1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

104

ἡγοῦμαι σαφῶς ἐληλέγχθαι ὡς ἄρα περίγειοί τινες καὶ φιλοπαθεῖς δαίμονες ἥλωσαν αὐτῶν ὄντες οἱ θεοί· διό μοι δοκῶ 5.15.4 σώφρονι λογισμῷ τὴν ἀποστροφὴν αὐτῶν πεποιῆσθαι. ὁρᾷς γοῦν ὡς κρατεῖν αὐτοὺς ἔν τισι γῆς χωρίοις τοὺς κατὰ μαγείαν φασὶ τύπους καὶ τοὺς τοιούσδε χαρακτῆρας, δέον, εἴπερ ἄρα θεῖόν τι ἦν ἀληθῶς, μηδ' ἀλλαχῆ πη ἐπιβαίνειν ἢ ἐν μόνῃ ψυχῆς διανοίᾳ, καὶ ταύτῃ παντὸς ῥύπου καὶ πάσης κηλῖδος κεκαθαρμένῃ σωφροσύνῃ τε καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς 5.15.5 κεκοσμημένῃ. τούτων γὰρ ἐν ἀνθρώπου ψυχῇ ὡς ἂν ἀληθῶς ἱερῷ χωρίῳ προϋποκειμένων, εἰκότως ἂν ἐπέλθοι θείου πνεύματος παρουσία· οὐδ' ἂν ἦν ἔτι χρεία τῆς κακοτέχνου γοητείας τῶν εἰς ὑποδοχὴν τοῦ θείου 5.15.6 κατὰ τὴν ἐνάρετον καὶ φιλόθεον ψυχὴν προηυτρεπισμένων. ὥστε διαρρήδην ἐξ ἁπάντων τούτων περιγείους τινὰς ἁλίσκεσθαι φιλοπαθεῖς τε καὶ φιλοσωμάτους ὑπάρχειν δαίμονας τοὺς περὶ ὧν ἡμῖν ὁ προκείμενος τυγχάνει λόγος· ἀλλὰ γὰρ ἑξῆς τούτοις ἄκουε οἷα ὁ αὐτὸς συγγραφεὺς περὶ τοῦ ἐκλελοιπέναι αὐτῶν τὰ βοώμενα χρηστήρια ἐν τοῖς αὐτοῖς τίθησι τοῦτον τὸν τρόπον· 5.16.1 ιʹ.

ΠΕΡΙ ΤΩΝ ΕΚΛΕΛΟΙΠΟΤΩΝ ΧΡΗΣΤΗΡΙΩΝ ΑΥΤΟΣ Ο ΑΠΟΛΛΩΝ ΕΧΡΗΣΕ

ΤΑ∆Ε «Ἀμφὶ δὲ Πυθὼ καὶ Κλαρίην, μαντεύματα Φοίβου, αὐδήσει φάτις ἡμετέρη θεμιτώδεσιν ὀμφαῖς. μυρία μὲν γαίης μαντήια θέσκελα νώτῳ ἐβλύσθη πηγαί τε καὶ ἄσθματα δινήεντα· καὶ τὰ μὲν ἂψ χθονίοισιν ὑπαὶ κόλποισιν ἔδεκτο αὐτὴ γαῖα χανοῦσα, τὰ δ' ὤλεσε μυρίος αἰών. μούνῳ δ' Ἠελίῳ φαεσιμβρότῳ εἰσέτ' ἔασιν ἐν ∆ιδύμων γυάλοις Μυκαλήϊον ἔνθεον ὕδωρ Πυθῶνός τ' ἀνὰ πέζαν ὑπαὶ Παρνάσιον αἶπος καὶ κραναὴ Κλαρίη, τρηχὺ στόμα φοιβάδος ὀμφῆς. Νικαεῦσι δὲ χρῶν ἔφη· Πυθῷον δ' οὐκ ἔστιν ἀναρρῶσαι λάλον ὀμφήν· ἤδη γὰρ δολιχοῖσιν ἀμαυρωθεῖσα χρόνοισι βέβληται κληῖδας ἀμαντεύτοιο σιωπῆς. ῥέξατε δ' ὡς ἔθος ἐστὶ θεόπροπα θύματα Φοίβῳ.» 5.16.2 Τούτοις κατὰ καιρὸν ἐνταῦθα προσήκει καὶ τὰ Πλουτάρχου προσθεῖναι ἀφ' οὗ πεποίηται συγγράμματος «Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων»· «Παυσαμένου δὲ τοῦ Ἀμμωνίου, Μᾶλλον, ἔφην ἐγώ, περὶ τοῦ μαντείου δίελθε ἡμῖν, ὦ Κλεόμβροτε· μεγάλη γὰρ ἡ παλαιὰ δόξα τῆς ἐκεῖ θεότητος, 5.16.3 τὰ δὲ νῦν ἔοικεν ἀπομαραίνεσθαι. τοῦ δὲ Κλεομβρότου σιωπῶντος καὶ κάτω βλέποντος ὁ ∆ημήτριος οὐδὲν ἔφη δεῖν περὶ τῶν ἐκεῖ πυνθάνεσθαι καὶ διαπορεῖν, τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυεῖν ἁπάντων ἔκλειψιν ὁρῶντας, ἀλλὰ κοινῇ σκοπεῖν δι' ἣν αἰτίαν οὕτως ἐξησθέ5.16.4 νηκε. τὰ γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου γε τὴν Βοιωτίαν ἕνεκα χρηστηρίων πολύφωνον οὖσαν ἐν τοῖς πρότερον χρόνοις νῦν ἐπιλέλοιπεν κομιδῆ, καθάπερ νάματα, καὶ πολὺς ἐπέσχεν μαντικῆς αὐχμὸς τὴν χώραν. οὐδαμοῦ γὰρ ἀλλαχόθι νῦν ἢ περὶ Λεβάδειαν ἡ Βοιωτία παρέχει τοῖς χρῄζουσιν ἀρύσασθαι μαντικῆς· τῶν δ' ἄλλων τὰ μὲν σιγή, τὰ δὲ παντελὴς ἐρημία κατέσχηκεν.» Ἔτι πρὸς τούτοις ὁ αὐτὸς περὶ τοῦ καὶ θνήσκειν αὐτῶν τοὺς δαίμονας ταῦτα γράφει· 5.17.1 ιζʹ. ΠΕΡΙ ΤΟΥ ΚΑΙ ΘΝΗΣΚΕΙΝ ΤΟΥΣ ∆ΑΙΜΟΝΑΣ ΟΥΣ ∆Η ΩΣ ΘΕΟΥΣ ΤΙΜΩΣΙΝ «Τὸ μὲν ἐφεστάναι τοῖς χρηστηρίοις, εἶπεν, μὴ θεούς, οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι. τὸ δὲ τοῖς δαίμοσι τούτοις, μονονουχὶ δραχμὴν λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους, ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, 5.17.2 θρασύτερον ἡγοῦμαι καὶ