀκρωτήριον ειναι Φρύγιον ἐοικὸς γυναικείῳ προσώπῳ τοῖς πόρρω ἀφεστηκόσιν, ἐξ ου υδωρ ἀένναον καταρρεῖ, οπερ ὁ μῦθος εἰς δάκρυον αὐτοματίζει τῇ Νιόβῃ. ̔Ορῶμεν δὲ καὶ τοὺς τὴν γραφικὴν τέχνην δεινοὺς εἰς λεόντων μιμήματα η τοιούτων τινῶν θηρίων προτομὰς τὰς τῶν ὀρέων ἐκτυποῦντας κορυφάς, ὡς τῆς οψεως τοιαῦτά τινα φανταζομένης πόρρωθεν. 88 Οτι ἡ Γόρτυν καὶ Γόρτυνα λέγεται τρισυλλάβως, καὶ τὸ μὲν κλίνεται Γόρτυνος, ὡς Φόρκυνος, τὸ δὲ Γορτύνης, ὡς λέαινα λεαίνης. ̔Ιερὰν δὲ αὐτὴν λέγει η ἁπλῶς διὰ τὸ ενδοξον, η ̔Ομηρικῷ ζήλῳ, ὡς καὶ ̔Ομήρου τὰς πόλεις ουτω καλοῦντος διὰ τὸ φυλακτικὸν τῶν ἐν αὐταῖς. Κτίσμα δὲ ἡ Γόρτυν Ταύρου ἐκείνου τοῦ τὴν Φοίνισσαν Εὐρώπην ἁρπάσαντος, ος Κρήτης ην βασιλεύς. Μεγάλη δὲ αυτη ἡ πόλις κατὰ τὸν Γεωγράφον, εἰπόντα· «πόλεις Κρήτης μέγισται, Γόρτυνα, Κυδωνία καὶ Κνωσσός.» Λέγει δὲ ὁ αὐτὸς καὶ οτι Γόρτυνα δευτερεύει μετὰ Κνωσσὸν κατὰ δύνα μιν, καὶ οτι συμπράττουσαί ποτε ἀλλήλαις πάντας ειχον ὑπηκόους τοὺς ἐκεῖ. Οτι ἡ Φαιστὸς, ην ὁ ∆ιονύσιος ἠπειρώτιδα λέγει, διεῖχε θαλάσσης μὲν σταδίους εικοσι, Γόρτυνος δὲ ἑξήκοντα. Κατεσκάφη δὲ ὑπὸ Γορτυνίων. ̓Εξ αὐτῆς ην ̓Επιμενίδης ὁ ποιήσας δι' ἐπῶν Καθαρμούς. 92 Οτι ὁ ̓Ιόνιος κόλπος μετὰ τὸν Σικελικὸν εὐρύνεται πρὸς βορρᾶν, αυθις δὲ κάμπτων πρὸς ἑσπέριον μυχὸν ερπει, ἀφορῶν πρὸς τὸν τὴν ἑσπερίαν θάλασσαν προβαλλόμενον ὠκεανόν. ̓Ιστέον δὲ οτι οὐ μόνον ̓Ιόνιος κόλπος καλεῖται, ἀλλὰ καὶ ̓Αδρίας ὁ αὐτὸς λέγεται καὶ ̓Αδριανὴ θάλασσα. Οἱ δὲ ἀκριβέστεροι τὸν ̓Ιόνιον μέρος τοῦ ̓Αδρίου φασί. Λέγεται δὲ ̓Ιόνιος, ὡς καὶ τῷ Λυκόφρονι δοκεῖ καὶ τῷ Αἰσχύλῳ, ἀπὸ τῆς ̓Ιοῦς. ∆ιενήξατο γὰρ ἐκείνη βοῦς γενομένη κἀνταῦθα. Οἱ δέ φασιν ἀπὸ ̓Ιάονος, ἀνδρὸς ̓Ιταλοῦ, η ἀπὸ ̓Ιονίου, ἀνδρὸς ̓Ιλλυριοῦ. Λέγουσι δέ τινες καὶ τὸ ἀπὸ Γάζης μέχρις Αἰγύπτου πέλαγος ̓Ιόνιον λέγεσθαι ὁμοίως ἀπὸ τῆς ̓Ιοῦς. Καὶ τὴν ἐκεῖ δὲ Γάζαν ̓Ιώνην καλοῦσί τινες, ενθα βοῦς ην ἐν ἀγάλματι τῆς ̓Ιοῦς, ητοι τῆς σελήνης· ̓Ιὼ γὰρ ἡ σελήνη κατὰ τὴν τῶν ̓Αργείων διάλεκτον. Τοῦ δὲ ἀνωτέρω ῥηθέντος ̓Ιάονος υἱὸς ̓Αδρίας ἱστόρηται, ἀφ' ου τὸ αὐτὸ πέλαγος καὶ ̓Αδριατικὸν λέγεται. Αλλοι δὲ ουτω φασίν· εστιν ̓Αδρία πόλις ἐπιφανὴς, καὶ παρ' αὐτὴν κόλπος ̓Αδρίας, καὶ ποταμὸς ὁμοίως· ἀγαθὴ δὲ, φασὶ, βοσκήμασιν ἡ ἐκεῖ γῆ, ωστε καὶ δὶς τίκτειν τοῦ ἐνιαυτοῦ καὶ διδυμοτοκεῖν. 95 Οτι εἰσιόντι τὴν ̓Ιονίαν θάλασσαν κατὰ μὲν τὰ σκαιὰ ἡ τῶν Αὐσόνων κεῖται χώρα, δεξιτερὴν δὲ κατὰ χεῖρα ἡ ̓Ιλλυρίς ἐστι γῆ, ουτω καλουμένη ἀπὸ ̓Ιλλυριοῦ υἱοῦ Κάδμου. ∆αλματία δ' ἐφύπερθεν, ην καὶ λέγει ἐνυαλίων πέδον ἀνδρῶν, διὰ τὸ μαχίμους ειναι τοὺς ἐκεῖ. Φασὶ δὲ τοὺς ∆αλματεῖς δι' ὀκταετηρίδος