1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

92

ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΠΟΝΗΡΩΝ ∆ΑΙΜΟΝΩΝ ΕΙΝΑΙ ΤΑ ΠΑΡΑ ΤΟΙΣ ΕΘΝΕΣΙ ΜΑΝΤΕΙΑ ΚΑΙ ΧΡΗΣΤΗΡΙΑ ΚΑΙ ΩΣ ΚΑΘΗΙΡΗΤΑΙ ΠΑΝΤΑ ΚΑΙ ΕΚΛΕΛΟΙΠΕΝ ΜΕΤΑ ΤΗΝ ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΕΥΑΓΓΕΛΙΚΗΝ

∆Ι∆ΑΣΚΑΛΙΑΝ Ἱκανὰ μὲν καὶ τὰ προπαρατεθέντα συστῆσαι ἦν ὅτι μὴ θεοὶ μηδ' ἀγαθοὶ δαίμονες, πᾶν δὲ τοὐναντίον ὑπῆρχον οἱ παρὰ τοῖς ἔθνεσι κατά τε πόλεις καὶ χώρας ὡς θεοὶ τετιμημένοι· οὐ λυπεῖ δὲ ἐκ περιουσίας τὴν αὐτὴν ὑπόθεσιν ἐπὶ μᾶλλον βεβαιώσασθαι πλείοσιν καὶ δαψιλεστέροις ἐλέγχοις τῆς τούτων ἀποδείξεως τὴν διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας προξενηθεῖ5.1.2 σαν ἅπασιν ἀνθρώποις ἐλευθερίαν τῶν πάλαι κακῶν ἐκφαινούσης. ἄκουε τοιγαροῦν αὐτῶν Ἑλλήνων ὁμολογούντων ἐκλελοιπέναι αὐτῶν τὰ χρηστήρια, οὐδ' ἄλλοτέ ποτε ἐξ αἰῶνος ἢ μετὰ τοὺς χρόνους τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας τὴν ἑνὸς τοῦ παμβασιλέως καὶ δημιουργοῦ τῶν 5.1.3 ὅλων θεοῦ γνῶσιν φωτὸς δίκην πᾶσιν ἀνθρώποις ἀνατειλάσης. αὐτίκα γοῦν μάλα ὅσον οὐδέπω παραστήσομεν ὡς ἄρα μετὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ θάνατοι τῶν δαιμόνων ἱστορήθησαν καὶ τὰ θαυμαστὰ καὶ πάλαι βοώ 5.1.4 μενα χρηστήρια διαλελοίπασιν. ἤδη δὲ καὶ πρότερον ἀποδέδεικται ὅτι δὴ παῦλαν κακῶν οὐδ' ἄλλοτέ πω πρότερον ἢ μετὰ τὴν εὐαγγελικὴν διδασκαλίαν εἰλήφασιν αἱ παρὰ πᾶσι τοῖς ἔθνεσιν ὠμῶς καὶ ἀνηλεῶς ἐπιτελούμεναι τὸ πρὶν ἀνθρωποθυσίαι· οἷς ἐπὶ τοῦ παρόντος προσθεῖναι καλὸν ὅτι μὴ μόνον ἐξ ἐκείνου τὰ τῆς δαιμονικῆς ἀπέσβη δεισιδαιμονίας, ἀλλὰ καὶ τὰ τῆς τῶν ἐθ5.1.5 νῶν πολυαρχίας. σχεδὸν γὰρ κατὰ πᾶσαν πόλιν καὶ κώμην βασιλεῖς καὶ τυράννους τοπάρχας τε καὶ δυνάστας τὸ παλαιὸν ἦν ὁρᾶν ἐθναρχίας τε καὶ πολυαρχίας, δι' ἃς ἐπὶ τοὺς κατ' ἀλλήλων πολέμους συνεχῶς ὁρμῶντες δῃώσεις χωρῶν καὶ πόλεων πολιορκίας ἀνδραποδισμούς τε καὶ αἰχμαλωσίας τῶν