1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

49

ἄκουε δ' οὖν οἷα καὶ ὁ Πορφύριος ἐν τῇ πρὸς Ἀνεβοὼ τὸν Αἰγύπτιον ἐπιστολῇ περὶ τῶν αὐτῶν ἱστορεῖ· 3.4.1

δʹ. ΕΤΙ ΠΕΡΙ ΤΗΣ ΑΙΓΥΠΤΙΩΝ ΦΥΣΙΟΛΟΓΙΑΣ ΚΑΙ ΟΤΙ ΤΗΝ ΠΑΣΑΝ ΑΝΑΦΟΡΑΝ ΤΗΣ ΤΡΟΠΙΚΗΣ ΑΥΤΩΝ ΘΕΩΡΙΑΣ ΕΠΙ ΜΟΝΑ ΤΑ

ΦΑΙΝΟΜΕΝΑ ΚΑΤ' ΟΥΡΑΝΟΝ ΑΣΤΡΑ ΕΠΙ ΤΕ Υ∆ΩΡ ΚΑΙ ΠΥΡ ΚΑΙ ΤΑ ΛΟΙΠΑ ΜΕΡΗ ΤΟΥ ΚΟΣΜΟΥ ΜΕΤΗΓΟΝ

«Χαιρήμων μὲν γὰρ καὶ οἱ ἄλλοι οὐδ' ἄλλο τι πρὸ τῶν ὁρωμένων κόσμων ἡγοῦνται, ἐν ἀρχῆς λόγῳ τιθέμενοι τοὺς Αἰγυπτίων, οὐδ' ἄλλους θεοὺς πλὴν τῶν πλανητῶν λεγομένων καὶ τῶν συμπληρούντων τὸν ζῳδιακὸν καὶ ὅσοι τούτοις παρανατέλλουσιν, τάς τε εἰς τοὺς δεκανοὺς τομὰς καὶ τοὺς ὡροσκόπους καὶ τοὺς λεγομένους κραταιοὺς ἡγεμόνας, ὧν καὶ τὰ ὀνόματα ἐν τοῖς Ἀλμενιχιακοῖς φέρεται καὶ θεραπεῖαι παθῶν καὶ ἀνατολαὶ καὶ δύσεις καὶ μελλόντων 3.4.2 σημειώσεις. ἑώρα γὰρ τοὺς τὸν ἥλιον δημιουργὸν φαμένους καὶ τὰ περὶ τὸν Ὄσιριν καὶ τὴν Ἶσιν καὶ πάντας τοὺς ἱερατικοὺς μύθους ἢ εἰς τοὺς ἀστέρας καὶ τὰς τούτων φάνσεις καὶ κρύψεις καὶ ἐπιτολὰς ἑλιττομένους ἢ εἰς τὰς τῆς σελήνης αὐξήσεις καὶ μειώσεις ἢ εἰς τὴν τοῦ ἡλίου πορείαν ἢ τό γε νυκτερι νὸν ἡμισφαίριον ἢ τὸ ἡμερινὸν ἢ τόν γε ποταμόν, καὶ ὅλως πάντα εἰς τὰ φυσικὰ καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύοντας. ὧν οἱ πλείους καὶ τὸ ἐφ' ἡμῖν ἐκ τῆς τῶν ἀστέρων ἀνῆψαν κινήσεως, οὐκ οἶδ' ὅπως δεσμοῖς ἀλύτοις Ἀνάγκης, ἣν Εἱμαρμένην λέγουσιν, πάντα καταδήσαντες καὶ πάντα τούτοις ἀνάψαντες τοῖς θεοῖς, οὓς ὡς λυτῆρας τῆς Εἱμαρμένης μόνους ἔν τε ἱεροῖς καὶ ξοάνοις καὶ τοῖς ἄλλοις θεραπεύουσιν.» 