1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

47

«Τούτους δὲ τοὺς θεοὺς τὸν Ἥλιόν φησι καὶ τὴν Σελήνην, Ὄσιριν ὄντας κατ' Αἰγυπτίους καὶ Ἶσιν τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις, ἀοράτῳ κινήσει τὴν περίοδον ἀπαρτιζούσαις, τῇ τε ἐαρινῇ καὶ θερινῇ καὶ χειμερινῇ· ταύτας δὲ ἐναντιωτάτην 3.3.2 ἀλλήλαις τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστῃ συμφωνίᾳ. φύσιν δὲ συμβάλλεσθαι πλείστην εἰς τὴν τῶν ἁπάντων ζῳογονίαν τῶν θεῶν τούτων τὸν μὲν πυρώδους καὶ πνεύματος, τὴν δὲ ὑγροῦ καὶ ξηροῦ, κοινῇ δ' ἀμφοτέρους ἀέρος· καὶ διὰ τούτων πάντα γεννᾶσθαι καὶ τρέφεσθαι. διὸ καὶ τὸ μὲν ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἐξ ἡλίου καὶ σελήνης ἀπαρτίζεσθαι, τὰ δὲ τούτων μέρη πέντε τὰ προειρημένα, τό τε πνεῦμα καὶ τὸ πῦρ <καὶ> τὸ ξηρόν, ἔτι δὲ τὸ ὑγρὸν καὶ τὸ τελευταῖον τὸ ἀερῶδες, ὥσπερ ἐπ' ἀνθρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ τὰ ἄλλα μέρη καταριθμοῦμεν, τὸν αὐτὸν τρόπον 3.3.3 τὸ σῶμα τοῦ κόσμου συγκεῖσθαι πᾶν ἐκ τῶν προειρημένων. τούτων δ' ἕκαστον θεὸν νομίσαι καὶ προσηγορίαν ἰδίαν ἑκάστῳ θεῖναι κατὰ τὸ οἰκεῖον τοὺς πρώτους διαλέκτῳ χρησαμένους διηρθρωμένῃ τῶν κατ' Αἴγυπτον ἀνθρώπων. τὸ μὲν οὖν πνεῦμα ∆ία προσαγορεῦσαι μεθερμηνευομένης τῆς λέξεως· ὃν αἴτιον ὄντα τοῦ ψυχικοῦ τοῖς ζῴοις ἐνόμισαν ὑπάρχειν πάντων οἱονεί τινα 3.3.4 πατέρα. συμφωνεῖν δὲ τούτοις φασὶ καὶ τὸν ἐπιφανέστατον τῶν παρ' Ἕλλησι ποιητῶν ἐπὶ τοῦ θεοῦ τούτου λέγοντα· «πατὴρ ἀνδρῶν τε θεῶν τε». τὸ δὲ πῦρ μεθερμηνευόμενον Ἥφαιστον ὀνομάσαι, νομίσαντας μέγαν εἶναι θεὸν καὶ πολλὰ συμβάλλεσθαι πᾶσιν εἰς γένεσίν τε καὶ τελείαν αὔξησιν. τὴν δὲ γῆν ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας μητέρα προσαγορεῦσαι· καὶ τοὺς Ἕλληνας δὲ ταύτην παραπλησίως ∆ήμητραν καλεῖν, βραχὺ μετατε3.3.5 θείσης διὰ τὸν χρόνον τῆς λέξεως. τὸ γὰρ παλαιὸν ὀνομάζεσθαι γῆν μητέρα, καθάπερ καὶ τὸν Ὀρφέα προσμαρτυρεῖν λέγοντα· Γῆ μήτηρ πάντων, ∆ημήτηρ πλουτοδότειρα. τὸ δ' ὑγρὸν ὀνομάσαι λέγουσι τοὺς παλαιοὺς Ὠκεανόν, ὃ μεθερμηνευόμενον μὲν εἶναι τροφῆς μητέρα, παρ' ἐνίοις δὲ τῶν Ἑλλήνων Ὠκεανὸν ὑπάρχειν ὑπειλῆφθαι, περὶ οὗ καὶ τὸν ποιητὴν λέγειν· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. 