1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

123

ἀπορρᾳθυμῶν εἴποι ἂν πρὸς ἑαυτὸν ὁ ταύτην ἔχων τὴν δόξαν· Ἄγε μηδαμῶς φιλοπονήσω μηδὲ μάτην ἐνοχλήσω ἐμαυτῷ· γενήσεται γὰρ τὸ εἱμαρτὸν ἐξ ἀνάγκης· ὁ δὲ περί τι σπουδάζων ἢ διδάσκων ἢ προτρέπων ἢ ἑαυτὸν ἢ ἄλλον καὶ τὸ πείθεσθαι καὶ τὸ μὴ πείθεσθαι καὶ τὸ ἁμαρτάνειν καὶ μὴ τό τε ἐπιτιμᾶν τοῖς ἁμαρτάνουσι καὶ τὸ ἐπαινεῖν τοὺς κατορθοῦντας, πῶς οὐκ ἐναργῶς ἐλέγχεται τὸ μὲν ἔργον καταλιπὼν τοῦ παρ' ἡμῖν καὶ τοῦ αὐτεξουσίου, τὸ δὲ τῆς εἱμαρμένης ὄνομα 6.6.17 αὐτῷ συνάπτων μόνον; ὥσπερ εἴ τις τὴν τοῦ ἀγαθοῦ φύσιν, ἧς κατὰ τὴν παρουσίαν ἄριστα διοικεῖται τὸ ζῷον, τῷ τοῦ κακοῦ προσαγορεύοι ὀνόματι. οὕτως γὰρ ἐπεὶ ἐναργῶς ἑαυτῶν αἰσθανόμεθα μὴ βιαζομένων ὑπ' ἄλλης τινὸς αἰτίας ἐν τῷ παιδεύειν τοὺς υἱεῖς καὶ μαστίζειν τοὺς οἰκέτας ἁμαρτήσαντας καὶ ἐν τῷ τόδε τι βούλεσθαι καὶ μὴ βούλεσθαι, ἀλλ' αὐτοτελῶς ἐκ τῆς ἰδίας ἐξουσίας εἰς τὰς τοιαύτας κινήσεις ἀφικνουμένων, ἁμαρτάνοι ἂν ὁ ταῦτα λέγων γίνεσθαι καθ' εἱμαρμένην, πρὸς τὸ παραλύειν τάς τε ἡμῶν αὐτῶν προθυμίας καὶ τὰς εἰς ἄλλους γινομένας παρακλήσεις καὶ νουθετήσεις, ἐξ 6.6.18 ὧν ὁρῶμεν μάλιστα κατορθούμενα τὰ τῶν ἀνθρώπων πράγματα. καὶ μὴν καὶ νόμους ἀνατρέποι ἂν οὗτος ὁ λόγος τοὺς τοῦ συμφέροντος ἕνεκεν ἀνθρώποις κειμένους. τί γὰρ χρὴ προστάττειν ἢ ἀπαγορεύειν τοῖς ὑφ' ἑτέρας ἀνάγκης κατισχημένοις; ἀλλ' οὐδὲ τοὺς ἁμαρτάνοντας δεήσει κολάζειν μὴ παρὰ τὴν αὐτὴν αἰτίαν ἡμαρτηκότας οὐδὲ τοῖς τὰ κάλλιστα πράττουσι τιμὰς ἀπονέμειν, ὧν ἑκάτερον πολλὴν αἰτίαν παρέσχηκεν εἰς ἀναστολὴν 6.6.19 ἀδικίας καὶ εἰς εὐποιίας ἑτοιμότητα. ἀλλὰ καὶ τὴν πρὸς τὸ θεῖον εὐσέβειαν ἀνατρέποι ἂν ἥδε ἡ δόξα, εἴ γε μηδὲν ἡμῖν ὁ θεὸς μηδὲ μὴν αὐτοὶ οἱ τῶνδε χρησμῳδοὶ μήτ' εὐχομένοις μήτ' εὐσεβοῦσι συμβάλλονται εἱμαρμένης ἀνάγ6.6.20 καις πεπεδημένοις. τὸ δὲ δίκην ἀψύχων λέγειν κινεῖσθαι ἡμᾶς, τῇδε καὶ τῇδε ὑπό τινος ἔξωθεν δυνάμεως νευροσπαστουμένους, εἰς τὸ ἐπάναγκες ἐθελῆσαι τάδε πρᾶξαι καὶ ἑλέσθαι παρὰ προαίρεσιν