1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

80

ἐκράτει. λελύσθαι γὰρ αὐτὴν καὶ καθῃρῆσθαι οὐκ ἄλλοτε ἢ κατὰ τοὺς Ἁδριανοῦ χρόνους, φωτὸς δίκην ἤδη δια4.15.7 λαμπούσης ἐπὶ πάντα τόπον τῆς τοῦ Χριστοῦ διδασκαλίας. οἷς οὐχ ἡμεῖς, ἀλλ' αὐτῶν πάλιν τῶν μὴ τὰ ἡμέτερα φρονούντων μαρτυρήσουσιν αἱ φωναὶ διαρρήδην, τῶν πρὸ τούτου χρόνων τοσαύτην κατηγοροῦσαι μοχθηρίαν, ὥστε ἤδη τοὺς δεισιδαίμονας πέρα καὶ τῶν τῆς φύσεως ὅρων χωρεῖν ὑπὸ τῶν ὀλεθρίων πνευμάτων ἐξοιστρουμένους καὶ δαιμονῶντας ἄντικρυς, ὡς καὶ τοῖς τῶν φιλτάτων αἵμασι καὶ ἄλλαις μυρίαις ἀνθρωποθυσίαις ἱλεοῦ4.15.8 σθαι νομίζειν τὰς μιαιφόνους δυνάμεις. καί τις πατὴρ τὸν μονογενῆ παῖδα καὶ τὴν ἀγαπητὴν θυγατέρα μήτηρ προσέθυεν τῷ δαίμονι καὶ κατέσφαττον οἱ φίλτατοι ὥς τι τῶν ἀλόγων καὶ ἀλλοτρίων θρεμμάτων τοὺς προσήκοντας ἔθυόν τε τοῖς δὴ θεοῖς κατὰ πόλεις καὶ χώρας τοὺς συνοίκους καὶ πολίτας, τὴν φιλάνθρωπον καὶ συμπαθῆ φύσιν ἐπὶ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον ἀκονήσαντες καὶ τὸν μανιώδη καὶ δαιμονιακὸν ὡς ἀληθῶς ἐπιδεικνύ4.15.9 μενοι τρόπον. εὕροις δ' οὖν πᾶσαν ἐξετάζων Ἑλληνικήν τε καὶ βάρβαρον ἱστορίαν, ὅπως οἱ μὲν υἱεῖς, οἱ δὲ θυγατέρας, οἱ δὲ καὶ σφᾶς αὐτοὺς ταῖς τῶν δαιμόνων καθιέρουν θυσίαις. ἐγὼ δέ σοι καὶ τούτων τὸν καὶ πρότερον παρίστημι μάρτυρα ἐν τοῖς αὐτοῖς, ἐν οἷς τὴν τῶν ἀλόγων θρεμμάτων θυσίαν ὡς ἀνοσίαν καὶ ἀδικωτάτην ἀπηγόρευσεν, ταῦτα φάσκοντα πρὸς ῥῆμα· 4.16.1

