1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

7

ἀπάν1.4.9 θρωπον τούτων ὅλων καταλύσαντος νόσον. τὸ δὲ μηκέτι θεοὺς ἡγεῖσθαι ἤτοι τὰ νεκρὰ καὶ κωφὰ ξόανα ἢ τοὺς ἐν τούτοις ἐνεργοῦντας πονηροὺς δαίμονας ἢ τὰ μέρη τοῦ φαινομένου κόσμου ἢ τὰς τῶν πάλαι κατοιχομένων θνητῶν ψυχὰς ἢ τῶν ἀλόγων ζῴων τὰ βλαπτικώτατα, ἀντὶ δὲ τούτων ἁπάντων διὰ μιᾶς τῆς εὐαγγελικῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας Ἕλληνας ὁμοῦ καὶ βαρβάρους τοὺς γνησίως, ἀλλ' οὐκ ἐπιπλάστως αὐτοῦ τῷ λόγῳ προσανέχοντας εἰς τοσοῦτον ἄκρας φιλοσοφίας ἐλθεῖν ὡς μόνον τὸν ἀνωτάτω θεόν, αὐτὸν ἐκεῖνον τὸν ἐπέκεινα τῶν ὅλων, τὸν παμβασιλέα καὶ κύριον οὐρανοῦ καὶ γῆς, ἡλίου τε καὶ ἄστρων καὶ τοῦ σύμπαντος κόσμου δημιουργόν, σέβειν καὶ ὑμνεῖν καὶ θεολογεῖν βιοῦν τε ἀκριβῶς οὕτως μανθάνειν, ὡς μέχρι καὶ τοῦ ἐμβλέπειν τοῖς ὀφθαλμοῖς παιδαγωγεῖσθαι καὶ μηδὲν ἀκόλαστον ἐκ τοῦ μετ' ἐπιθυμίας ὁρᾶν ἐννοεῖν, πρόρριζον δ' ἐξ αὐτῆς διανοίας πᾶν αἰσχρὸν ὑποτέμνεσθαι πάθος, ταῦτα πάντα πῶς οὐκ ἂν τοῖς πᾶσι συμβάλλοιτο πρὸς εὐ1.4.10 ζωΐαν; καὶ τὸ μηδ' εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπιορκεῖν, διὰ τὸ πρὸς αὐτοῦ μανθάνειν μηδὲ ὀμνύναι <παντά>πασιν ὅλως, ἐν πᾶσιν δὲ ἀψευδεῖν καὶ ἀληθεύειν, ὡς ἀρκεῖσθαι τῷ ναὶ καὶ τῷ οὔ, παντὸς ὅρ κου βεβαιοτέραν τὴν προαίρεσιν κατασκευάζοντας, τὸ δὲ μηδ' ἐν ψιλοῖς ῥηματίοις καὶ ταῖς κοιναῖς ὁμιλίαις ἀδιαφορεῖν, ἀκριβολογεῖσθαι δὲ καὶ μέχρι τούτων, ὡς μήτε ψεῦδος μήτε λοιδορίαν μήτε τι αἰσχρὸν καὶ ἄσχημον ῥῆμα προΐεσθαι τῇ φωνῇ διὰ τὴν αὐτοῦ πάλιν παρακέλευσιν, δι' ἧς ἔφησεν· «περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως», 1.4.11 ὁποίας ὑπερβολῆς φιλοσόφου ζωῆς ἔχεται; τὸ δὲ καὶ συλλήβδην ἀθρόως μυριάδας ὅλας ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων, οἰκετῶν τε καὶ ἐλευθέρων, ἀδόξων τε καὶ ἐπιδόξων, καὶ προσέτι βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων, κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν, ἐν πᾶσι τοῖς ὑφ' ἥλιον ἔθνεσιν ἐπὶ διδασκαλίᾳ τῶν τοιούτων