ἕτερα, πῶς οὐκ ἂν εἴη ἀναιδὲς καὶ ἀναισχυντότατον, ἐπείπερ ἐναργῶς αἰσθόμεθα ἑαυτῶν ὑμετέρᾳ ὁρμῇ καὶ κινήσει τάδε τινὰ προθυμουμένων καὶ ἀμελούντων πάλιν ἑαυτῶν ἀντιλαμβανόμεθα καὶ παρὰ ταύτην τὴν αἰτίαν κατορθούντων ἢ μὴ κατορθούντων καὶ ἐξ οὐδενὸς ἑτέρου βιαζομένων, ἀλλὰ τὰ μὲν ἑκουσίῳ γνώμῃ αἱρουμένων, τὰ δὲ φευγόντων καὶ παραιτουμένων ἐκ τῆς ἡμῶν αὐτῶν προαιρέσεως; 6.6.21 οὕτω δὲ ἄρα ἐναργὴς ἦν ὁ τοῦ αὐθεκουσίου λόγος ὥστε ὁμοίως τὸ ἀλγεῖν καὶ τὸ ἥδεσθαι καὶ τὸ τόδε τι ὁρᾶν καὶ τόδ' ἀκούειν οὐ συλλογισμῷ, ἀλλ' ἐνεργείᾳ καταλαμβανομένων συναισθέσθαι ἑαυτῶν ἐξ ἡμῶν αὐτῶν καὶ τῆς ἡμετέρας βουλῆς ὁρμώντων καὶ τάδε τινὰ αἱρουμένων, τινὰ δὲ ἀποστρεφομένων, ὥστε ἐξ ἅπαντος τὸ ἐλεύθερον καὶ τὸ αὐτεξούσιον τῆς ἐν ἡμῖν λο6.6.22 γικῆς καὶ νοερᾶς φύσεως ἐνδίκως ὁμολογεῖσθαι. εἰ δὲ καὶ παρὰ προαίρεσιν μυρία συμβαίνοντα ἡμῖν τοὺς πολλοὺς τῶν ἀνθρώπων ταράττει, διαιρετέον ἐνταῦθα τὴν τῶν ἐν οἷς ἐσμὲν φύσιν, καὶ τὸν λόγον, καθ' ὃν τὰ οὐκ ἐφ' ἡμῖν γίνεται, ἐπιθεωρητέον. οὕτω γὰρ καὶ τούτων τὸ αἴτιον οὔ τις ἄλογος ἀναδέξεται εἱμαρμένη, λόγος δὲ πάλιν ἄλλος τῆς τῶν ὅλων προνοίας ἀπηρτημένος. φέρ' οὖν ἐπιμελῶς τὸ πρόβλημα ἐπισκεψώμεθα· 6.6.23 Πάντα μὲν ἀθρόως ἐκ θεοῦ προνοίας εἶναί τε καὶ διοικεῖσθαι οἱ τῆς 6.6.24 ἀληθοῦς εὐσεβείας θεσμοὶ διαγορεύουσιν. ἤδη δὲ κατ' εἶδος ἰδίως ἕκαστα τῶν γιγνομένων τὰ μὲν ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ὁρμῇ καὶ φαντασίᾳ, τὰ δὲ λογισμῷ καὶ κρίσει οἰκείᾳ τε καὶ προαιρέσει κινούμενα, καὶ ἄλλα μὲν κατὰ προηγούμενον λόγον γιγνόμενα, ἕτερα δὲ κατ' ἐπισυμβεβηκότα τοῖς προηγουμένως γεγονόσι ποικίλην καὶ πολύτροπον τὴν τοῦ παντὸς συνεστήσατο διακόσμησιν, ἑκάστῳ γένει τῶν ὄντων ἰδίαν καὶ ἀφωρισμένην τινὰ φύσεως κατα6.6.25 σκευὴν τοῦ τῶν ὅλων αἰτίου διανείμαντος. σχολῇ μὲν οὖν τις τὸν περὶ τῶν ἄλλων διεξέλθοι λόγον, τὸν δὲ περὶ τοῦ αὐτεξουσίου ῥᾷον καταμάθοι ἂν 6.6.26 ὧδε· ἐπεὶ μὴ μονογενὲς χρῆμα μηδ' ἐκ μιᾶς συνεστὼς φύσεως τυγχάνει ὢν ὁ ἄνθρωπος, ἐκ δυοῖν