1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

64

τιμᾶν οἴεσθαι δυνάμεις μηδὲ μὴν γεώδεσιν ἀτμοῖς αἱμάτων καὶ λύθρου καὶ νεκρῶν ζῴων αἵ3.13.24 μασι κεχαρισμένα τῷ θεῷ πράττειν νομίζειν. τούτων δὲ ἁπάντων, ὡς ἂν πλάνης δεσμῶν ἀπολυθέντας, χρῆν δήπου τοὺς σοφοὺς καὶ μετεωρολέσχας πᾶσιν ἀνθρώποις τῆς φυσικῆς θεωρίας ἀφθόνως κοινωνεῖν, μονονουχὶ γυμνῶς προκηρύττοντας ἅπασι μὴ τὰ φαινόμενα, τὸν δ' ἀφανῆ δημιουργὸν τῶν φαινο μένων μόνον ἀποθαυμάζειν καὶ τὰς ἀοράτους αὐτοῦ καὶ ἀσωμάτους δυνάμεις ἀοράτως καὶ ἀσωμάτως θρησκεύειν, οὐ πῦρ ἅψαντας οὐδέ γε κριὸν καὶ ταῦρον θυσαμένους, ἀλλ' οὐδὲ στεφάνοις καὶ ξοάνοις καὶ ναῶν ἀνοικοδομαῖς τὸ θεῖον τιμᾶν οἰομένους, λογισμοῖς δὲ κεκαθαρμένοις καὶ δόγμασιν ὀρθοῖς καὶ ἀληθέσι τοῦτο πράττοντας, ἐν ἀπαθείᾳ ψυχῆς καὶ τῇ πρὸς αὐτὸν κατὰ τὸ 3.13.25 δυνατὸν τῆς ἀρετῆς ὁμοιώσει. ἀλλ' οὐδείς γε πώποτε, οὐ βάρβαρος, οὐχ Ἕλλην, πᾶσιν ἀνθρώποις ταύτης κατῆρξεν τῆς ἀληθείας ἢ μόνος ὁ ἡμέτερος σωτήρ· ὃς δὴ τῆς παλαιᾶς πλάνης πᾶσι τοῖς ἔθνεσιν ἀποφυγὴν προκηρύξας τοῖς πᾶσιν ἀφθόνως εὕρετο τὴν πρὸς τὸν ἀληθῆ καὶ μόνον τῶν ὅλων θεὸν ἐπιστροφήν τε καὶ εὐσέβειαν· οἱ δὲ τηνάλλως σοφοὶ τοῦ βίου τὴν ἀνωτάτω φιλοσοφίαν αὐχήσαντες, ᾗ φησιν ὁ θεῖος ἀπόστολος· «γνόντες θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φήσαντες γοῦν εἶναι σοφοὶ ἐμωράνθησαν» «καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας.» 3.14.1 ιαʹ. ΟΤΙ ΤΑΣ ΜΥΘΙΚΑΣ ΠΕΡΙ ΘΕΩΝ ∆ΙΗΓΗΣΕΙΣ ΑΥΤΟΙ ∆ΙΑ ΤΩΝ ΟΙΚΕΙΩΝ ΧΡΗΣΜΩΝ ΟΙ ΑΥΤΩΝ ΘΕΟΙ ΚΥΡΟΥΝΤΕΣ ΑΠΕΛΕΓΧΟΝΤΑΙ ΕΝΑΝΤΙΑ