ιζʹ. ΠΟΡΦΥΡΙΟΥ ΠΕΡΙ ΤΗΣ ΠΑΛΑΙΑΣ ΑΝΘΡΩΠΟΘΥΣΙΑΣ «Καὶ ὅτι ταῦτα οὐχ ἁπλῶς, ἀλλὰ πλήρους οὔσης τῆς ἱστορίας λέγομεν, αὐτάρκη καὶ ταῦτα παραστῆσαι. ἐθύετο γὰρ καὶ ἐν Ῥόδῳ μηνὶ Μεταγειτνιῶνι ἕκτῃ ἱσταμένου ἄνθρωπος τῷ Κρόνῳ. ὃ δὴ ἐπὶ πολὺ κρατῆσαν ἔθος μετε βλήθη· ἕνα γὰρ τῶν ἐπὶ θανάτῳ δημοσίᾳ κατακριθέντων μέχρι τῶν Κρονίων συνεῖχον, ἐνστάσης δὲ τῆς ἑορτῆς προαγαγόντες τὸν ἄνθρωπον ἔξω πυλῶν 4.16.2 ἀντικρὺ τοῦ Ἀριστοβούλης ἕδους οἴνου ποτίσαντες ἔσφαττον. ἐν δὲ τῇ νῦν Σαλαμῖνι, πρότερον δὲ Κορωνείᾳ ὀνομαζομένῃ μηνὶ κατὰ Κυπρίους Ἀφροδισίῳ ἐθύετο ἄνθρωπος τῇ Ἀγραύλῳ τῇ Κέκροπος καὶ νύμφης Ἀγραυλίδος. καὶ διέμενε τὸ ἔθος ἄχρι τῶν ∆ιομήδους χρόνων· εἶτα μετέβαλεν, ὥστε τῷ ∆ιομήδει τὸν ἄνθρωπον θύεσθαι· ὑφ' ἕνα δὲ περίβολον ὅ τε τῆς Ἀθηνᾶς νεὼς καὶ ὁ τῆς Ἀγραύλου καὶ ∆ιομήδους. ὁ δὲ σφαγιαζόμενος ὑπὸ τῶν ἐφήβων ἀγόμενος τρὶς περιέθει τὸν βωμόν· ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιεν κατὰ 4.16.3 τοῦ στομάχου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὡλοκαύτιζον. τοῦτον δὲ τὸν θεσμὸν ∆ίφιλος ὁ τῆς Κύπρου βασιλεὺς κατέλυσεν κατὰ τοὺς Σελεύκου χρόνους τοῦ θεολόγου γενόμενος, τὸ ἔθος εἰς βουθυσίαν μεταστήσας. προσήκατο δὲ ὁ δαίμων ἀντ' ἀνθρώπου τὸν βοῦν· οὕτως ἰσάξιόν ἐστι τὸ δρώ4.16.4 μενον. κατέλυσε δὲ καὶ ἐν Ἡλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις, ὡς μαρτυρεῖ Μανεθῶς ἐν τῷ Περὶ ἀρχαϊσμοῦ καὶ εὐσεβείας. ἐθύοντο δὲ τῇ Ἥρᾳ καὶ ἐδοκιμάζοντο καθάπερ οἱ ζητούμενοι καθαροὶ μόσχοι καὶ συσφραγιζόμενοι. ἐθύοντο δὲ τῆς ἡμέρας τρεῖς· ἀνθ' ὧν κηρίνους 4.16.5 ἐκέλευσεν ὁ Ἄμωσις τοὺς ἴσους ἐπιτίθεσθαι. ἔθυον δὲ καὶ ἐν Χίῳ τῷ Ὠμαδίῳ ∆ιονύσῳ ἄνθρωπον διασπῶντες καὶ ἐν Τενέδῳ, ὥς φησιν Εὔελπις ὁ Καρύστιος· ἐπεὶ καὶ Λακεδαιμονίους φησὶν ὁ Ἀπολλόδωρος τῷ Ἄρει θύειν 4.16.6 ἄνθρωπον. Φοίνικες δὲ ἐν ταῖς μεγάλαις συμφοραῖς ἢ πολέμων ἢ λοιμῶν ἢ αὐχμῶν ἔθυον τῶν φιλτάτων τινὰ ἐπιψηφίζοντες Κρόνῳ· καὶ πλήρης γε ἡ Φοινικικὴ ἱστορία τῶν θυσάντων, ἣν Σαγχουνιάθων μὲν τῇ Φοινίκων γλώττῃ συνέγραψε, Φίλων δὲ ὁ Βύβλιος εἰς τὴν Ἑλλάδα γλῶσσαν δι' ὀκτὼ βιβλίων 4.16.7 ἡρμήνευσεν. Ἴστρος δὲ ἐν τῇ Συναγωγῇ τῶν Κρητικῶν θυσιῶν φησι τοὺς Κουρῆτας τὸ παλαιὸν τῷ Κρόνῳ θύειν παῖδας. καταλυθῆναι δὲ τὰς ἀνθρωποθυσίας σχεδὸν τὰς παρὰ πᾶσί φησι Πάλλας, ὁ ἄριστα <τὰ> περὶ τῶν τοῦ