1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

116

ἐρ<γ>αστής, ἀλλ' ἤδη καὶ 5.33.12 ἡ τῶν Ἀθηναίων πόλις, ὅτι μόνη τραγῳδοὺς ἤνεγκεν. εἰ μὲν οὖν ὁ κρότος ἱκανὸς κριτὴς καὶ ἡ ἐν ἀκροπόλει τράπεζα, οὐδὲν ἔτι λέγω, βλέπων ἐν ἀκροπόλει δειπνοῦντα τὸν Εὐριπίδην καὶ τὸν Ἀθηναίων ἅμα καὶ τὸν Μακεδόνων δῆμον ἐπιψοφοῦντα· εἰ δὲ καὶ δίχα τούτων ἐστίν τις καὶ θεῶν ψῆφος καὶ αὕτη πιστὴ καὶ οὐχ ἥττων τῆς τῶν τυράννων οὐδὲ τῆς τῶν ὄχλων, φέρε, φράσον ἡμῖν ἐπὶ τίνι τῶν καλῶν ἠνέγκατε ὑμεῖς οἱ θεοὶ τὴν ὑπὲρ τοῦ Εὐριπίδου ψῆφον, ἵνα σπεύσωμεν καὶ διώξωμεν τὸν οὐρανὸν κατὰ πόδας τῶν ὑμετέρων ἐπαί5.33.13 νων. οὐ γὰρ δὴ οὐκ εἰσὶ καὶ νῦν ἕτοιμοι κωμῳδεῖσθαι καὶ Σαβαῖοι καὶ Λυκάμβαι, πρὸς δέ γε τὸ τραγῳδεῖσθαι οὐκ ἂν οὐδὲ νῦν ἐνσταίη οὔτε ὁ Θυέστης οὔτε ὁ Οἰδίπους οὔτε ὁ Φινεὺς ἐκεῖνος. οὐδ' ἄν, οἶμαι, φθονήσαιεν οὐδενὶ ἐπιθυμοῦντι φιλίας τῆς τῶν θεῶν, ἀλλὰ καὶ αὐτοὶ ἄν μοι δοκοῦσιν ἐκεῖνοι, εἰ ᾔσθοντο ὅτι ἔσοιτό τις Εὐριπίδης, ἀνὴρ ἐπὶ τῷ διασκευάσαι αὐτοὺς γενόμενος θεοφιλής, ἀμελῆσαι ἂν ἐκείνων τῶν κακῶν καὶ οὐκ ἐπὶ <τὸ> τὰ κρείττονα 5.33.14 φρονεῖν, ἀλλ' ἐπὶ τὸ μετροποιεῖν τραπέσθαι· καὶ τῶν ἔμπροσθεν ἀνθρώπων εἰ τὰ ὀνόματα ὄγκου πλήρη ἤκουον, χρῆσθαι τούτοις εἰς τὴν πρὸς τὸν οὐρανὸν ὁδοιπορίαν, ἵν' ἐλθόντες καθίζοιντο ἐν τῷ Ὀλύμπῳ μετὰ τῶν πυκτῶν ἐν τῇ 5.33.15 τοῦ ∆ιὸς αὐλῇ· ταῦτα γὰρ λέγει ὁ ἐν ∆ελφοῖς ποιητής. φέρε καὶ τὴν Ὁμήρου τοῦ ὀλβίου ἴδωμεν ἐρώτησιν, ἣν τὸν θεὸν ἐρωτᾷ· ἦ που γάρ τις οὐρανία ἦν καὶ ἱκανὴ τὸν θεὸν ἐκκαλέσασθαι· οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ὁ θεὸς ὄλβιον μὲν ἐπεφώνησεν, ἐπὶ δὲ τῷ ὀλβίῳ ῥῆσιν ἀπένειμεν· πατρίδα δίζηαι· μητρὶς δέ τοι, οὐ πατρίς ἐστιν· Μίνωος δ' ἀπὸ γῆς οὔτε σχεδὸν οὔτ' ἀπὸ τηλοῦ, ἐν τῇ σοι μοῖρ' ἐστὶ τελευτῆσαι βιότοιο, εὖτ' ἂν ἀπὸ γλώσσης γνῷς παίδων ἀξύνετον πολλοῖσι λόγοις εἰρημένον. 5.33.16 δεινὸν γάρ, ὦ σοφώτατε ἀνδρῶν, μᾶλλον δὲ θεῶν, εἰ μήτε ὅπου τῆς γῆς ἐξέθορεν τῆς μητρὸς εἰδείη ὁ ὄλβιος μήτε ὅπου καταμύσας κείσεται. ἐγὼ δὲ καὶ ᾤμην ἴσον εἶναι Ὅμηρόν τε ὄντα περὶ τούτων προσιέναι τῷ θεῷ καὶ ἕνα τῶν κανθάρων, καὶ τὸν θεὸν μὴ μᾶλλον ἂν Ὁμήρῳ ἀφηγήσασθαι περὶ τοιούτων 5.33.17 ἀγνοημάτων ἢ κανθάρῳ· οἷον εἰ καὶ κάνθαρός τις γεννηθεὶς οὐκ ἐνεβίωσεν οὐδ' ἐνεγήρασεν ἐν ἐκείνῃ τῇ κοπρίᾳ, ἀλλ' ἐχθρῷ ἀνέμῳ περιέτυχεν καὶ κανθαρίῳ δαίμονι σκληρῷ, ὃς αὐτὸν μετέωρον ἄρας βίᾳ ἀπήνεγκεν ἐπί τινα ἄλλην γῆν καὶ ἄλλην κοπρίαν, κἄπειτα ἐλθὼν εἰς ∆ελφοὺς ἀνηρώτα ἥτις ἄρα ποτὲ αὐτῷ ἦν ἡ πατρῴα κοπρία καὶ ἥτις αὐτὸν γῆ δέξεται ἀποθανόντα.» Ταῦτα μὲν οὖν περὶ τῶν ποιητῶν. 5.34.1 λβʹ. ΟΤΙ ΚΑΙ ΠΥΚΤΑΣ ΑΝ∆ΡΑΣ ΚΑΙ ΑΘΛΗΤΑΣ ΤΙΜΑΙΣ ΙΣΟΘΕΟΙΣ ΓΕΡΑΙΡΕΙΝ

