1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

53

σκληρὰν καὶ δύσεργον καὶ ἄψυχον οὐκ ἐβούλοντο, χρυσὸν δὲ καὶ ἄργυρον ἡγοῦντο γῆς ἀκάρπου καὶ διεφθαρμένης χρώματα νοσώδη καὶ κηλῖδας ἐξανθεῖν ὥσπερ μώλωπας ὑπὸ πυρὸς ῥαπισθείσης· ἐλέφαντι δὲ παίζοντες μὲν ἔσθ' ὅπου προσεχρῶντο ποικίλματι τρυφῆς.» 3.8.2 Ταῦτα ὁ Πλούταρχος. καὶ τούτου δὲ πολὺ πρότερον ὁ Πλάτων οὐδὲν εἶναι σεμνὸν οὐδὲ προσεοικὸς θείᾳ φύσει ἐν χρυσῷ καὶ ἐλέφαντι τοῖς τε ἐξ ὕλης ἀψύχου κατασκευάσμασιν εὖ μάλα εἰδὼς ἐπάκουσον ἐν τοῖς Νόμοις ὁποῖα διατάττεται· «Γῆ μὲν οὖν ἑστία τε οἰκήσεως ἱερὰ πᾶσιν πάντων θεῶν· μηδεὶς οὖν δευτέρως ἱερὰ καθιερούτω θεοῖς. χρυσὸς δὲ καὶ ἄργυρος ἐν ἄλλαις πόλεσιν ἰδίᾳ τε καὶ ἐν ἱεροῖς ἐστιν ἐπίφθονον κτῆμα, ἐλέφας δὲ ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἀνάθημα· σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα.» Ταῦτα δὲ σαφῆ περιέχειν ἡγοῦμαι τῆς προτεθείσης ἀνατροπὴν φυσιολογίας, ἧς φέρε καὶ τὰ λοιπὰ ἐπιθεωρήσωμεν. ἐπάκουσον οὖν οἷά φησιν· 3.9.1

θʹ. ΕΤΙ ΠΕΡΙ ΤΗΣ ΑΛΛΗΓΟΡΟΥΜΕΝΗΣ ΕΛΛΗΝΩΝ ΚΑΙ ΑΙΓΥΠΤΙΩΝ ΘΕΟΛΟΓΙΑΣ

«Ὅρα δὲ τὴν τῶν Ἑλλήνων σοφίαν οὑτωσὶ διασκοπούμενος· τὸν γὰρ ∆ία τὸν νοῦν τοῦ κόσμου ὑπολαμβάνοντες, ὃς τὰ ἐν αὐτῷ ἐδημιούργησεν ἔχων τὸν κόσμον, ἐν μὲν ταῖς θεολογίαις ταύτη περὶ αὐτοῦ παραδεδώκασιν οἱ τὰ Ὀρφέως εἰπόντες· 3.9.2 Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀργικέραυνος, Ζεὺς κεφαλή, Ζεὺς μέσσα, ∆ιὸς δ' ἐκ πάντα τέτυκται. Ζεὺς ἄρσην γένετο, Ζεὺς ἄφθιτος ἔπλετο νύμφη. Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. Ζεὺς βασιλεύς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος. ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων, ἓν δὲ δέμας βασίλειον, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθὴρ νύξ τε καὶ ἦμαρ καὶ Μῆτις, πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής· πάντα γὰρ ἐν μεγάλῳ Ζηνὸς τάδε σώματι κεῖται. τοῦ δή τοι κεφαλὴ[ν] μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται, ταύρεα δ' ἀμφοτέρωθε δύο χρύσεια κέρατα, ἀντολίη τε δύσις τε, θεῶν ὁδοὶ οὐρανιώνων, ὄμματα δ' ἠέλιός τε καὶ ἀντιόωσα σελήνη. νοῦς δέ οἱ ἀψευδὴς βασιλήϊος ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται οὐδέ τίς <ἐστιν> αὐδὴ οὔτ' ἐνοπὴ οὔτε κτύπος οὐδὲ μὲν ὄσσα, ἣ λήθει ∆ιὸς οὖας ὑπερμενέος Κρονίωνος· ὧδε μὲν ἀθανάτην κεφαλὴν ἔχει ἠδὲ νόημα. σῶμα δέ οἱ περιφεγγές, ἀπείριτον, ἀστυφέλικτον, ὄβριμον, ὀβριμόγυιον, ὑπερμενὲς ὧδε τέτυκται· ὦμοι μὲν καὶ στέρνα καὶ εὐρέα νῶτα θεοῖο ἀὴρ εὐρυβίης, πτέρυγες δέ οἱ ἐξεφύοντο, τῇς ἐπὶ πάντα ποτᾶθ', ἱερὴ δέ οἱ ἔπλετο νηδὺς γαῖά τε παμμήτειρ' ὀρέων τ' αἰπεινὰ κάρηνα· μέσση δὲ ζώνη βαρυηχέος οἶδμα θαλάσσης καὶ πόντου· πυμάτη δὲ βάσις χθονὸς ἔνδοθι ῥίζαι Τάρταρά τ' εὐρώεντα καὶ ἔσχατα πείρατα γαίης. πάντα δ' ἀποκρύψας αὖθις φάος ἐς πολυγηθὲς μέλλεν ἀπὸ κραδίης προφέρειν πάλι, θέσκελα ῥέζων. 3.9.3 Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων καὶ θεὸς ἐκ θεῶν· Ζεὺς δὲ καθὸ νοῦς, 3.9.4 ἀφ' οὗ προφέρει πάντα καὶ δημιουργεῖ τοῖς νοήμασιν. τῶν δὴ θεολόγων τὰ περὶ θεοῦ τοῦτον τὸν τρόπον ἐξηγησαμένων, εἰκόνα μὲν τοιαύτην δημιουργεῖν, οἵαν ὁ λόγος ἐμήνυσεν, οὔθ' οἷόν τε ἦν οὔτ', εἴ τις ἐπενόησεν, τὸ ζωτικὸν καὶ νοε3.9.5 ρὸν καὶ προνοητικὸν διὰ τῆς σφαίρας ἐδείκνυεν. ἀνθρωπόμορφον δὲ τοῦ ∆ιὸς τὸ δείκηλον πεποιήκασιν, ὅτι νοῦς ἦν καθ' ὃν ἐδημιούργει καὶ λόγοις σπερματικοῖς ἀπετέλει τὰ πάντα· κάθηται δέ, τὸ ἑδραῖον τῆς δυνάμεως αἰνιττόμενος· γυμνὰ δὲ ἔχει τὰ ἄνω, ὅτι φαν<ερ>ὸς ἐν τοῖς νοεροῖς καὶ τοῖς οὐρανίοις τοῦ κόσμου μέρεσίν ἐστιν· σκέπεται δὲ αὐτῷ τὰ πρόσθια, ὅτι ἀφανὴς τοῖς κάτω κεκρυμμένοις· ἔχει δὲ τῇ μὲν λαιᾷ τὸ σκῆπτρον, καθ' ὃ μάλιστα τῶν τοῦ σώματος μερῶν τὸ ἡγεμονικώτατόν τε καὶ νοερώτατον ὑποικουρεῖ σπλάγχνον, ἡ