3.4.3 Ταῦτα μὲν οὖν ἀπὸ τῆς δηλωθείσης ἐπιστολῆς κείσθω, σαφῶς διαγορεύοντα ὅτι καὶ ἡ τῶν Αἰγυπτίων ἀπόρρητος θεολογία οὐδὲ ἄλλους πλὴν τῶν κατ' οὐρανὸν ἀστέρων, τῶν τε ἀπλανῶν ὀνομαζομένων καὶ τῶν πλανητῶν καλουμένων, ἐθεολόγει δημιουργόν τε τῶν ὅλων εἰσῆγεν οὔ τινα νοῦν ἀσώματον οὐδὲ λόγον δημιουργικὸν οὐδὲ μὴν θεὸν οὐδὲ θεοὺς οὐδέ τινας νοερὰς καὶ ἀφανεῖς δυνάμεις, μόνον δὲ τὸν ὁρώμενον ἥλιον· διὸ καὶ μόνοις τοῖς ἄστροις τὴν τῶν ὅλων ἀνετίθεσαν αἰτίαν, τὰ πάντα Εἱμαρμένης ἐξάπτοντες καὶ τῆς τῶν ἄστρων κινήσεώς τε καὶ φορᾶς, ὥσπερ ἀμέλει εἰσέτι καὶ 3.4.4 νῦν ἥδε παρ' αὐτοῖς κεκράτηκεν ἡ δόξα. εἰ τοίνυν εἰς μόνα τὰ ὁρώμενα τοῦ κόσμου στοιχεῖα καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἡρμήνευται τοῖς Αἰγυπτίοις, τὰ δὲ στοιχεῖα καὶ πάντα τὰ ὁρατὰ σώματα τῷ ἰδίῳ λόγῳ ἄψυχα καὶ ἄλογα ῥευστά τε τὴν φύσιν καὶ φθαρτὰ συνέστηκεν, θέα εἰς οἷα πάλιν αὐτῶν καταπέπτωκεν ἡ θεολογία, τὴν ἄψυχον οὐσίαν καὶ τὰ νεκρὰ καὶ ἄλογα σώματα θειάζουσα, μάλιστα ὅτε εἰς ἀσωμάτους καὶ νοερὰς οὐσίας οὐδὲν 3.4.5 αὐτοῖς ἀνεφέρετο οὐδ' ἐπὶ νοῦν καὶ λόγον δημιουργικὸν τῶν ὅλων. ἐπεὶ δὲ προωμολογήθη διὰ τῶν πρόσθεν εἰς Ἕλληνας παρ' Αἰγυπτίων τὰ τῆς θεολογίας μετακεκομίσθαι, ὥρα τούτοις στοιχεῖν καὶ Ἕλληνας καὶ τὰ αὐτὰ Αἰγυπτίοις φυσιολογεῖν ἀπελέγχεσθαί τε αὐτοὺς οὐδὲν πλέον τῆς ἀψύχου ὕλης θεοποιοῦντας. ταῦτα γὰρ ἦν τὰ σεμνὰ Αἰγυπτίων κατὰ τὴν τοῦ δεδηλωμένου συγγραφέως γραφήν, ὅστις πάλιν ἐν οἷς ἐπέγραψεν Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς τοιαῦτα περὶ τῶν αὐτῶν διέξεισιν· 3.4.6 «Ἀπὸ δὲ ταύτης ὡρμημένοι τῆς ἀσκήσεως καὶ τῆς πρὸς τὸ θεῖον οἰκειώσεως ἔγνωσαν ὡς οὐ δι' ἀνθρώπου μόνου τὸ θεῖον διῆλθεν οὐδὲ ψυχὴ ἐν μόνῳ ἀνθρώπῳ ἐπὶ γῆς κατεσκήνωσεν, ἀλλὰ σχεδὸν ἡ αὐτὴ διὰ πάντων διῆλθεν τῶν ζῴων. διὸ εἰς τὴν θεοποιίαν παρέλαβον πᾶν ζῷον καὶ ὁμοίως που ἀνέ3.4.7 μιξαν θηρία καὶ ἀνθρώπους καὶ πάλιν ὀρνέων σώματα καὶ ἀνθρώπων. εἴκασται γάρ τις παρ' αὐτοῖς μέχρι τραχήλου ἀνθρωποειδής, τὸ δὲ πρόσωπον ὀρνέου ἢ λέοντος ἢ ἄλλου τινὸς