1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

98

φησὶ θεράποντα εἶναι, τοῦτον δὲ τῶν ἀγαθῶν ὄντα δαιμόνων ἐπιφανέντα ποτὲ τοῖς κατ' ἀγρὸν γεωπονοῦσιν. τί χρῆν ἀγαθὸν ὄντα παρασχεῖν ἢ πάντως ἀγαθοῦ τινος παρουσίαν τοῖς τῆς θεοφανείας τοῦ ἀγαθοῦ κατηξιωμένοις; 5.5.9 ἆρ' οὖν ὑπῆρξεν ἀγαθόν τι τοῖς θεαταῖς τοῦ ἀγαθοῦ δαίμονος, ἢ κακὸν εἰλήχασιν δαίμονα ἔργῳ τῆς πείρας ᾐσθημένοι; φησὶν γοῦν ὁ θαυμάσιος μάρτυς τοὺς τῆς ἀγαθῆς ταύτης θέας ἠξιωμένους ἄθρουν θάνατον ὑπομεῖναι λέγων ὧδε· 5.6.1 ʹ.

ΩΣ ΘΑΝΑΤΟΥ ΠΟΙΗΤΙΚΟΙ ΕΙΣΙΝ ΟΙ ΛΕΓΟΜΕΝΟΙ ΑΥΤΩΝ ΑΓΑΘΟΙ

∆ΑΙΜΟΝΕΣ «Ἤδη δὲ καὶ ἐν ἄλλοις οἱ μὲν θεράποντές τινων ἀνεδείχθησαν, ὡς ὁ Πὰν τοῦ ∆ιονύσου· δεδήλωκεν δὲ τοῦτο ὁ ἐν Βραγχίδαις Ἀπόλλων διὰ τούτων· ἐννέα γὰρ εὑρέθησαν ἀποθανόντες· πυνθανομένων οὖν τῶν τὸν ἀγρὸν οἰκούντων τὴν αἰτίαν ἔχρησεν ὁ θεός· χρυσόκερως βλοσυροῖο ∆ιωνύσου θεράπων Πὰν βαίνων ὑλήεντα κατ' οὔρεα χειρὶ κραταιῇ ῥάβδον ἔχεν, ἑτέρῃ δὲ λιγὺ πνείουσαν ἔμαρπτε σύριγγα γλαφυρήν, Νύμφῃσι δὲ θυμὸν ἔθελγεν· ὀξὺ δὲ συρίξας μέλος ἀνέρας ἐπτοίησεν ὑλοτόμους πάντας, θάμβος δ' ἔχεν εἰσορόωντας δαίμονος ὀρνυμένου κρυερὸν δέμας οἰστρήεντος. καὶ νύ κε πάντας ἔμαρψε τέλος κρυεροῦ θανάτοιο, εἰ μή οἱ κότον αἰνὸν ἐνὶ στήθεσσιν ἔχουσα Ἄρτεμις ἀγροτέρη παῦσεν μένεος κρατεροῖο, ἣν καὶ χρὴ λίσσεσθ', ἵνα σοι γίγνητ' ἐπαρωγός.» 5.6.2 Ἀκήκοας οἷα τοῦ δαίμονος, οὗ φησιν ἀγαθοῦ, τό τε σχῆμα καὶ τὰς πράξεις ὁ ἐν Βραγχίδαις ἐδίδαξεν Ἀπόλλων· θέα δὴ καὶ τῶν λοιπῶν τὰ γενναῖα κατορθώματα, ὧν δὴ ἕνεκα τὴν οὐράνιον ἀπολελοιπότες διατριβὴν τὴν σὺν 5.6.3 ἀνθρώποις ἀντικατηλλάξαντο. πάντως δήπου χρῆν αὐτοὺς σωφροσύνης κατάρχειν καὶ τὰ λυσιτελῆ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις ὑποτίθεσθαι. οἱ δὲ τούτων μὲν οὐδέν· ἄκουε δὲ οἷα ἐκφαίνει ὁ τὰ ἀρρητότερα τῶν ἀρρήτων διη5.6.4 ρευνηκὼς καὶ τῶν ἀπορρήτων ἀξιωθεὶς τῆς γνώσεως. τοτὲ μὲν οὖν τινας τῶν ἀγαθῶν τούτων δαιμόνων φησὶν ἐρωτικαῖς ἡδυπαθείαις ὑπηρετεῖσθαι, τοτὲ δὲ ἑτέρους τυμπάνοις καὶ αὐλοῖς καὶ θηλειῶν πατάγοις χαίρειν, ἄλλους δ' αὖ πάλιν μάχαις καὶ πολέμοις ἀγάλλεσθαι, καὶ κυνηγεσίοις τὴν Ἄρτεμιν καὶ τοῖς ἀπὸ γῆς καρποῖς τὴν ∆ηώ· θρηνεῖν δὲ τὸν Ὄσιριν εἰσέτι νῦν τὴν Ἶσιν καὶ τὸν Ἀπόλλω μαντεύεσθαι. τοιαῦται ὧν φασιν ἀγαθῶν δαιμόνων αἱ εἰς ἀνθρώπους ὠφέλειαι. δέχου δὲ καὶ τούτων τὰς ἀποδείξεις· 5.7.1 ζʹ. ΟΤΙ ΕΡΩΤΙΚΑΙΣ Η∆ΥΠΑΘΕΙΑΙΣ ΕΞΥΠΗΡΕΤΟΥΝΤΑΙ ΚΑΙ ΠΟΙΑΙΣ ΕΚΑΣΤΟΣ

ΑΥΤΩΝ ΧΑΙΡΕΙ «Οὐδὲν ἐν ἀθανάτοισι θεοῖς ποτε δῖα μάταιον οὐδ' ἀκράαντον ἔλεξε σοφοῖς Ἑκάτη θεοφήταις, ἀλλ' ἀπὸ παγκρατέροιο νόου πατρόθεν κατιοῦσα αἰὲν ἀληθείῃ σελαγίζεται, ἀμφὶ δὲ μῆτις ἔμπεδος ἀρρήκτοισι μένει λογίοις βεβαυῖα. δεσμῷ δ' οὖν κλήϊζε· θεὴν γὰρ ἄγεις με τοσήνδε, ὅσση ψυχῶσαι πανυπέρτατον ἤρκεσα κόσμον. 5.7.2 καὶ μήποτε διὰ τοῦτο τρίμορφος τριμερής τε καὶ ἡ ψυχή· ταύτης δὲ τὸ μὲν θυμοειδές, τὸ δὲ ἐπιθυμητικόν, ὅθεν καὶ πρὸς τὰ ἐρωτικὰ καλεῖται.» Ταῦτα οὐκ ἐμά, μήτοι νομίσῃς, τοῦ δὲ προειρημένου συγγραφέως ἀκήκοας, οὗ πάλιν ἐστὶ καὶ ταῦτα· 5.7.3 «Πάνυ δέ με θράττει πῶς ὡς κρείττους παρακαλούμενοι ἐπιτάττονται ὡς χείρους καὶ δίκαιον εἶναι ἀξιοῦντες τὸν θεράποντα τὰ ἄδικα αὐτοὶ κελευσθέντες δρᾶν ὑπομένουσιν καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσιν.» 5.7.4 Εὕροις δ' ἂν καὶ ταῦτα ἐν τῇ Πρὸς Ἀνεβῶ τὸν Αἰγύπτιον τοῦ αὐτοῦ ἐπιστολῇ. ἐν