1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

139

Ἄρεος ἀστὴρ μεσουρανῶν ἄνδρα σιδήρῳ ἀνελεῖν, οὐ Κύπρις σὺν Ἄρει τυχοῦσα ἀλλοτρίᾳ γυναικὶ μιγῆναί τινα παρ' ἐκείνοις, πάντως πάσῃ ἡμέρᾳ μεσουρανοῦντος τοῦ 6.10.14 Ἄρεος καὶ πάσῃ ὥρᾳ καὶ ἡμέρᾳ γεννωμένων τῶν Σηρῶν. παρὰ Ἰνδοῖς καὶ Βάκτροις εἰσὶ χιλιάδες πολλαὶ τῶν λεγομένων Βραχμάνων, οἵτινες κατὰ παράδοσιν τῶν προγόνων καὶ νόμων οὔτε φονεύουσιν οὔτε ξόανα σέβονται, οὐκ ἐμψύχου γεύονται, οὐ μεθύσκονταί ποτε, οἴνου καὶ σίκερος μὴ γευόμενοι, οὐ κακίᾳ τινὶ κοινωνοῦσι προσέχοντες τῷ θεῷ, τῶν ἄλλων Ἰνδῶν φονευόντων καὶ ἑταιρευόντων καὶ μεθυσκομένων καὶ σεβομένων ξόανα καὶ πάντα 6.10.15 σχεδὸν καθ' εἱμαρμένην φερομένων. ἔστι δὲ ἐν τῷ αὐτῷ κλίματι τῆς Ἰνδίας φυλή τις Ἰνδῶν, οἵτινες τοὺς ἐμπίπτοντας ξένους ἀγρεύοντες καὶ θύοντες ἐσθίουσι· καὶ οὔτε οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων κεκωλύκασι τούτους μὴ μιαιφονεῖν καὶ μὴ ἀθεμιτογαμεῖν οὔτε οἱ κακοποιοὶ ἠνάγκασαν τοὺς Βραχ6.10.16 μᾶνας κακουργεῖν. παρὰ Πέρσαις νόμος ἦν γαμεῖν τὰς θυγατέρας καὶ τὰς ἀδελφὰς καὶ τὰς μητέρας, καὶ οὐ μόνον ἐν τῇ χώρᾳ ἐκείνῃ καὶ ἐν ἐκείνῳ τῷ κλίματι τούτους τοὺς ἀνοσίους γάμους οἱ Πέρσαι ἐποίησαν, ἀλλὰ καὶ ὅσοι αὐτῶν τῆς Περσίδος ἐξεδήμησαν, οἵτινες καλοῦνται Μαγουσαῖοι, τὴν αὐτὴν ἀθεμιστίαν διαπράσσονται, παραδιδόντες τοὺς αὐτοὺς νόμους καὶ τὰ ἔθη τοῖς 6.10.17 τέκνοις κατὰ διαδοχήν. ἐξ ὧν εἰσι μέχρι νῦν πολλοὶ ἐν Μηδίᾳ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Φρυγίᾳ καὶ ἐν Γαλατίᾳ. καὶ οὐ δήπου Κύπρις ἐν ὁρίοις καὶ οἴκοις Κρόνου, σὺν Κρόνῳ ἐπιμαρτυροῦντος τοῦ Ἄρεος, ἐν ταῖς τῶν πάντων 6.10.18 γενέσεσιν εὑρίσκετο. παρὰ Γήλοις νόμος ἐστὶ τὰς γυναῖκας γεωργεῖν καὶ οἰκοδομεῖν καὶ πάντα τὰ ἐργατικὰ πράσσειν καὶ κοινωνεῖν οἷς ἂν βούλωνται καὶ μὴ ἐγκαλεῖσθαι ὑπὸ τῶν ἀνδρῶν μήτε καλεῖσθαί τινα μοιχαλίδα, τῷ 6.10.19 πάσας ἐργατικὰς εἶναι καὶ πᾶσι κοινωνεῖν, μάλιστα δὲ τοῖς ξένοις. καὶ οὔτε μυρίζονται Γήλισσαι γυναῖκες, οὐχ ἱμάτια βαπτὰ φοροῦσιν, ἀνυπόδετοι