ΠΡΑΤΤΟΝΤΕΣ ΤΟΙΣ ΦΙΛΟΣΟΦΟΙΣ Μετὰ γοῦν τὴν μακρὰν καὶ πολλὴν φιλοσοφίαν καὶ μετὰ τὰς σεμνὰς μετεωρολογίας καὶ φυσιολογίας, ἄνωθέν ποθεν ὡς ἀφ' ὑψηλοτάτης ἀκρωρείας καταπίπτοντες σὺν τοῖς πλήθεσι κατεσύροντο καὶ τῇ τῶν παλαιῶν πολυθέῳ πλάνῃ συνεφύροντο, τὰ τοῖς πολλοῖς ὅμοια διὰ τοῦ θύειν καὶ τοῖς ξοάνοις προσπίπτειν δοξάζειν ὑποκρινόμενοι αὔξοντές τε καὶ ἐπὶ μᾶλλον κρατύνον3.14.2 τες τὴν δημώδη τῶν μυθικῶν διηγημάτων περὶ θεῶν ὑπόληψιν. πῶς οὖν οὐκ ἂν εἶεν τοῖς πᾶσι πρόδηλοι σεμνολογούμενοι μὲν ταῖς φυσιολογίαις καὶ μέχρι λόγων τὰ αἰσχρὰ καλλωπίζοντες τῇ παρατροπῇ τῆς ἀληθείας, ἔργοις δ' αὐτοῖς τὴν μυθικὴν συνιστῶντες πλάνην καὶ τὴν πάνδημον δεισιδαιμονίαν; καὶ οὐδέπω τοῦτο θαυμαστόν, ὅτε καὶ αὐτοὺς ἀναγράφουσι τοὺς 3.14.3 ἑαυτῶν θεοὺς ταῖς περὶ αὐτῶν συμφερομένους θεολογίαις. ἄκουε γοῦν ὅπως ὁ Ἀπόλλων αὐτὸς περὶ ἑαυτοῦ διδάσκει ὕμνον, ὃν εἰς ἑαυτὸν ἐξέδωκεν, ὁμολογῶν ἐν ∆ήλῳ τῇ νήσῳ ὑπὸ Λητοῦς γεγενῆσθαι, καὶ πάλιν ὁ Ἀσκληπιὸς 3.14.4 ἐν Τρίκκῃ, ὡς καὶ Ἑρμῆς τετέχθαι ὁμολογῶν ἀπὸ τῆς Μαίας. γράφει δὲ ὁ Πορφύριος καὶ ταῦτα ἐν οἷς ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας, ἔνθα καὶ τῶν χρησμῶν ἐμνημόνευσεν ὧδέ πως ἐχόντων· «ὦ μέγα πᾶσιν χάρμα βροτοῖσιν ἀπὸ σᾶς ἱερῶν ματέρος ἁγνᾶς προθορὼν τοκετῶν.» 3.14.5 οἷς ἐπιλέγει· «ἀλλ' ὅτε Λατὼ ὠδὶς ἱερὰ λάζυτο πᾶσαν, ὀροθυνομένων διδύμων τοκετῶν ἔνδοθι σηκῶν, ἵστατο μὲν γαῖ', ἵστατο δ' ἀήρ, πάγνυτο νᾶσος, πάγνυτο κῦμα· ἀνὰ δ' ἐξέθορες, μάντι Λυκωρεῦ, τοξότα Φοῖβε, κατὰ χρησμολάλων βασιλεῦ τριπόδων.» 3.14.6 καὶ ὁ Ἀσκληπιὸς πάλιν περὶ ἑαυτοῦ· «Τρίκκης ἐξ ἱερῆς ἥκω θεός, ὅν ποτε μήτηρ Φοίβῳ ὑπευνηθεῖσα κυεῖ σοφίης βασιλῆα, ἴδριν ἰητορίης Ἀσκληπιόν· ἀλλὰ τί πεύθῃ;» 3.14.7 ὁ δ' Ἑρμῆς φησιν· «ὃς δ' ἐγώ, ὃν καλέεις· Ζηνὸς καὶ Μαιάδος υἱὸς Ἑρμείης· προβέβηκα λιπὼν ἀστραῖον ἄνακτα.» 3.14.8 καὶ τὸ εἶδος δὲ ἑαυτῶν ὑπογράφουσιν τοῦ σχήματος, ὥσπερ ὁ Πὰν καὶ αὐτὸς ἐν χρησμοῖς περὶ ἑαυτοῦ τάδε