1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

114

ταύτης, ἀλλ' αὐτὸς ἡγοῦ. καλὴ μὲν γάρ, ἀλλ' ἄπορος ἡμῖν καὶ φοβερά.» Τούτοις προστίθησι λέγων· 5.29.1 κζʹ. ΟΤΙ ΟΥ ΠΕΡΙ ΣΠΟΥ∆ΑΙΩΝ ΠΡΑΓΜΑΤΩΝ ΤΟΥΣ ΧΡΗΣΜΟΥΣ ΕΠΟΙΟΥΝΤΟ

«Σὺ δὲ καὶ περὶ γάμου ἕτοιμος λέγειν· Ἄργεος ἱπποβότου πῶλον λάβε κυανοχαίτην· 5.29.2 καὶ περὶ παίδων· Ἠετίων, οὔ τίς σε τίει πολύτιτον ἐόντα· λάβδα κύει, τέξει δ' ὀλοοίτροχον· 5.29.3 περὶ δὲ ἀποικίας· στέλλ' ἐπὶ χρυσείους ἄνδρας πολυεθνέα λαόν, ὤμοις μὲν χαλκὸν προφέρων, χερσὶν δὲ σίδηρον· 5.29.4 περὶ δὲ κενῆς δόξης· γαίης μὲν πάσης τὸ Πελασγικὸν οὖδας ἄμεινον· ἵπποι Θρηίκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες, ἄνδρες θ' οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. 5.29.5 καί μοι δοκεῖς οὐδὲν τῶν τερατοσκόπων καλουμένων κρείττων εἶναι, ἀλλ' οὐδὲ τῶν ἄλλων ἀγυρτῶν καὶ σοφιστῶν. ἀλλὰ τῶν μὲν ἔγωγε οὐδὲν ἐθαύμασα, εἰ μισθοῦ τραχηλίζουσιν, σοῦ δὲ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων, εἰ μισθοῦ τρα 5.29.6 χηλίζονται. εἶθ' ὁ μὲν Σωκράτης ἐκεῖνος οὐδέτερον ἀπεκρίνατο πρὸς τὸν ἐρωτήσαντα, πότερα γαμήσῃ ἢ μή, ἀλλ' ὅτι μετανοήσει ἀμφότερα. πρὸς δὲ τὸν ἐπιθυμοῦντα παίδων οὐκ εὖ ἔφη αὐτὸν ποιήσειν, ὃς ἐάσας ἐπιχειρεῖν ὅπως, εἴ οἱ παῖδες γένοιντο, ἄριστα αὐτοῖς χρῷτο, τούτου μὲν οὐδένα λόγον ἐποιήσατο, 5.29.7 αὐτὸ δὲ μόνον ἐσκοπεῖτο, πῶς αὐτῷ γένοιντο. ἑτέρου δὲ ἀποδημεῖν ἐγνωκότος διὰ τὸ κακῶς ἔχειν οἴκοι οὐκ ἔφη ὀρθῶς αὐτὸν βουλεύεσθαι· τὴν μὲν γὰρ πατρίδα αὐτόθι ἀπολιπὼν ἄπεισιν, τὴν δὲ ἀμαθίαν μεθ' ἑαυτοῦ ἄγων, ἥτις αὐτὸν καὶ τοῖς ἐκεῖ δυσαρεστεῖν ποιήσει καθάπερ καὶ τοῖς ἐνθάδε. καὶ οὐχ ὁπότε ἠρωτᾶτο μόνον, ἀλλὰ καὶ αὐτόκλητος ἐπὶ τὰς τοιάσδε συνουσίας ἰών. 5.30.1 κηʹ.

ΟΤΙ ΚΟΙΝΟΙΣ ΚΑΙ ΑΝΘΡΩΠΙΝΟΙΣ ΛΟΓΙΣΜΟΙΣ ΤΑ ΠΡΑΚΤΕΑ ΣΥΝΕΒΟΥΛΕΥΟΝ

Εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα οἴκῳ ἐνὶ σκιερῷ ∆ιονύσῳ χρῆσθαι ἰατρῷ Ἀθηναίοις ὑπὸ καύματος ἐνοχλουμένοις· ἰατρικόν, ἀλλ' οὐ μαντικόν. 5.30.2 Ἐργῖνε Κλυμένοιο πάϊ Πρεσβωνιάδαο, ὄψ' ἦλθες γενεὴν διζήμενος· ἀλλὰ καὶ ἔμπης ἱστοβοῆι γέροντι νέαν ποτίβαλλε κορώνην· γέροντι νέαν συνοικεῖν, εἰ παίδων ἐπιθυμεῖ, οὐ μάντεως οὐδὲ τοῦτο, ἀλλὰ φύσιν ἐπισταμένου. ἀλλ' ἡ ἐπιθυμία τοὺς βλᾶκας ἐξίστησιν. 5.31.1 κθʹ.

ΟΤΙ ΚΑΙ ΑΦΙΛΟΣΟΦΩΣ ΤΑ ΠΟΛΛΑ ΠΑΡΗΙΝΟΥΝ

∆ιόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ' αὐτοὺς λαμβάνειν, εἰ μὴ πείθοις μανθάνειν ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου φοιτητηρίου, ἢ Ἀντιόχῳ τῷ Παρίῳ ἀποβαλόντι τὴν οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ καὶ ὑπὸ λύπης ἥκοντι πρὸς σὲ λέγειν· Ἀντίοχ', εἰς Θάσον ἐλθὲ καὶ οἴκει εὐκλέα νῆσον· ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο ἀκούσας· Ἀντίοχ', εἰς νοῦν ἐλθὲ καὶ ἐν πενίᾳ μὴ ὀδύρου. 5.31.2 ἢ τοῖς ἥκουσι Κρητῶν· Φαιστοῦ καὶ Τάρρας ναέται ∆ίου τε πολύρρου, Πυθῷον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε, ὄλβον μὴ πατρίοισι νόμοις καὶ Ζῆνα σέβοντες. 5.31.3 οἷς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν· λήρου καὶ μανίας ναέται πολλοῦ θ' ἅμα τύφου, οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν εὐαγέοντας, ὅπως σοφίαν καταναιετάητε, ὄλβον μὴ πατρίοισι νόμοις, θείοις δὲ σέβοντες· ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ, Ὀρφικούς τινας ἢ Ἐπιμενιδείους καθαρμοὺς φανταζόμενος. 5.32.1 λʹ.