1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

43

βαρβάροις. καὶ ὃ πάντων μάλιστα ἔγωγε τεθαύμακα, καίπερ μυρίων ὅσων εἰς τὴν πόλιν ἐπεληλυθότων ἐθνῶν, οἷς πολλὴ ἀνάγκη σέβειν τοὺς πατρίους θεοὺς τοῖς οἴκοθεν νομίμοις, οὐδενὸς εἰς ζῆλον ἐλήλυθεν τῶν ξενικῶν ἐπιτηδευμάτων ἡ πόλις δημοσίᾳ, ὃ πολλοῖς ἤδη συνέβη παθεῖν, ἀλλὰ καὶ εἴ τινα κατὰ χρησμοὺς ἐπεισῆκται ἱερά, τοῖς αὐτόθι αὐτὰ νομίμοις μεθήρμοσεν, ἅπασαν ἐκβαλοῦσα τερθρείαν μυθικήν, 2.8.8 ὥσπερ τὰ τῆς ἱερᾶς θεᾶς ἱερά. θυσίας μὲν γὰρ αὐτῇ καὶ ἀγῶνας ἄγουσιν ἀνὰ πᾶν ἔτος οἱ στρατηγοὶ κατὰ τοὺς Ῥωμαίων νόμους, ἱερᾶται δ' αὐτῆς ἀνὴρ Φρὺξ καὶ γυνὴ Φρυγία καὶ περιάγουσιν ἀνὰ τὴν πόλιν οὗτοι μηναγυρτοῦντες, ὥσπερ αὐτοῖς ἔθος, τύπους τε περικείμενοι τοῖς στήθεσι καὶ καταυλούμενοι πρὸς τῶν ἑπομένων τὰ μητρῷα μέλη καὶ τύμπανα κροτοῦντες. 2.8.9 Ῥωμαίων δὲ τῶν αὐθιγενῶν οὔτε μηναγυρτῶν τις οὔτε καταυλούμενος πορεύεται διὰ τῆς πόλεως, ποικίλην ἐνδεδυμένος στολήν, οὔτε ὀργιάζει τὴν θεὸν τοῖς Φρυγίοις ὀργιασμοῖς κατὰ νόμον ἢ ψήφισμα βουλῆς. οὕτως εὐλαβῶς ἡ πόλις ἔχει πρὸς τὰ οὐκ ἐπιχώρια ἔθη περὶ θεῶν καὶ πάντα ὀττεύεται τῦφον, 2.8.10 οὗ μηδέν ἐστι τὸ εὐπρεπές. καὶ μηδεὶς ὑπολάβῃ με ἀγνοεῖν ὅτι τῶν Ἑλληνικῶν μύθων εἰσί τινες ἀνθρώποις χρήσιμοι, οἱ μὲν ἐπιδεικνύμενοι τὰ τῆς φύσεως ἔργα [διὰ λύπην], οἱ δὲ παραμυθίας ἕνεκα συγκείμενοι τῶν ἀνθρωπίνων συμφορῶν, οἱ δὲ ταραχὰς ἐξαιρούμενοι ψυχῆς καὶ δείματα καὶ δόξας καθαιροῦντες οὐχ ὑγιεῖς, οἱ δὲ ἄλλης τινὸς ἕνεκα συμπλασθέντες ὠφελείας. 2.8.11 ἀλλὰ καίπερ ἐπιστάμενος ταῦτα οὐδενὸς χεῖρον ὅμως εὐλαβῶς διάκειμαι πρὸς αὐτούς, καὶ τὴν Ῥωμαίων μᾶλλον ἀποδέχομαι θεολογίαν, ἐνθυμούμενος ὅτι τὰ μὲν ἐκ τῶν Ἑλληνικῶν μύθων ἀγαθὰ μικρά τέ ἐστι καὶ οὐ πολλοὺς δυνάμενα 2.8.12 ὠφελεῖν, ἀλλὰ μόνον τοὺς ἐξητακότας ὧν ἕνεκα γίνεται. σπάνιοι δ' εἰσὶν οἱ μετειληφότες ταύτης τῆς φιλοσοφίας· ὁ δὲ πολὺς καὶ ἀφιλοσόφητος ὄχλος ἐπὶ τὰ χείρω λαμβάνειν φιλεῖ τοὺς περὶ αὐτῶν λόγους καὶ πάσχει θάτερον, ἢ καταφρονεῖ τῶν θεῶν ὡς ἐν πολλῇ κακοδαιμονίᾳ κυλινδουμένων ἢ τῶν αἰσχίστων τε καὶ παρανομωτάτων οὐδενὸς ἀπέχεται, θεοῖς ὁρῶν αὐτὰ προσκείμενα. 2.8.13 ἀλλ' ὑπὲρ μὲν τούτων τοῖς αὐτὸ μόνον τὸ θεωρητικὸν τῆς φιλοσοφίας μέρος ἀσκοῦσιν ἀφείσθω σκοπεῖν, τῆς δὲ ὑπὸ Ῥωμύλου κατασταθείσης πολιτείας καὶ τάδε ἡγησάμην ἱστορίας ἄξια.» Τὰ μὲν δὴ παραστάντα τοῖς κρατίστοις τῶν φιλοσόφων καὶ τοῖς παλαιοῖς καὶ πρώτοις τῆς Ῥωμαίων ἡγεμονίας περὶ τῆς Ἑλληνικῆς θεολογίας τοιαῦτα ἦν, οὐδαμῶς φυσιολογίας ἐν τοῖς περὶ θεῶν μύθοις παραδεχόμενα οὐδέ γε τὰς σεμνοφανεῖς καὶ σοφιστικὰς τερθρείας. ἡμεῖς γε μὴν ἐπείπερ ἅπαξ ὡρμήθημεν καὶ ἐπὶ τὸν τούτων ἔλεγχον, φέρε τὰς ἑρμηνείας αὐτῶν καὶ θεωρίας, τί ποτε ἄρα σεμνὸν καὶ θεοπρεπὲς ἐπικομίζονται, συνίδωμεν, μηδὲν μὲν ἐξ ἡμῶν, πάντα δὲ ταῖς αὐτῶν φωναῖς συγχρώμενοι, ὡς ἂν παρ' αὐτῶν αὖθις τὰ αὐτῶν οἰκεῖα καταμάθοιμεν.

