1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

93

δὴ οὖν κατὰ τήνδε τὴν ὁμολογίαν Ἰησοῦ τιμωμένου οὐδεμιᾶς τις θεῶν δημοσίας ὠφελείας ᾔσθετο, μηκέτ' οὔσης μήτε Ἀσκληπιοῦ ἐπιδημίας μήτε τῶν ἄλλων θεῶν, πόθεν δὴ 5.1.12 λοιπὸν τὸ ὡς περὶ θεῶν καὶ ἡρώων δόγμα; τί γὰρ οὐχὶ μᾶλλον τὰ τῶν θεῶν καὶ τὰ Ἀσκληπιοῦ κρατεῖ τῆς Ἰησοῦ δυνάμεως; εἰ δὴ ὁ μὲν θνητός, ὡς ἂν φαῖεν, ἄνθρωπος τάχα δ' ἂν εἴποιεν ὅτι καὶ πλάνος, οἱ δὲ σωτῆρες καὶ θεοί, τί δῆτα τοίνυν πάντες ἀθρόως αὐτῷ Ἀσκληπιῷ πεφεύγασι, τὰ νῶτα τῷ θνητῷ καὶ πᾶσαν ἑξῆς ὑποχείριον τὴν ἀνθρωπότητα τῷ μηκέτ' ὄντι, 5.1.13 ὡς ἂν εἴποιεν αὐτοί, παραδεδωκότες; ὁ δὲ καὶ μετὰ θάνατον παρὰ πᾶσιν τοῖς ἔθνεσιν ὁσημέραι διαιωνίζει τιμώμενος, ἄντικρυς τῆς μετὰ τὸν θάνατον ζωῆς τὸ ἐναργὲς καὶ ἔνθεον τοῖς οἵοις τε συνορᾶν ἐπιδεικνύμενος. 5.1.14 ἀλλὰ καὶ εἷς ὢν καί, ὡς ἄν τις ὑπολάβοι, μόνος τὸ πλῆθος τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην θεῶν ἐλαύνει καὶ τάς γε τιμὰς αὐτῶν ἀθετῶν κρατεῖ, ὡς τοὺς μὲν θεοὺς μηκέτ' εἶναι μηδὲ ἐνεργεῖν μηδέ ποι παραφαίνεσθαι μηδὲ συνήθως ταῖς πόλεσιν ἐπιδημεῖν, ὅτι μὴ θεοί, δαίμονες δ' ἦσαν πονηροί, μόνου δὲ αὐτοῦ καὶ τοῦ καταπέμψαντος αὐτὸν θεοῦ τῶν ὅλων αὔξειν ὁσημέραι τὰς τιμὰς καὶ εἰς μεῖζον ἀρετῆς καθ' ὅλης τῆς ἀνθρωπότητος ἐπιδιδόναι· 5.1.15 δέον ἔμπαλιν τοὺς μὲν θεούς, εἰ δή τινες ὄντως ἦσαν τῶν ἐπὶ γῆς κηδε5.1.15 μόνες, τοῦ μὲν ἄρδην μεταστήσασθαι τὴν πλάνην, εἰ ἄρα τις ἦν, αὐτοὺς δὲ τὰς 5.1.16 ἐξ αὐτῶν θεραπείας τε καὶ ὠφελείας ἀφθόνως τοῖς πᾶσιν ἐμπαρέχειν. νυνὶ δὲ τοῖσδε καὶ τοῦτ' ἐπικεχείρηται μὲν πολλάκις διὰ τῶν κατὰ χρόνους ἀρχόντων τὴν τοῦ σωτῆρος ἡμῶν κραταιότατα πολεμησάντων διδασκαλίαν, ἄπρακτον δ' ὅμως εὕροντο τῆς ἐγχειρήσεως τὸ τέλος, ὑπερνικώσης τοὺς πάντας ἀεὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως καὶ πάσας τὰς κατὰ τῆς διδασκαλίας αὐτοῦ τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεις καθαιρούσης αὐτούς τε ἐλαυνούσης, δαίμονας μὲν ἀληθῶς φαύλους ὄντας, ψευδῶς δὲ νενομισμένους εἶναι θεοὺς ἢ καὶ ἀγαθοὺς δαίμονας. 5.2.1 βʹ.

