1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

101

ταῖς εὐποιίαις τοὺς δεομένους, 5.9.15 ἀλλὰ μὴ περιμένειν ἀνάγκην· εἰ δ' οὐ καλὸν ἦν οὐδ' ὠφελοῦν τὸ πρατ5.9.15 τόμενον, διὸ μηδὲ κατὰ γνώμην αὐτοῖς γίνεσθαι, καὶ πῶς ἂν ἀγαθοὶ εἶεν, 5.9.16 τὸ μὴ καλὸν μηδὲ συμφέρον πράττοντες; πῶς δὲ θαυμάζεσθαι ἄξιοι καὶ θεραπείαις θεῶν τιμᾶσθαι οἱ καὶ τοῖς τυχοῦσι γόησι τὸν τρόπον πανωλεστάτοις καταδουλούμενοι καὶ τὸ μὴ καλὸν μηδὲ συμφέρον παρὰ γνώμην πράττειν ἀναγκαζόμενοι ἀγόμενοί τε καὶ καθελκόμενοι, οὐ δι' ἀποδοχὴν σωφροσύνης ἀνθρώπων οὐδὲ ἀρετῆς χάριν ἤ τινος μέρους φιλοσοφίας, μεθόδοις δὲ γοήτων ἀπειρημέναις, ἃς ὁ αὐτὸς αὖθις συγγραφεὺς ἐν τῇ πρὸς τὸν εἰρημένον Αἰγύπτιον ἐπιστολῇ, ὡς ἂν προφήτῃ τἀληθῆ καὶ ἀπόρρητα κοινούμενος, τέθειται, τοὺς λόγους, καθ' οὓς ταῦτα συντελοῦσιν, ἀξιῶν παρ' αὐτοῦ διδαχθῆναι; πυνθάνεται γοῦν ὧδέ πως ἀπορῶν καὶ λέγων· 5.10.1 ιʹ.

