1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

131

ἀσύνετα δ' ἦλθες καὶ σὺ πορθήσων πάτραν, 6.7.30 ἢ εἰ οὗτος μὲν μή, ὁ δ' ἕτερος, τῶν Εὐριπιδείων ἀκούσας σοφιστευμάτων ἐκείνων τῶν ἄλλων· εἶθ' ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς, σὺ δ' οὐκ ἀνέξῃ δωμάτων ἔχειν ἴσον, 6.7.31 πῶς ἂν συστάντες ἐμάχοντο καὶ Λαΐου πᾶν δῶμα ἔβη δι' αἵματος; ἀλλὰ μήν, φήσεις, γέγονε ταῦτα. γέγονεν· ἀλλὰ σὺ ποίᾳ ὁδῷ εἰσῆλθες εἰς τὴν τούτων εἴδησιν; ἢ οὐχ ὁρᾷς ὡς πυκνὰ διακέκοφε τὸ ὅλον δρᾶμα ἡ ἐν ἡμῖν τοῖς τὸ δρᾶμα συμπληροῦσι δύναμις; οὕτω δὲ καὶ ἣν βούλει ὑπόθεσιν λαβὼν διατεμῶ 6.7.32 τὸν εἱρμὸν ὑμῶν ἀποφανῶ τε ἀδύνατον ὄντα. ἀλλὰ σὺ τὰ τῆς ὑποθέσεως ἔσχατα εἰδέναι λέγεις, ἡ δὲ ὑπόθεσις ἐκ διακοπτικῆς εἱρμοῦ δυνάμεως ὅλη 6.7.33 συντέτακται. ἢ ὃ λέγω οὐ συνιεῖς; ἀλλὰ καθ' ἑκάστην ὑπόθεσιν, ὦ μάντι, τὰ ζῷα ἢ ὀλίγας πολλάκις ἀρχὰς ποιούμενα ἢ πολλὰς ἐν αὐτῇ. αἱ δὲ ἀρχαὶ αἰεὶ τὰ μέχρι αὐτῶν διακόψασαι αὐταὶ ἄλλα προάγουσι πράγματα· τὰ δ' ἐπὶ τοσοῦτον προχωρεῖν δύναται, ἐφ' ὅσον ἐὰν μὴ ἄλλη ποθὲν ἐπιστᾶσα ἀρχὴ τὰ 6.7.34 μετ' αὐτὴν μὴ τοῖς ἔμπροσθεν ἀκολουθεῖν, ἀλλ' ἑαυτῇ κελεύσῃ. εἴη δ' ἂν ἀρχὴ καὶ ὄνος καὶ κύων καὶ ψύλλα, οὐ γὰρ παραιρήσει οὐδὲ τῆς ψύλλης, μὰ τὸν Ἀπόλλω, τὴν ἐξουσίαν, ἀλλ' ὁρμήσει τινὰ ἰδίαν ὁρμὴν ἡ ψύλλα, ἣ καὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἐνίοτε συμπλακεῖσα ἀρχὴν ἑαυτὴν παρέξεταί τινος ὁδοῦ. σὺ δὲ χρώμενος οὐκ αἴσθῃ τῷ γένει τούτῳ. 6.7.35 Τρηχῖν' ἐξεῖλες πόλιν Ἡρακλέος θείοιο, ὦ Λοκρέ· σοὶ δὲ Ζεὺς ἄτας δῶκ' ἠδ' ἔτι δώσει. τί φῄς; οὐ γὰρ ἐπέπρωτο ὑφ' ὑμῶν ἐξαιρεθῆναι αὐτήν; καὶ τί αἴτιοι ἡμεῖς, ἀλλ' οὐχ ἡ ὑμετέρα ἀνάγκη; οὐ δίκαια ποιεῖς, ὦ Ἄπολλον, οὐδ' ὀρθῶς ἐπιτιμᾷς 6.7.36 τοῖς οὐδὲν ἀδικοῦσιν ἡμῖν. ὁ δὲ Ζεὺς οὗτος, ἡ τῆς ὑμετέρας ἀνάγκης ἀνάγκη, τί ἡμᾶς τίνυται, ἀλλ' οὐκ, εἴπερ ἄρα, ἑαυτόν, ὅτι τοιαύτην κατέδειξεν εἶναι τὴν ἀνάγκην; τί δὲ καὶ ἀπειλεῖ ἡμῖν; ἢ τί ἡμεῖς, ὡς ὄντες τούτου κύριοι, λιμώττομεν; ἀλλὰ καὶ ἤτοι ἀνοικισθήσεται πρὸς ἡμῶν ἢ οὔ· ὁπότερον δ' ἂν ᾖ, 6.7.37 τοῦτο πέπρωται. λῆξον δή, ὦ Ζεῦ λιμοποιέ, τοῦ θυμοῦ· ἔσται γὰρ ὃ πέπρωται, καὶ τοῦτο προστέτακται ποιεῖν ὁ σὸς εἱρμός· ἡμεῖς δὲ πρὸς τοῦτον οὐδέν ἐσμεν. παῦσαι δὲ καὶ σύ, ὦ Ἄπολλον, μάταια χρησμῳδῶν· ἔσται γὰρ ὃ δὴ ἔσται, κἂν σὺ σιωπᾷς. ἡμεῖς δέ, ὦ Ζεῦ καὶ Ἄπολλον, τί πάθωμεν, οὐδὲν ὄντες αἴτιοι τῆς ὑμετέρας νομοθετήσεως, τουτέστιν ἀναγκοθετήσεως; τί δ' ἡμῖν καὶ ταῖς ὑμετέραις ἄταις, ἃς αὐτοὶ ἔχειν δίκαιοί ἐστε ὑπὲρ ὧν ἡμεῖς ἠναγκάσθημεν; 6.7.38 Οἰταῖοι, μὴ σπεύδετ' ἀτασθαλίῃσι νόοιο. ἀλλ' οὐ σπεύδομεν, ὦ Ἄπολλον, ἀλλ' ἐλαυνόμεθα, οὐδὲ ἀτασθαλίαις, ἀλλὰ 6.7.39 τῇ ὑμετέρᾳ ἀνάγκῃ. τὸν δὲ Λυκοῦργον ἐκεῖνον πῶς, ὦ Ἄπολλον, ἐπαινεῖς, ὃς οὐκ ἦν ἀγαθὸς οὔτε ἑκὼν οὔθ' ἑλόμενος, ἀλλ' ἄκων; εἴπερ που καὶ γίνεταί τις ἀγαθὸς ἄκων. ἔοικε δὲ ὃ νῦν ποιεῖτε, ὡς εἴ τις τοὺς μὲν καλοὺς τὰ σώματα 6.7.40 ἐπαινοίη καὶ γεραίροι, τοὺς δὲ αἰσχροὺς ψέγοι καὶ κολάζοι. δίκαια γὰρ εἴποιεν ἂν πρὸς ὑμᾶς οἱ πονηροί, ὅτι οὐκ ἐπετρέψατε ἡμῖν, ὦ θεοί, ἀγαθοῖς γίνεσθαι, οὐ μόνον δέ, ἀλλὰ καὶ ἐβιάσασθε εἶναι πονηρούς· οἵ τε ἀγαθοὶ εἰ ἐξηγκωνισμένοι περιπατοῖεν, οὐκ ἐπιτρέψει τις αὐτοῖς, ἀλλὰ φήσει· Ὦ Χρύσιππέ τε καὶ Κλέανθες καὶ ὅσοι τούτου τοῦ χοροῦ ὑμεῖς γὰρ πεποίησθε εἶναι 6.7.41 ἀγαθοί, ἐγὼ μὲν ἀρετὴν ἐπαινῶ, ὑμᾶς δὲ τοὺς ἐναρέτους οὐκ ἐπαινῶ. ἀλλὰ καὶ τὸν Ἐπίκουρον, ὃν σὺ πολλά, ὦ Χρύσιππε, ἐβλασφήμησας, ἐγὼ τό γε ἐπὶ σοὶ ἀφίημι τῶν ἐγκλημάτων. τί γὰρ πάθῃ ὃς οὐχ ἑκὼν ἦν μαλακὸς οὐδὲ ἄδικος, ὥσπερ πολλάκις αὐτὸν ἐλοιδόρησας; 6.7.42 Εὐτάκτων θνητῶν βιοτῇ θεοὶ ἵλαοί εἰσιν, εὐσεβέων θ' ἁγίας θυσίας τιμάς τε δέχονται. δοκεῖτε δέ μοι οὐκ ἂν ταῦτα λέγειν, μὴ πεπεισμένοι ὅτι οὐκ ἄκοντες, ἀλλὰ βουλόμενοι χωροῦσιν ἐφ' ἃ χωροῦσιν. ἃ δ' ἂν βουληθῶσιν, οὔτε θεὸς οὔτε ἄνθρωπος σοφιστής, οὕτω προεληλεγμένων, τολμήσει λέγειν ὅτι ὑποτέτακται· ἢ λόγους μὲν οὐκέτι πρὸς αὐτὸν ποιησόμεθα, σκύτος δέ τι τῶν εὐτόνων λαβόντες, ὡς ἐπ' ἀνάγωγον παῖδα, τὰς πλευρὰς εὖ μάλα καταξανοῦμεν αὐτοῦ.» 6.7.43 Τοσαῦτα πρὸς τὸν χρησμῳδὸν ὁ Οἰνόμαος ἀπετείνατο. σὺ δ' ἀλλ' εἰ μὴ τῷ τοιῷδε χαίρεις, λαβὼν ἀνάγνωθι τὰ ἐκ τῶν ἄλλων φιλοσόφων περὶ εἱμαρμένης οὐ μόνον τῶν