1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

65

λέγει διδάσκων· «Εὔχομαι βροτὸς γεγὼς Πανὶ συμφύτῳ θεῷ, δισσοκέρατι, δισσόποδι, τραγοσκελεῖ, τρυφῶντι.» 3.14.9 ταῦτα ἐν ἀπορρήτοις τῆς ἐκ λογίων φιλοσοφίας ὁ δηλωθεὶς ἀνὴρ τέθειται. οὐκέτ' ἄρα ὁ Πὰν σύμβολον ἦν τοῦ παντός, δαίμων δ' ἂν εἴη τις τοιοῦτος οἷος καὶ ὑπογέγραπται ὁ καὶ τὸν χρησμὸν ἐκδούς· οὐ γὰρ δὴ τὸ πᾶν καὶ ὁ σύμπας κόσμος ἔχρησεν τὰ προκείμενα. τούτου τοιγαροῦν τοῦ δαίμονος, ἀλλ' οὐ τοῦ παντὸς τὴν εἰκόνα ἐκτυπώσαντες ἄνδρες τὸ προγεγραμμένον ἐμιμή 3.14.10 σαντο σχῆμα. καὶ ὁ Ἑρμῆς δὲ πῶς ἂν νοοῖτο πάντων ποιητικός τε καὶ ἑρμηνευτικὸς λόγος, μητέρα Μαῖαν τὴν Ἄτλαντος ὁμολογῶν ἐσχηκέναι τήν γε 3.14.11 περὶ αὐτοῦ λεγομένην μυθολογίαν, ἀλλ' οὐ φυσιολογίαν ἐγκρίνας; οὕτω καὶ ὁ Ἀσκληπιὸς πῶς ἂν μετάγοιτο εἰς ἥλιον, πατρίδα τὴν Τρίκκην ἐπιγραφόμενος καὶ ἀπὸ θνητῆς ὁμολογῶν γεγονέναι μητρός; πῶς δὲ ἥλιος ὢν αὐτὸς τοῦ ἡλίου πάλιν υἱὸς ἀποφανθείη; ἐπεὶ καὶ τὸν αὐτοῦ πατέρα τὸν Φοῖβον οὐκ 3.14.12 ἄλλον εἶναι τοῦ ἡλίου ἐφυσιολόγησαν. ἐξ ἡλίου δὲ καὶ θνητῆς γυναικὸς φάναι αὐτὸν πῶς οὐ πάντων καταγελαστότατον; ἐπεὶ καὶ αὐτὸν τὸν πατέρα ἥλιον, ὃν δὴ Ἀπόλλωνά φασιν εἶναι, πῶς εἰκὸς ἐν ∆ήλῳ γεγενῆσθαι τῇ νήσῳ 3.14.13 ὑπὸ θνητῆς πάλιν μητρὸς τῆς Λητοῦς; ἐνταῦθά μοι τήρει ὁπόσους Ἕλληνες θεοὺς γεννητοὺς γυναικῶν ἐθεολόγησαν, εἰς παράθεσιν, εἴ ποτε πειρῷντο σκώπτειν τὴν τοῦ ἡμετέρου σωτῆρος γένεσιν, καὶ ὅτι οὐ ποιητῶν εἰσι φωναί, ἀλλ' αὐτῶν τῶν θεῶν αἱ προκείμεναι σημειώσεις. 3.15.1

