1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

113

αὐτόθεν τῶν 5.27.6 λογίων ἀπάτης. τί δεῖ λέγειν, ὥς ποτε ἐν ταῖς μεγίσταις συμφοραῖς, ἤτοι τῶν πρὸς τοὺς ἐχθροὺς παρατάξεων ἢ τῶν ἐν ταῖς σωματικαῖς ἀρρωστίαις κινδύνων, τῆς τῶν νενομισμένων θεῶν ἐπικουρίας ἢ θεραπείας 5.27.7 οὐδὲν ὤναντο; τοιαῦτα δὲ ἀεὶ καὶ διὰ παντὸς αὐτοῖς τὰ ἀπὸ τῶν χρη 5.27.8 σμῶν ἐκπίπτει, οἷα καὶ τὰ τῆς παλαιᾶς ἱστορίας συνίστησιν. ἀλλ' ἐπεὶ τῶν μάλιστα παρὰ τοῖς Ἕλλησι θρυλουμένων τοῦ Πυθίου χρησμῶν εἷς τις ἦν καὶ ὁ πρὸς Λυκοῦργον, ᾧ προσιόντι ἡ Πυθία ἐπεφώνησεν τὸ βοώμενον ἐκεῖνο· ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηὸν Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ' ἔχουσι· δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον· ἀλλ' ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόεργε. ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι δώσω καὶ τὰ τούτοις συνεπιλεγόμενα· φέρε καὶ πρὸς ταῦτα τίνα ποτὲ συνεῖδεν ὁ προδηλωθεὶς ἔλεγχος ἐποπτεύσωμεν. γράφει δὲ ὧδε· 5.28.1 κʹ. ΤΑ ΠΕΡΙ ΛΥΚΟΥΡΓΟΥ ΤΟΥ ΛΑΚΕ∆ΑΙΜΟΝΙΩΝ ΝΟΜΟΘΕΤΟΥ ΟΤΙ ΜΗ ΘΕΟΥ ΑΞΙΑ