ΠΑΡΕΚΕΛΕΥΟΝΤΟ Ἐπεὶ δὲ οὐ μόνους ποιητάς, ἤδη δὲ καὶ πύκτας καὶ ἀθλητὰς ὁ θαυμάσιος θεὸς διὰ τῶν οἰκείων χρησμῶν ἐξεθέωσεν, εἰκότως μοι δοκεῖ καὶ ταῦτα ἀπελέγχειν ὁ δεδηλωμένος τούτοις τοῖς ῥήμασιν· 5.34.2 «Ὦ εἰδὼς ψάμμου τ' ἀριθμὸν καὶ μέτρα θαλάσσης, καὶ κωφοῦ ξυνιεὶς καὶ μὴ λαλέοντος ἀκούων, εἴθε ὤφελες τὰ μὲν τοιαῦτα πάντα ἀγνοεῖν, ἐκεῖνο δὲ εἰδέναι, ὅτι ἡ πυκτικὴ τῆς λακτικῆς οὐδὲν διαφέρει, ἵν' ἢ καὶ τοὺς ὄνους ἀπηθανάτους ἢ μηδὲ Κλεομήδην πύκτην Ἀστυπαλαιέα, λέγων οὕτως· ὕστατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶσθ' ὡς οὐκέτι θνητὸν ἐόντα. 5.34.3 διὰ τί γάρ, ὦ πάτριε τῶν Ἑλλήνων ἐξηγητά, ὥς σε καλεῖ Πλάτων, ἐθέωσας τὸν ἄνδρα τοῦτον; ἢ ὅτι Ὀλυμπίασι πληγῇ μιᾷ πατάξας τὸν ἀνταγωνιστὴν ἀνέῳξέ τε τὴν πλευρὰν αὐτοῦ καὶ ἐμβαλὼν τὴν χεῖρα ἐλάβετο τοῦ πνεύμονος 5.34.4 Ἄπολλον, ἀξιοθέου ἔργου!; ἢ οὐ μόνον, ἀλλὰ καὶ ὅτι προστιμηθεὶς τεσσάρων ταλάντων ζημίαν ἐπὶ τούτῳ οὐχ ὑπέστη, ἀλλ' ὑπ' ἀχθηδόνος καὶ βαρυθυμίας ἐνήρεισε τὸν θυμὸν τοῖς ἐν τῷ διδασκαλείῳ παισίν, τὸν κίονα ὑφελκύσας, ὃς ἀνεῖχε