ιβʹ. ΟΤΙ ΚΑΙ ΤΑΣ ΤΩΝ ΦΙΛΟΣΟΦΩΝ ΘΕΩΡΙΑΣ ΒΕΒΑΙΟΥΣΙ ∆ΙΑ ΤΩΝ ΧΡΗΣΜΩΝ ΕΝΑΝΤΙΩΣ ΤΟΙΣ ΠΕΡΙ ΑΥΤΩΝ ΜΥΘΟΙΣ ΑΛΛΗΓΟΡΟΥΝΤΕΣ

Ποιητῶν μὲν οὖν, ὥς φασι, μύθους περὶ θεῶν πλαττομένων, φιλοσόφων δὲ φυσιολογούντων χρῆν δήπου εἰκότως τῶν μὲν καταφρονεῖν, τοὺς δὲ θαυμάζειν ὡς φιλοσόφους καὶ μᾶλλον τῶν ποιητικῶν λήρων τὰς τῶν κρειττόνων ἐκδέχεσθαι πιθανολογίας. θεῶν δ' αὖ πάλιν καὶ φιλοσόφων εἰς ἅμιλ λαν κατιόντων καὶ τῶν μὲν ἐν χρησμοῖς τὰ καθ' ἑαυτούς, ὡς ἂν μᾶλλον εἰδότων, ἀκριβῶς διδασκόντων, τῶν δὲ εἰς ἀσυμφώνους καὶ ἀναποδείκτους εὑρησιλογίας τὰς περὶ ὧν μὴ ἴσασιν ὑπονοίας περιτρεπόντων, τίσιν αἱρεῖ λόγος πείθεσθαι; 3.15.2 ἢ τοῦτο οὐδ' ἐρωτᾶν ἄξιον; εἰ δὴ οὖν ἀληθεύουσιν οἱ θεοὶ κυροῦντες τὰς περὶ ἑαυτῶν ἀνθρωποπαθείας, ψευδεῖς ἂν εἶεν οἱ ἀθετοῦντες αὐτάς· εἰ δὲ τῶν φιλοσόφων ἀληθεῖς αἱ φυσιολογίαι, ψευδεῖς γένοιντ' ἂν αἱ τῶν θεῶν 3.15.3 μαρτυρίαι. ἀλλὰ καὶ αὐτός, εἴποι τις ἄν, ὁ Ἀπόλλων ἔφη που ἐν χρησμοῖς ἐρωτηθεὶς περὶ ἑαυτοῦ ὅστις εἴη· «Ἥλιος, Ὧρος, Ὄσιρις, ἄναξ ∆ιὸς υἱὸς Ἀπόλλων ὡρῶν καὶ καιρῶν ταμίης ἀνέμων τε καὶ ὄμβρων, ἠοῦς καὶ νυκτὸς πολυάστερος ἡνία νωμῶν, ζαφλεγέων ἄστρων βασιλεὺς ἡδ' ἀθάνατον πῦρ.» 3.15.4 οὐκοῦν οἱ αὐτοὶ καὶ τοῖς τῶν ποιητῶν μύθοις καὶ ταῖς τῶν φιλοσόφων ὑπονοίαις συμφέρονται, μαχομένοις συνιστάμενοι. εἰ γὰρ μητέρας ἐπιγράφονται θνητὰς καὶ πατρίδας τὰς ἐπὶ γῆς ὁμολογοῦσιν, πῶς ἂν εἶεν οἵους φυσιολο3.15.5 γοῦσιν; ἔστω γὰρ ὁ Ἀπόλλων ἥλιος-πάλιν γὰρ ἄνω καὶ κάτω εἰς τὰ αὐτὰ περιτρέχων αὐτοῖς ἁλώσεται ὁ λόγος-πῶς οὖν ἡ ∆ῆλος, ἡ κατὰ θάλατταν εἰσέτι νῦν προφαινομένη νῆσος, γένοιτ' ἂν τοῦ ἡλίου πατρὶς καὶ μήτηρ ἡ Λητώ; ταυτὶ γὰρ ἀρτίως ἐκύρουν ὡς ἀληθῆ γε ὄντα οἱ αὐτοῦ χρησμοί. πῶς δὲ καὶ τοῦ Ἀσκληπιοῦ θνητοῦ ἀνδρὸς τὴν φύσιν γένοιτ' ἂν ὁ ἥλιος πατήρ, ἐκ θνητῆς αὐτὸν γυναικὸς πεποιημένος; ἀλλὰ παρείσθω ταῦτα. 3.16.1