«Ἀλλὰ σὺ τὸν Τυρταίου προκαθηγεμόνα καὶ σκοπὸν ἐλθόντα ποτὲ ὡς σὲ ἥκειν ἔφης ἐκ κοίλης Λακεδαίμονος «Ζηνὶ φίλον καὶ πᾶσιν Ὀλύμπια δώματ' ἔχουσι», δίζησθαί τε ἢ θεὸν αὐτὸν μαντεύσῃ ἢ ἄνθρωπον, ἀλλ' ἔτι καὶ μᾶλλον 5.28.2 θεόν, ὅτι ἦλθεν εὐνομίην αἰτήσων. καὶ πῶς, εἰ θεός, οὐκ ἠπίστατό πω νόμον πολιτικὸν ὁ φίλος τοῦ ∆ιὸς καὶ πάντων τῶν Ὀλυμπίων; ἀλλ' ἐπεί τοι καὶ οὐ δίχα θεοῦ ἴσως τὰ τοιαῦτα εὑρίσκεται, ἃ δέδεικται τῷ θειοτάτῳ ἀνθρώπων τῇ ἀπὸ τοῦ θεοῦ φωνῇ, φέρε ἴδωμεν τὴν θείαν φωνὴν καὶ ἃ ἐδίδαξας τὸν Λυκοῦργον· ἥκεις εὐνομίην διζήμενος, αὐτὰρ ἐγώ τοι δώσω. 5.28.3 δός, εἴποιμι ἂν ἐγώ· οὐδεμίαν γάρ πω δόσιν οὐδενὶ ἐπηγγείλω τοιαύτην. Ἕως ἂν μαντείῃσιν ὑποσχέσιάς τε καὶ ὅρκους καὶ δίκας ἀλλήλοισι καὶ ἀλλοδαποῖσι διδῶτε, ἁγνῶς καὶ καθαρῶς πρεσβηγενέας τιμῶντες, Τυνδαρίδας δ' ἐποπιζόμενοι, Μενέλαν τε καὶ ἄλλους ἀθανάτους ἥρωας, οἳ ἐν Λακεδαίμονι δίῃ, οὕτω δή χ' ὑμῶν περιφείδοιτ' εὐρύοπα Ζεύς. 5.28.4 Ἄπολλον, διδασκαλίας καὶ παρεγγυήσεως θείας! καὶ οὐ μακρὸς ἕνεκα τούτων ὁ στόλος οὐδὲ ὅπως εἰς ∆ελφοὺς ἐκ Πελοποννήσου, ἀλλ' οὐδ' εἰς Ὑπερβορέους αὐτούς, ὅθεν ἀφῖχθαι λέγουσιν κατὰ χρησμὸν Ἀστερίας ἄλλης μάντεως οἰκητὰς ∆ήλοιο θυώδεος ἠδ' ἱερῆας. 5.28.5 δοκεῖ δέ μοι ὁ Λυκοῦργος οὗτος οὐκ ἐσχηκέναι τιτθὴν οὐδ' ἐ<ν> συνθώκῳ πρεσβυτέρων οὐδέποτε κεκαθικέναι, παρ' ὧν καὶ παρ' ἧς εἶχεν καλλίω τού 5.28.6 των ἀκοῦσαι καὶ σοφώτερα. τάχα δέ πού τι προσθήσεις, ἐάν σε λιπαρῇ ὁ Λυκοῦργος εἰπεῖν τι σαφές. εἰ οἱ μὲν εὖ «ἡγοῖντο, οἱ δ' ἕποιντο», ἔτι φήσω τοῦ αὐτοῦ εἶναι συνθώκου τοῦτο καὶ ἀξιώσω τὸν Λυκοῦργον μὴ ἀποκαμεῖν εἴ τι δύναιτο πολιτικὸν παρὰ σοῦ δίδαγμα ἀναλαβὼν ἀπιέναι εἰς τὴν Σπάρτην· 5.28.7 εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπ' ἀλλήλων ἀπέχουσαι, ἡ μὲν ἐλευθερίας εἰς τίμιον οἶκον ἄγουσα, ἡ δ' ἐπὶ δουλείας φυκτὸν δόμον ἡμερίοισι· καὶ τὴν μὲν διά τ' ἀνδροσύνης ἱερῆς θ' ὁμονοίας ἔστι περᾶν, ἣν δὴ λαοῖς ἡγεῖσθε κέλευθον, τὴν δὲ διὰ στυγερῆς ἔριδος καὶ ἀνάλκιδος ἄτης εἰσαφικάνουσιν, τὴν δὴ πεφύλαχθε μάλιστα. 5.28.8 ἀνδρείους εἶναι κελεύεις· τοῦτο μὲν καὶ παρὰ τῶν δειλῶν πολλάκις ἠκούσαμεν. ἀλλὰ καὶ ὁμόφρονας· τοῦτο οὐ παρὰ τῶν σοφῶν μόνων, ἀλλ' ἤδη καὶ παρ' αὐτῶν τῶν στασιαζόντων. ὥστε τούτου μὲν τοῦ παρεγγυήματος ἀφίεμέν 5.28.9 σε. καίτοι μάντις ὢν οὐκ ἔγνως ἡμᾶς πολλάκις καὶ παρὰ πολλῶν εἰληφότας αὐτό, οὔτε τῆς δάφνης ἐμφαγόντων οὔτε τὸ Κασταλίας ὕδωρ πιόντων οὐδ' ἐπὶ 5.28.10 σοφίᾳ τὴν ὀφρύν ποτε ἀνασπασάντων; λέγ' οὖν περὶ ἀνδρείας, λέγε περὶ ἐλευθερίας, λέγε περὶ ὁμοφροσύνης, τίνα τρόπον ἐγγίνεται ταῦτα πόλει, καὶ μὴ ἡμᾶς τοὺς οὐκ εἰδότας κέλευε ἡγεῖσθαι τοῖς λαοῖς τῆς κελεύθου