ΤΙΣ Ο ΤΡΟΠΟΣ ΤΗΣ ∆ΑΙΜΟΝΙΚΗΣ ΕΝΕΡΓΕΙΑΣ

Οἵδε γοῦν περίγειοί τινες ὄντες καὶ καταχθόνιοι τόν τε ἐπὶ γῆν βαρὺν καὶ ζοφερὸν ἀέρα περιπολοῦντες καὶ τὸ σκότιον καὶ γεῶδες οἰκητήριον ἔχειν κατακεκριμένοι δι' ἃς ὕστερον ἀποδώσομεν αἰτίας, τάφοις νεκρῶν καὶ μνήμασι καὶ πάσῃ τῇ μυσαρᾷ καὶ ἀκαθάρτῳ ὕλῃ ἐμφιλοχωροῦντες αἵμασί τε καὶ λύθροις καὶ παντοίων ζῴων σώμασιν τῇ τε ἐκ τῶν ἀναθυμιωμένων καὶ ἀπὸ γῆς ἐξατμιζομένων ἀναδόσει χαίροντες οἵ τε τούτων ἄρχοντες ἀέριοί τινες ὑπάρχοντες ἢ καὶ καταχθόνιοι δυνάμεις, ἐπεὶ κατέμαθον τὸ ἀνθρώπειον γένος κάτω που περὶ νεκρῶν ἀνδρῶν θεοποιίαν ἰλυσπώμενον θυσίαις τε καὶ κνίσαις ταῖς δὴ μάλιστα αὐτοῖς κεχαρισμέναις διὰ πάσης σπουδῆς ἐκπονούμενον, ἐγγύθεν ἔφεδροι καὶ συνεργοὶ τῆς πλάνης παρῆσαν, τοῖς τῶν ἀνθρώπων κακοῖς ἐπεντρυφῶντες καὶ τοὺς ἠλιθίους τὰς ψυχὰς εὐχερῶς ἀπατῶντες κινήσεσί τισι τῶν ξοάνων, ἃ δὴ ἐπὶ τιμῇ τῶν κατοιχομένων ἀνδρῶν πρὸς τῶν παλαιῶν ἀφιέρωτο, καὶ ταῖς διὰ χρησμῶν φαντασίαις θεραπείαις τε σωμάτων, ἃ διὰ τῆς οἰκείας αὐτῶν ἐνεργείας ἀφανῶς αὐτοὶ λυμαινόμενοι πάλιν οἱ αὐτοὶ 5.2.2 διὰ τῆς ἐξ αὐτῶν ἀνέσεως ἐλευθέρους παθῶν ἠφίεσαν. δι' ὧν ἐπὶ μᾶλλον κατὰ κρημνῶν ἔφερον τοὺς δεισιδαίμονας, ὡς αὐτοὺς εἶναι νομίζειν τοτὲ μὲν οὐρανίους δυνάμεις καί τινας ἀληθῶς θεούς, τοτὲ δὲ τὰς τῶν τεθεοποιη5.2.3 μένων ἡρώων ψυχάς. ἐντεῦθεν γοῦν ἤδη μείζων τις εἶναι καὶ σεμνοτέρα τοῖς πολλοῖς ἐνομίζετο ἡ τῆς πολυθέου πλάνης ὑπόληψις, μεταβαινούσης τῆς διανοίας ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὸ ἀφανὲς τῶν ἐγκρυπτομένων τοῖς ξοάνοις 5.2.4 καὶ τὴν πλάνην κραταιότερον ἐπικυρούσης. οὕτω δῆτα λοιπὸν οἱ περίγειοι δαίμονες οἵ τε ἀμφὶ τὸν ἀέρα