1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

9

ὀλίγῳ τούτων ἡμῖν οὐκ εἰς ἄχρηστον προγεγυμνασμένων ἀνίωμεν ἐπὶ τὴν πρώτην κατηγορίαν, καὶ τίνες ὄντες καὶ πόθεν ὁρμώμενοι τοῖς διερωτῶσιν ἀποκρινώμεθα. εʹ. ΟΤΙ ΜΗ ΑΝΕΥ ΣΩΦΡΟΝΟΣ ΛΟΓΙΣΜΟΥ ΤΗΣ ΠΑΤΡΙΟΥ ∆ΕΙΣΙ∆ΑΙΜΟΝΟΣ

ΠΛΑΝΗΣ ΑΝΕΧΩΡΗΣΑΜΕΝ Ὅτι μὲν οὖν τὸ γένος Ἕλληνες ὄντες καὶ τὰ Ἑλλήνων φρονοῦντες ἐκ παντοίων τε ἐθνῶν ὡς ἂν νεολέκτου στρατιᾶς λογάδες συνειλεγμένοι τῆς πατρίου δεισιδαιμονίας ἀποστάται καθεστήκαμεν, οὐδ' ἂν αὐτοί ποτε ἀρνηθείημεν· ἀλλὰ καὶ ὅτι ταῖς Ἰουδαϊκαῖς βίβλοις προσανέχοντες κἀκ τῶν παρ' αὐτοῖς προφητειῶν τὰ πλεῖστα τοῦ καθ' ἡμᾶς λόγου συνάγοντες οὐκέθ' ὁμοίως ζῆν τοῖς ἐκ περιτομῆς προσφιλὲς ἡγούμεθα, καὶ 1.5.11 τοῦτ' ἂν αὐτόθεν ὁμολογήσαιμεν. ὥρα τοιγαροῦν τούτων τὸν αἰτιολογισμὸν ὑποσχεῖν. πῶς οὖν ἄλλως δόξαιμεν εὖ πεποιηκέναι τὰ πάτρια καταλείψαντες εἰ μὴ πρῶτον εἰς μέσον αὐτὰ παραθέμενοι καὶ ἀγαγόντες ὑπ' ὄψιν τῶν ἐντευξομένων; οὕτω γὰρ ἂν γένοιτο φανερὰ καὶ τῆς εὐαγγελικῆς ἀποδείξεως ἡ θεία δύναμις, εἰ τοῖς πᾶσι πρὸ ὀφθαλμῶν τεθείη, 1.5.12 τίνων καὶ ὁποίων κακῶν τὴν ἴασιν εὐαγγελίζεται. πῶς δ' ἂν τὸ εὔλογον τῆς τῶν Ἰουδαϊκῶν γραμμάτων μεταδιώξεως φανείη μὴ οὐχὶ καὶ τῆς τούτων ἀρετῆς ἀποδειχθείσης; τίνι τε λόγῳ τὰς παρ' αὐτοῖς γραφὰς ἀσπαζόμενοι τὸν ὅμοιον τοῦ βίου τρόπον ἀποκλίνομεν, καλῶς ἂν ἔχοι διελθεῖν καὶ ἐπὶ πᾶσι, τίς ὁ καθ' ἡμᾶς τῆς εὐαγγελικῆς ὑποθέσεως λόγος καὶ τίς ἂν κυρίως λεχθείη ὁ Χριστιανισμός, οὔτε Ἑλληνισμὸς ὢν οὔτε Ἰουδαϊσμός, ἀλλά τις καινὴ καὶ ἀληθὴς θεοσοφία, ἐξ αὐτῆς 1.5.13 τῆς προσηγορίας τὴν καινοτομίαν ἐπαγομένη. φέρ' οὖν πρῶτον ἁπάντων τὰς παλαιοτάτας καὶ δὴ καὶ τὰς πατρίους ἡμῶν αὐτῶν θεολογίας κατὰ πᾶσαν πόλιν εἰσέτι καὶ νῦν τεθρυλημένας ἐπιθεωρήσωμεν τάς τε σεμνὰς τῶν γενναίων φιλοσόφων περί