1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

25

διαφερόντως ὑπ' Αἰγυπτίων τιμώμενον, οὗ καὶ ἐπώνυμον εἶναι τὴν Πανὸς πόλιν. ὄντι δὲ αὐτῷ περὶ τὴν Τα2.1.11 φόσιριν ἀχθῆναι τὸ τῶν Σατύρων γένος. φιλόμουσον δὲ ὄντα περιάγειν πλῆθος μουσουργῶν, ἐν οἷς παρθένους ἐννέα δυναμένας ᾄδειν καὶ τἆλλα πεπαιδευμένας, τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομένας Μούσας, ὧν ἡγεῖσθαι τὸν 2.1.12 Ἀπόλλωνα. παντὸς δὲ ἔθνους ὡς θεὸν ἀποδεχομένου τὸν Ὄσιριν διὰ τὰς 2.1.13 εὐεργεσίας πανταχοῦ μνημεῖα ἑαυτοῦ καταλιπεῖν. κτίσαι δὲ καὶ πόλεις οὐκ 2.1.14 ὀλίγας ἐν Ἰνδοῖς. ἐπελθεῖν δὲ καὶ τὰ ἄλλα τὰ κατὰ τὴν Φρυγίαν ἔθνη καὶ περαιωθῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς τὴν Εὐρώπην. καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολιπεῖν βασιλέα τῆς Μακεδονίας, Τριπτολέμῳ δὲ ἐπιτρέψαι 2.1.15 τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας. καὶ μετὰ ταῦτα ἐξ ἀνθρώπων εἰς θεοὺς μεταστάντα τυχεῖν ὑπὸ Ἴσιδος καὶ Ἑρμοῦ ἱερῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἐν θεοῖς τιμῶν. τούτους δὲ καὶ τελετὰς καταδεῖξαι καὶ πολλὰ 2.1.16 περὶ αὐτοῦ μυστικῶς εἰσηγήσασθαι. ἀναιρεθῆναι δὲ αὐτὸν ὑπὸ Τυφῶνος τοῦ ἀδελφοῦ, πονηροῦ καὶ ἀσεβοῦς ὄντος· ὃν διελόντα τὸ σῶμα τοῦ φονευθέντος εἰς ἓξ καὶ εἴκοσι μέρη δοῦναι τῶν συνεπιτιθεμένων ἑκάστῳ μερίδα, 2.1.17 βουλόμενον ἅπαντας μετασχεῖν τοῦ μύσους. τὴν δὲ Ἶσιν ἀδελφὴν οὖσαν Ὀσίριδος καὶ γυναῖκα μετελθεῖν τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς αὐτῆς Ὥρου. ἀνελοῦσαν δὲ τὸν Τυφῶνα καὶ τοὺς συμπράξαντας παρὰ τὴν 2.1.18 νῦν Ἀνταίου κώμην καλουμένην βασιλεῦσαι τῆς Αἰγύπτου. εὑροῦσαν δὲ πάντα τὰ μέρη τοῦ σώματος πλὴν τῶν αἰδοίων τοῦ Ὀσίριδος ἑκάστῳ μέρει περιπλάσαι λέγουσιν αὐτὴν τύπον ἀνθρωποειδῆ, παραπλήσιον Ὀσίριδι τὸ μέγεθος, ἐξ ἀρωμάτων καὶ κηροῦ καὶ παραδοῦναι τοῖς ἱερεῦσι καθ' ὅλης τῆς Αἰγύπτου τιμᾶν. καθιερῶσαι δὲ καὶ τῶν γινομένων παρ' αὐτοῖς ζῴων ἓν 2.1.19 ὁποῖον ἂν βουληθῶσιν. τοὺς δὲ ταύρους τοὺς ἱερούς, τόν τε ὀνομαζόμενον Ἆπιν καὶ τὸν Μνεῦιν, Ὀσίριδι καθιερωθῆναι, καὶ τούτους