3.3.6 οἱ γὰρ Αἰγύπτιοι νομίζουσιν Ὠκεανὸν εἶναι τὸν παρ' αὐτοῖς ποταμὸν Νεῖλον, πρὸς ᾧ καὶ τὰς τῶν θεῶν γενέσεις ὑπάρξαι. τῆς γὰρ πάσης οἰκουμένης κατὰ μόνην τὴν Αἴγυπτον εἶναι πόλεις πολλὰς ὑπὸ τῶν ἀρχαίων θεῶν ἐκτισμένας· οἷον ∆ιός, Ἡλίου, Ἑρμοῦ, Ἀπόλλωνος, Πανός, Εἰλειθυίας, ἄλλων πλειόνων.3.3.7 τὸν δὲ ἀέρα προσαγορεῦσαί φασιν Ἀθηνᾶν, μεθερμηνευομένης τῆς λέξεως, καὶ ∆ιὸς θυγατέρα τε νομίσαι ταύτην καὶ παρθένον ὑποστήσασθαι διά τε τὸ ἄφθορον εἶναι φύσει τὸν ἀέρα καὶ τὸν ἀκρότατον ἐπέχειν τόπον τοῦ σύμπαντος κόσμου· διόπερ ἐκ τῆς κορυφῆς τοῦ ∆ιὸς μυθολογηθῆναι γενέσθαι ταύτην. ὠνομάσθαι δὲ αὐτὴν καὶ Τριτογένειαν ἀπὸ τοῦ τρὶς μεταβάλλειν αὐτῆς τὴν 3.3.8 φύσιν κατ' ἐνιαυτόν, ἔαρος καὶ θέρους καὶ χειμῶνος. λέγεσθαι δὲ αὐτὴν καὶ γλαυκῶπιν, οὐχ ὥσπερ ἔνιοι τῶν Ἑλλήνων ὑπέλαβον ἀπὸ τοῦ τοὺς ὀφθαλμοὺς γλαυκοὺς ἔχειν· τοῦτο μὲν γὰρ εὔηθες ὑπάρχειν· ἀλλ' ἀπὸ τοῦ τὸν ἀέρα τὴν πρόσοψιν ἔχειν ἔγγλαυκον. φασὶ δὲ τοὺς πέντε θεοὺς τοὺς προειρημένους τὴν πᾶσαν οἰκουμένην ἐπιπορεύεσθαι φανταζομένους τοῖς ἀνθρώποις ἐν ἱερῶν ζῴων μορφαῖς, ἔστι δ' ὅτε εἰς ἀνθρώπων ἰδέας ἤ τινων ἄλλων μεταβάλλοντας. 3.3.9 καὶ τοῦτο μὴ μυθῶδες ὑπάρχειν, ἀλλὰ δυνατόν, εἴπερ οὗτοι πρὸς ἀλήθειάν εἰσιν οἱ πάντα γεννῶντες. καὶ τὸν ποιητὴν δ' εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα παρὰ τῶν ἱερέων τῶν τοιούτων λόγων θεῖναί που κατὰ τὴν ποίησιν τὸ προειρημένον ὡς γινόμενον· Καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι παντοῖοι τελέθοντες ἐπιστρωφῶσι πόληας, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐσορῶντες. περὶ μὲν οὖν τῶν ἐν οὐρανῷ θεῶν καὶ γένεσιν ἀΐδιον ἐσχηκότων τοσαῦτα λέγουσιν Αἰγύπτιοι. 3.3.10 Ἄλλους δὲ ἐκ τούτων ἐπιγείους γενέσθαι φασίν, ὑπάρξαντας μὲν θνητούς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τετευχότας τῆς