πλησιοχώρων ἀεὶ καὶ διὰ παντὸς ἐνήργουν, πρὸς τῶν οἰκείων δαιμόνων ἐπὶ τὸν κατ' 5.1.6 ἀλλήλων πόλεμον ἐξοιστρούμενοι. ὧν οὕτως ἐχόντων ἐν ὁποίᾳ τότε συγχύσει κακῶν συμφορῶν τε ἐπαλλήλων ὁ πᾶς ἐνίσχητο βίος καὶ αὐτῷ σοι 5.1.7 καταλείπω σκοπεῖν. τούτων δὴ οὖν ἀθρόως ἁπάντων ὁμοῦ σὺν τῇ πολυθέῳ πλάνῃ ἐκποδὼν μεταστάντων οὐκ ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιδημίαν, πῶς οὐ χρὴ τὸ μέγα μυστήριον τῆς ἀληθῶς σωτηρίου καὶ εὐαγγελικῆς ἀποδείξεως ὑπερθαυμάζειν, δι' ἧς ἀθρόως κατὰ πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην προσευκτήρια καὶ ναοὶ τῷ παμβασιλεῖ καὶ δημιουργῷ τῶν ἁπάντων καὶ μόνῳ θεῷ ἔν τε πόλεσι καὶ κώμαις βαρβάρων τε ἐθνῶν ἐν ἐρημίαις ἀφιερωμένα συνέστη, βίβλοι τε καὶ ἀναγνώσματα μαθήματά τε παντοῖα καὶ διδασκαλίαι, περὶ τῆς εἰς ἄκρον ἀρετῆς καὶ τρόπου τοῦ κατὰ τὴν ἀληθῆ θεοσέβειαν παραγγέλματα περιέχουσαι, ἀνδράσιν ὁμοῦ καὶ γυναιξὶ καὶ παισὶν εἰς ἐπήκοον παραδέδονται, νεκρὰ δὲ τὰ ἀπὸ δαιμόνων πάντα χρη5.1.8 στήριά τε καὶ μαντεύματα; οὐδέ τις εἰς τοσοῦτον ἀνθρώπων μέμηνεν νῦν, ἐξ οὗπερ εἰς πάντας φωτὸς δίκην ἐξέλαμψεν ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος καὶ εὐαγγελικὴ δύναμις, ὡς τολμᾶν τῷ τοῦ φιλτάτου φόνῳ καὶ ταῖς δι' ἀνθρωποθυσιῶν σφαγαῖς τὰ φονικὰ καὶ φίλαιμα μισάνθρωπά τε καὶ ἀπάνθρωπα δαιμόνια ἐξιλεοῦσθαι, οἷα πράττειν τοῖς πάλαι σοφοῖς καὶ βασιλεῦσι 5.1.9 δαιμονῶσιν ὡς ἀληθῶς φίλον ἦν. περὶ δὲ τοῦ μηκέτι δύνασθαί τι κατισχύειν τοὺς φαύλους δαίμονας μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους πάροδον καὶ αὐτὸς ὁ καθ' ἡμᾶς τῶν δαιμόνων προήγορος ἐν τῇ καθ' ἡμῶν συσκευῇ τοῦτόν που λέγων μαρτυρεῖ τὸν τρόπον· 5.1.10 «Νυνὶ δὲ θαυμάζουσιν εἰ τοσοῦτον ἐτῶν κατείληφεν ἡ νόσος τὴν πόλιν, Ἀσκληπιοῦ μὲν ἐπιδημίας καὶ τῶν ἄλλων θεῶν μηκέτι οὔσης. Ἰησοῦ γὰρ τιμωμένου οὐδεμιᾶς δημοσίας τις θεῶν ὠφελείας ᾔσθετο.» 5.1.11 Ταῦτα ῥήμασιν αὐτοῖς ὁ Πορφύριος. εἰ