σέβεσθαι καθάπερ θεοὺς κοινῇ καταδειχθῆναι πᾶσιν Αἰγυπτίοις· ταῦτα γὰρ τοῖς εὑροῦσι τὸν τοῦ σίτου καρπὸν συνεργῆσαι πρὸς τὸν σπόρον καὶ τὰς κοινὰς γεωργίας. ὀμόσαι 2.1.20 δὲ τὴν Ἶσιν μηδενὸς ἀνδρὸς ἔτι συνουσίαν προσδέξασθαι· μεταστᾶσαν δὲ καὶ αὐτὴν ἐξ ἀνθρώπων τυχεῖν ἀθανάτων τιμῶν καὶ ταφῆναι κατὰ τὴν Μέμφιν. 2.1.21 τὰ μὲν οὖν ἀνευρεθέντα τοῦ Ὀσίριδος μέρη ταφῆς ἀξιωθῆναί φασι τὸν εἰρημένον τρόπον· τὸ δὲ αἰδοῖον ὑπὸ μὲν Τυφῶνος εἰς τὸν ποταμὸν ῥιφῆναι λέγουσιν, ὑπὸ δὲ τῆς Ἴσιδος οὐδὲν ἧττον τῶν ἄλλων ἀξιωθῆναι τιμῶν ἰσοθέων. 2.1.22 ἔν τε γὰρ τοῖς ἱεροῖς εἴδωλον αὐτοῦ κατασκευάσασαν τιμὰς καταδεῖξαι καὶ τελετὰς καὶ τὰς θυσίας τὰς τῷ θεῷ τούτῳ γινομένας ἐντιμοτάτας ποιῆσαι. διὸ καὶ τοὺς Ἕλληνας ἐξ Αἰγύπτου παρειληφότας τὰ περὶ τοὺς ὀργιασμοὺς καὶ τὰς ∆ιονυσιακὰς ἑορτὰς τιμᾶν τοῦτο τὸ μόριον ἐν τοῖς μυστηρίοις καὶ ταῖς 2.1.23 τοῦ θεοῦ τούτου τελεταῖς τε καὶ θυσίαις, ὀνομάζοντας αὐτὸ φαλλόν. τοὺς δὲ λέγοντας ἐν Θήβαις ταῖς Βοιωτικαῖς γεγονέναι τὸν θεὸν ἐκ Σεμέλης καὶ ∆ιὸς σχεδιάζειν. Ὀρφέα γὰρ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα τῆς τελετῆς καὶ τῶν ∆ιονυσιακῶν μυστηρίων μεταλαβεῖν τοῖς τε Καδμείοις φίλον ὄντα καὶ τετιμημένον ὑπ' αὐτῶν μεταθεῖναι τοῦ θεοῦ τὴν γένεσιν ἐκείνοις χαριζόμενον, τοὺς δὲ ὄχλους τὰ μὲν διὰ τὴν ἄγνοιαν, τὰ δὲ διὰ τὸ βούλεσθαι τὸν θεὸν Ἕλληνα ὀνομάζεσθαι προσδέξασθαι προσηνῶς τὰς τελετὰς καὶ τὰ 2.1.24 μυστήρια. ἀφορμὰς δὲ ἔχειν τὸν Ὀρφέα πρὸς τὴν μετάθεσιν τῆς τοῦ θεοῦ γενέσεως καὶ τελετῆς τοιαύτας· Κάδμον ἐκ Θηβῶν ὄντα τῶν Αἰγυπτίων γεννῆσαι σὺν ἄλλοις τέκνοις καὶ Σεμέλην· ταύτην δὲ ὑφ' ὅτου δήποτε φθαρεῖσαν ἔγκυον γενέσθαι καὶ τεκεῖν ἑπτὰ μηνῶν διελθόντων βρέφος οἷόν περ οἱ κατ' 2.1.25 Αἴγυπτον τὸν Ὄσιριν γεγονέναι νομίζουσιν· τὸν δὲ Κάδμον τελευτῆσαν τὸ βρέφος χρυσῶσαι καὶ τὰς καθηκούσας αὐτῷ ποιήσασθαι θυσίας, ἀνάψαι δὲ καὶ τὴν γένεσιν εἰς ∆ία, σεμνύνοντα τὸν Ὄσιριν καὶ τῆς φθαρείσης τὴν διαβολὴν ἀφαιρούμενον. διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐκδοθῆναι λόγον ὡς ἡ Κάδ2.1.26 μου θυγάτηρ Σεμέλη τέτοκεν ἐκ