τε κόσμου συστάσεως καὶ περὶ θεῶν διαλήψεις, ἵνα γνῶμεν εἴτε καὶ ὀρθῶς ἀπέστημεν αὐτῶν, εἴτε 1.5.14 καὶ μή. θήσω δὲ οὐκ ἐμὰς φωνὰς ἐν τῇ τῶν δηλουμένων ἐκφάνσει, ἀλλ' αὐτῶν δὴ τῶν μάλιστα τὴν περὶ οὕς φασι θεοὺς εὐσέβειαν περισπούδαστον πεποιημένων, ὡς ἂν ὁ λόγος ἁπάσης ἐκτὸς τῆς περὶ τὸ πλάττεσθαι ἡμᾶς ὑπονοίας κατασταίη. 1.6.1 Φοίνικας τοιγαροῦν καὶ Αἰγυπτίους πρώτους ἁπάντων ἀνθρώπων κατέχει λόγος ἥλιον καὶ σελήνην καὶ ἀστέρας θεοὺς ἀποφῆναι μόνους τε εἶναι τῆς τῶν ὅλων γενέσεώς τε καὶ φθορᾶς αἰτίους, εἶτα δὲ τὰς παρὰ τοῖς πᾶσιν βοωμένας θεοποιίας τε καὶ θεογονίας εἰσηγήσασθαι τῷ 1.6.2 βίῳ· πρὸ δέ γε τούτων μηδένα μηδὲν πλέον τῶν κατ' οὐρανὸν φαινομένων εἰδέναι, ὀλίγων ἐκτὸς ἀνδρῶν τῶν παρ' Ἑβραίοις μνημονευομένων, οἳ διανοίας καθαρωτάτοις ὄμμασι πᾶν τὸ ὁρώμενον ὑπερκύψαντες τὸν κοσμοποιὸν καὶ τῶν ὅλων δημιουργὸν ἐσεβάσθησαν, ὑπερθαυμάσαντες τῆς τοσαύτης αὐτὸν σοφίας τε καὶ δυνάμεως, ἣν ἐκ τῶν ἔργων ἐφαντάσθησαν, καὶ μόνον εἶναι θεὸν πεισθέντες μόνον εἰκότως ἐθεολόγησαν, τὴν ἀληθῆ καὶ πρώτην καὶ μόνην ταύτην εὐσέβειαν παῖς παρὰ πα1.6.3 τρὸς διαδεξάμενοι καὶ φυλάξαντες. οἵ γε μὴν λοιποὶ τῶν ἀνθρώπων τῆσδε τῆς μόνης καὶ ἀληθοῦς ἀποπεσόντες εὐσεβείας τὰ φωσφόρα τῶν οὐρανίων σαρκὸς ὀφθαλμοῖς οἷα νήπιοι τὰς ψυχὰς καταπλαγέντες θεούς τε ἀνεῖπον καὶ θυσίαις τε καὶ προσκυνήσεσιν ἐγέραιρον, οὐ νεὼς δειμάμενοι οὐδ' ἀφιδρύμασι καὶ ξοάνοις θνητῶν εἰκόνας πλασάμενοι, πρὸς αἰθέρα δὲ καὶ αὐτὸν οὐρανὸν ἀποβλέποντες καὶ μέχρι τῶν τῇδε ὁρω1.6.4 μένων ταῖς ψυχαῖς ἐφικνούμενοι. ἀλλ' οὐ τῇδε ἄρα καὶ τοῖς μετέπειτα ἀνθρώποις τὰ τῆς πολυθέου πλάνης περιίστατο, ἐλαύνοντα δὲ εἰς βυθὸν κακῶν μείζονα τῆς ἀθεότητος τὴν δυσσέβειαν ἀπειργάζετο, Φοινίκων, εἶτα Αἰγυπτίων ἀπαρξαμένων τῆς πλάνης· παρ' ὧν φασι πρῶτον Ὀρφέα τὸν Οἰάγρου