δέ εἰσι πᾶσαι, καίτοι τῶν Γήλων ἀνδρῶν κοσμουμένων ἐν φορήμασι μαλακοῖς καὶ ἐν διαφόροις χρώμασι καὶ χρυσοφορούντων καὶ μυριζομένων καὶ οὐ κατά τινα ἄλλην μαλακίαν, εἰσὶ γὰρ ἀνδρεῖοι καὶ πολεμικώτατοι καὶ κυνηγετι6.10.20 κώτατοι. καὶ οὐ πᾶσαι αἱ τῶν Γήλων γυναῖκες ἔλαχον ἐν Αἰγοκέρωτι ἢ ἐν Ὑδρηχόῳ κακοδαιμονοῦσαν τὴν Κύπριν οὔθ' οἱ ἄνδρες αὐτῶν πάντες ἔχουσιν ἐν Κριῷ σὺν Ἄρει τὴν Παφίην, ἔνθα τοὺς ἀνδρείους καὶ σπαταλοὺς 6.10.21 οἱ Χαλδαΐζοντες λέγουσι. παρὰ Βάκτροις αἱ γυναῖκες παντὶ κόσμῳ διαφέροντι καὶ παντὶ μύρῳ χρῶνται, ὑπηρετούμεναι ὑπὸ παιδίσκων καὶ νεανίσκων μᾶλλον ἢ οἱ ἄνδρες, προερχόμεναι μετὰ πολλῆς φαντασίας ἔφιπποι, κοσμοῦσαι χρυσῷ πολλῷ καὶ λίθοις βαρυτίμοις τοὺς ἵππους, καὶ οὐ σωφρονοῦσιν, ἀλλ' ἀδιαφόρως κοινωνοῦσι τοῖς δούλοις καὶ τοῖς ξένοις, ἄδειαν ἔχουσαι τοιαύτην, 6.10.22 καὶ ὑπὸ τῶν ἀνδρῶν μὴ ἐγκαλούμεναι σχεδὸν κυριεύουσιν αὐτῶν. καὶ οὐ πάντως ἐν πάσῃ γενέσει τῶν ἐν Βακτρίᾳ γυναικῶν μεσουρανεῖ μετὰ ∆ιὸς καὶ Ἄρεος ἐν ἰδίοις ὅροις ἡ φιλόγελως Ἀφροδίτη. ἐν τῇ Ἀραβίᾳ δὲ καὶ ἐν τῇὈσροηνῇ οὐ μόνον αἱ μοιχαλίδες φονεύονται, ἀλλὰ καὶ αἱ ὑποπτευόμεναι οὐκ 6.10.23 ἀφίενται ἀτιμώρητοι. παρὰ Πάρθοις καὶ Ἀρμενίοις οἱ φονεῖς ἀναιροῦνται ποτὲ μὲν ὑπὸ τῶν δικαστῶν, ποτὲ δὲ ὑπὸ τῶν καθ' αἷμα τῶν φονευθέντων. καὶ ἐάν τις φονεύσῃ γυναῖκα αὐτοῦ ἢ ἀδελφὸν ἄτεκνον ἢ ἀδελφὴν ἄγαμον ἢ υἱὸν ἢ θυγατέρα, οὐκ ἐγκαλεῖται ὑπό του, νόμου τοιούτου ὑπάρχοντος ἐν ταῖς χώραις ἐκείναις· παρ' Ἕλλησι δὲ καὶ Ῥωμαίοις μείζονι τιμωρίᾳ ὑπο6.10.24 βάλλονται οἱ τῶν οἰκείων καὶ συγγενῶν φονευταί. ἐν Ἄτροις ὁ κλέπτων τι ἄξιον ὀβολοῦ λιθάζεται, παρὰ Βάκτροις ὁ ὀλίγα κλέπτων ἐμπτύεται, παρὰ 6.10.25 Ῥωμαίοις πληγαῖς παιδεύεται· τοιοῦτοι γὰρ οἱ νόμοι. ἀπὸ Εὐφράτου ποταμοῦ καὶ μέχρι τοῦ Ὠκεανοῦ ὡς ἐπὶ ἀνατολὰς ὁ λοιδορούμενος ὡς φονεὺς ἢ ὡς κλέπτης οὐ πάνυ ἀγανακτεῖ, ὁ δὲ ὡς ἀρσενοκοίτης λοιδορούμενος ἑαυτὸν ἐκδικεῖ μέχρι καὶ φόνου· παρ' Ἕλλησι καὶ οἱ σοφοὶ ἐρωμένους ἔχοντες 6.10.26 οὐ ψέγονται. ἐν τῇ αὐτῇ ἀνατολῇ ὑβριζόμενοι ἐὰν