μαθημάτων, οἵων ἀρτίως μεμαθήκαμεν, φοιτᾶν καὶ τὰς ἀκοὰς λόγοις παρέχειν ἀναπείθουσιν οὐ μόνον ἀκολάστων ἐγχειρημάτων, ἀλλὰ καὶ τῶν κατὰ διάνοιαν αἰσχρῶν ἐνθυμημάτων γαστρός τε καὶ τῶν ὑπὸ γαστέρα κρατεῖν· τό τε πᾶν γένος ἀνθρώπων παιδείαν παιδεύεσθαι ἔνθεον καὶ εὐσεβῆ φέρειν τε μανθάνειν γενναίως καὶ βαθεῖ φρονήματι τὰς τῶν ἐπανισταμένων ὕβρεις καὶ μὴ τοῖς ἴσοις τοὺς φαύλους ἀμύνεσθαι, θυμοῦ δὲ καὶ ὀργῆς καὶ πάσης ἐμμανοῦς ὀρέξεως κρείττους γίνεσθαι, ναὶ μὴν καὶ τῶν ὑπαρχόντων ἀπόροις καὶ ἐνδεέσι κοινωνεῖν πάντα τε ἄνθρωπον ὁμογενῆ δεξιοῦσθαι καὶ τὸν νενομισμένον ξένον ὡς ἂν νόμῳ φύσεως οἰκειότατον καὶ ἀδελφὸν γνωρίζειν. 1.4.12 Πάντα δὴ ἀθρόως ταῦτά τις συναγαγὼν πῶς οὐκ ἂν ὁμολογήσειεν τὰ μέγιστα καὶ ἀληθῶς ἀγαθὰ πάντας ἀνθρώπους εὐαγγελίσασθαι τὸν ἡμέτερον λόγον τό τε αὐτόθεν ὑπερέχον πρὸς εὐζωΐαν τῷ τῶν ἀνθρώ1.4.13 πων παρεσχηκέναι βίῳ; ὁποῖον δέ σοι εἶναι δοκεῖ τὸ πᾶν γένος ἀνθρώπων, οὐ μόνον Ἑλλήνων, ἀλλὰ καὶ τῶν ἀνημερωτάτων βαρβάρων καὶ τῶν ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς οἰκούντων τῆς μὲν ἀλόγου θηριωδίας 1.4.14 ἀνασχεῖν, δόξας δὲ φιλοσόφους ἀναλαβεῖν παρασκευάσαι; οἷον, φέρε, τὰς περὶ ἀθανασίας ψυχῆς καὶ ζωῆς τῆς παρὰ τῷ θεῷ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν τοῖς θεοφιλέσιν ἀποκειμένης, δι' ἣν τοῦ προσκαίρου τούτου ζῆν καταφρονεῖν ἐμελέτησαν· ὥστε ἀποδεῖξαι παῖδας τοὺς πώποτε ἐπὶ φιλοσοφίᾳ βοηθέντας καὶ παίγνιον τὸν θρυλούμενον ἐκεῖνον θάνατον ἀνὰ στόμα φιλοσόφων πάντων ᾀδόμενον, θηλειῶν παρ' ἡμῖν καὶ κομιδῇ παίδων βαρβάρων τε ἀνδρῶν καὶ εὐτελῶν, ὥς γέ τῳ δοκεῖν, τῇ τοῦ σωτῆρος ἡμῶν δυνάμει τε καὶ συνεργίᾳ τὸν περὶ ψυχῆς ἀθανασίας λόγον 1.4.15 ἔργοις πρότερον ἢ ῥήμασιν ἐπαληθεύοντα δειξάντων. οἷον δὲ καὶ τὸ καθόλου πάντας ἀνθρώπους, τοὺς ἐν πᾶσιν τοῖς ἔθνεσιν, ἐκ τῶν τοῦ σωτῆρος ἡμῶν μαθημάτων περὶ θεοῦ προνοίας ὡς ἐφορώσης τὰ σύμπαντα ὑγιῶς καὶ ἐρρωμένως φρονεῖν παιδεύεσθαι, καὶ τὸ πᾶσαν ψυχὴν μανθάνειν τὸν περὶ δικαιωτηρίου καὶ κρίσεως θεοῦ λόγον, καὶ τὸ πεφροντισμένως ζῆν καὶ φυλακτικῶς