3.pin.t Γ ΤΑ∆Ε ΤΟ ΤΡΙΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ

3.pin.1 αʹ. Περὶ τῆς Ἑλλήνων φυσικῆς θεολογίας βʹ. Περὶ τῆς Αἰγυπτίων ἀλληγορουμένης θεολογίας γʹ. Ὅτι περὶ τῶν αὐτῶν δʹ. Ὅτι τὴν πᾶσαν ἀναφορὰν τῆς τροπικῆς αὐτῶν θεωρίας ἐπὶ μόνα τὰ φαινόμενα κατ' οὐρανὸν ἄστρα ἐπί τε ὕδωρ καὶ πῦρ καὶ τὰ λοιπὰ μέρη τοῦ κόσμου μετῆγον εʹ. Ὅτι καὶ ταῦτα πάσης ὑπῆρχε μεστὰ καταγνώσεως ʹ. Ὅτι καὶ τῆς φυσικωτέρας αὐτῶν περὶ θεωρίας εὐλόγως ἀναχωρήσαντες τὴν μόνην καὶ ἀληθῆ θεολογίαν προετιμήσαμεν ζʹ. Ὁποίας οἱ νεώτεροι τῶν φιλοσόφων τοῖς περὶ θεῶν μύθοις συνέπλεξαν αἰτιολογίας ηʹ. Περὶ τῆς παλαιᾶς τῶν ξοάνων κατασκευῆς θʹ. Ἔτι περὶ τῆς ἀλληγορουμένης Ἑλλήνων