ΟΠΟΙΑΙΣ ΜΕΘΟ∆ΟΙΣ ΟΙ ΘΑΥΜΑΣΙΟΙ ΑΥΤΩΝ ΘΕΟΙ ΤΟΙΣ ΓΟΗΣΙΝ

ΥΠΟΤΑΤΤΟΝΤΑΙ «Πάνυ δέ με θράττει πῶς ὡς κρείττους παρακαλούμενοι ἐπιτάττονται ὡς χείρους καὶ δίκαιον εἶναι ἀξιοῦντες τὸν θεράποντα τὰ ἄδικα αὐτοὶ κελευσθέντες δρᾶν ὑπομένουσιν καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ 5.10.2 ὀκνοῦσιν. καὶ ἀπὸ ἐμψύχων μὲν ἀποχῆς κελεύουσιν δεῖν εἶναι τοὺς ὑποφήτας, ἵνα μὴ τοῖς ἀπὸ τῶν σωμάτων ἀτμοῖς χραίνωνται αὐτοὶ δὲ ἀτμοῖς τοῖς ἀπὸ θυσιῶν μάλιστα δελεάζονται, καὶ νεκροῦ μὲν ἀθιγῆ δεῖν εἶναι τὸν 5.10.3 ἐπόπτην, διὰ νεκρῶν δὲ τὰ πολλὰ ζῴων αἱ θεαγωγίαι ἐκτελοῦνται. πολλῷ δὲ τούτων ἀλογώτερον τὸ μὴ δαίμονι, εἰ τύχοι, ἢ ψυχῇ τεθνηκότος, αὐτῷ δὲ τῷ βασιλεῖ Ἡλίῳ ἢ Σελήνῃ ἤ τινι τῶν κατ' οὐρανὸν ἄνθρωπον τῷ τυχόντι ὑποχείριον ἀπειλὰς προσφέροντα ἐκφοβεῖν, ψευδόμενον ἵν' ἐκεῖνοι ἀληθεύσωσι. 5.10.4 τὸ γὰρ λέγειν ὅτι τὸν οὐρανὸν προσαράξει καὶ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖ καὶ τὸ ἐν Ἀβύδῳ ἀπόρρητον δείξει καὶ τὴν βᾶριν στήσει καὶ τὰ μέλη τοῦ Ὀσίριδος διασκεδάσει τῷ Τυφῶνι, τίνα οὐχ ὑπερβολὴν ἐμπληξίας μὲν τῷ ἀπειλοῦντι ἃ μήτε οἶδεν μήτε δύναται, καταλείπει, ταπεινότητος δὲ τοῖς δεδοι5.10.5 κόσιν οὕτως κενὸν φόβον καὶ πλάσματα, ὡς κομιδῆ παῖδες ἀνόητοι; καίτοι καὶ Χαιρήμων ὁ ἱερογραμματεὺς ἀναγράφει ταῦτα, ὡς καὶ παρ' Αἰγυπτίοις θρυ5.10.6 λούμενα, καὶ ταῦτά φασιν εἶναι καὶ τὰ τοιαῦτα βιαστικώτατα. αὐταὶ δὲ αἱ εὐχαὶ τίνα ἔχουσιν λόγον, τὸν ἐξ ἰλύος ἀναφανέντα λέγουσαι καὶ ἐπὶ τῷ λωτῷ καθήμενον καὶ ἐπὶ πλοίου ναυτιλλόμενον καὶ καθ' ὥραν τὰς μορφὰς ἀμείβοντα καὶ κατὰ ζῴδιον μετασχηματιζόμενον; οὕτω γάρ φασιν αὐτοπτεῖσθαι, ἀγνοοῦν5.10.7 τες ὅτι τὸ ἴδιον πάθος τῆς αὑτῶν φαντασίας ἐκείνῳ περιάπτουσιν. εἰ δὲ συμβολικῶς λέγεται ταῦτα, τῶν ἐκείνου δυνάμεων ὄντα σύμβολα, τὴν ἑρμηνείαν τῶν συμβόλων εἰπάτωσαν. δῆλον γὰρ ὡς εἰ τοῦ ἡλίου ἦν τὸ πάθος, καθάπερ ἐν ταῖς ἐκλείψεσιν, πᾶσιν ἂν ὤφθη ταὐτὸν τοῖς εἰς αὐτὸν ἀτενίζουσιν. 5.10.8 τί δὲ καὶ τὰ ἄσημα βούλεται ὀνόματα καὶ τῶν ἀσήμων τὰ βάρβαρα πρὸ τῶν ἑκάστῳ οἰκείων; εἰ γὰρ πρὸς τὸ σημαινόμενον ἀφορᾷ τὸ ἀκοῦον, αὐτάρκης ἡ 5.10.9 αὐτὴ μένουσα ἔννοια δηλῶσαι, κἂν ὁποιονοῦν ὑπάρχῃ τοὔνομα. οὐ γάρ που καὶ ὁ καλούμενος Αἰγύπτιος ἦν τῷ γένει· εἰ δὲ καὶ Αἰγύπτιος, ἀλλ' οὔ τί γε Αἰ γυπτίᾳ χρώμενος φωνῇ οὐδ' ἀνθρωπείᾳ ὅλως χρώμενος. ἢ γὰρ γοήτων ἦν ταῦτα πάντα τεχνάσματα καὶ προκαλύμματα διὰ τῶν ἐπιφημιζομένων τῷ θείῳ τῶν περὶ ἡμᾶς γινομένων παθῶν, ἢ λελήθαμεν ἐναντίας ἐννοίας ἔχοντες περὶ τοῦ θείου ἢ αὐτὸ τῷ ὄντι διάκειται.» 5.10.10 Ταῦτα εἰπὼν πάλιν ἀπορεῖ πρὸς τὸν Αἰγύπτιον λέγων· «Εἰ δὲ οἱ μὲν ἀπαθεῖς, οἱ δὲ ἐμπαθεῖς, οἷς διὰ τούτων φαλλούς φασιν ἑστάναι καὶ ποιεῖσθαι αἰσχρορρημοσύνας, μάταιοι αἱ θεῶν