1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

117

τὴν στέγην; ἆρ', ὦ θεοποιέ, διὰ ταῦθ' ἡμῖν ὁ Κλεομήδης 5.34.5 τιμητέος ἐστίν; ἢ κἀκεῖνο προσθήσεις, τὸ ἕτερον δεῖγμα τῆς ἐκείνου ἀνδρείας ἅμα καὶ θεοφιλίας, ὅτι δὴ ἐμβὰς εἰς ἱερὸν κιβώτιον καὶ τὸ πῶμα ἐπαγαγόμενος ἄληπτος ἐγένετο τοῖς διώκουσι, πειρωμένοις αὐτὸν ἐξελκύσαι; ὦ Κλεόμηδες, ἆρα ἥρως οὐκέτι θνητός, οἷα τὰ μηχανήματα ὑπὲρ ἀθανασίας ἐξεῦρες· 5.34.6 ᾔσθοντο γοῦν εὐθέως οἱ θεοὶ τῆς ἀγαθουργίας καὶ ἀνηρείψαντό σε, ὥσπερ οἱ τοῦ Ὁμήρου τὸν Γανυμήδην· ἀλλὰ τὸν μὲν ἐπὶ τῷ κάλλει, σὲ δὲ ἐπὶ τῇ ἰσχύϊ 5.34.7 καὶ τῆς ἰσχύος τῇ χρήσει τῇ ἀγαθῇ. εἴθ' οὖν, ὡς ἔφην, ὦ μάντι, ἐάσας τὴν ψάμμον καὶ τὴν ἅλμην ἀντ' αὐτῶν ἐξέμαθες ὁπόσου ἄξιόν ἐστιν ἡ πυκτική, ἵνα καὶ τοὺς πύκτας ὄνους θεοὺς ἐνόμιζες καὶ τοὺς ὀνάγρους τῶν θεῶν τοὺς ἀρίστους· καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ' ἀποθανόντι ὀνάγρῳ μᾶλλον ἢ ἐπὶ τῷ σῷ πύκτῃ· ἔξοχος ἀθανάτων ὄνος ἄγριος, οὐ Κλεομήδης, ὃν θυσίαις τιμᾶσθ' ὡς οὐκέτι θνητὸν ἐόντα. 5.34.8 μὴ γὰρ δὴ θαυμάσῃς εἰ καὶ ὄναγρος ἐπιδικάσεται ἀθανασίας, ἱκανῶς τὰ θεῖα παρεσκευασμένος, καὶ ἀκούσας μὴ ἀνασχήσεται, ἀλλ' ἀπειλήσει καὶ αὐτὸν τὸν Κλεομήδη πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν καὶ οὐκ ἐπιτρέψειν αὐτῷ 5.34.9 εἰς τὸν οὐρανὸν ἀναβῆναι· εἶναι γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων δώρων, ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς χρῷτο τοῖς ἱμᾶσιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος 5.34.10 ἐχαλέπηναν οἱ θεοὶ καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο. πιστεύομεν δὲ καὶ περὶ τούτου οὐκ ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. ἐξ ὧν ἐγὼ καὶ πάνυ κατενόησα ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτική, τοὺς δὲ πολλοὺς καὶ οἰομένους εἶναι σοφοὺς ἐλελήθει, ἵν' ἀφέμενοι τοῦ καλοὶ κἀγαθοὶ εἶναι ἤσκουν τὰ τοῦ Θασίου πύκτου· ᾧ ἀθανασίαν μέν, ὥσπερ Κλεομήδει, οὐκ ἔδωκαν, 5.34.11 ἐφίλησαν δὲ μεγάλως οἱ θεοί. οὕτως καὶ ὁ χάλκεος αὐτοῦ ἀνδριὰς ἔδειξέν τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας, ἐπικατενεχθεὶς τῷ μαστιγοῦντι 5.34.12 ἐχθρῷ κατά τινα, ὡς ἔοικεν, δαιμονίαν μέριμναν. ἀλλ' οἱ ἄφρονες Θάσιοι καὶ θείων ἄπειροι πραγμάτων ἠγανάκτησάν τε καὶ ἄγος ἐπεκάλεσαν τῷ ἀνδριάντι 5.34.13 καὶ δίκην εἰσεπράξαντο καὶ καταδῦσαι ἐτόλμησαν εἰς τὴν θάλασσαν. οὐ μὴν διέφυγόν γε οἱ Θάσιοι, ἀλλ' οἱ θεοὶ ἔδειξαν ἡλίκον κακὸν ὑπ' αὐτῶν ἐτολμήθη, λιμὸν ἐπιπέμψαντες τὸν τῆς θείας δίκης διάκονον, ὃς ἐδίδαξεν μόλις αὐτοὺς τὰ τῶν θεῶν βουλεύματα, ὅ τε φιλανθρωπότατος θεῶν σὺ τῷ οἰκείῳ τρόπῳ τὴν βοήθειαν αὐτοῖς ἔπεμψας λέγων· εἰς πάτρην φυγάδας κατάγων ∆ήμητραν ἀμήσεις. 5.34.14 ἀλλ' οἱ ἀβέλτεροι πάλιν τοὺς φεύγοντας ἀνθρώπους ᾤοντο ὅτι δεῖ αὐτοὺς κατακαλεῖν· κακῶς εἰδότες. τί γὰρ δὴ καὶ μέλει τοῖς ἀφιλανθρωποτάτοις θεοῖς ἀνθρώπων κατακαλουμένων ὅσονπερ ἀνδριάντων; ἀμέλει οὐδὲν ἐπὶ τούτῳ ὠφελήθη ἡ γῆ ὥστε παύσασθαι νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ ἐπισταμένων τις τὸν θεῖον νοῦν συνῆκεν φυγάδα εἶναι τὸν καταπεποντωμένον ἀνδριάντα. καὶ ἦν οὕτως. ἅμα γὰρ ἀνεστάθη καὶ εὐθὺς ἡ μὲν γῆ ἀνέθαλλεν, οἱ δὲ ἐκόμων 5.34.15 ∆ήμητρι λοιπόν. πῶς οὖν οὐ τεκμήρια ταῦτά ἐστιν ἐναργῆ τῆς θεοπρεποῦς ἀθλητικῆς, ὅτι ἐστὶ θεοτίμητος; καὶ γὰρ καὶ ἐπὶ πεντάθλου ἀνδριάντι ὑβρισμένῳ ἐμήνισαν οἱ θεοί, καὶ Λοκροὶ ἐπείνησαν διὰ τοῦτο, ὥσπερ Θάσιοι, ἕως αὐτοὺς ἰάσατο λόγιον σὸν οὕτως ἔχον· ἐν τιμῇ τὸν ἄτιμον ἔχων τότε γαῖαν ἀρώσεις· 5.34.16 οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότερον ἢ σὲ αὐτοῖς τούτου πρόξενον γενέσθαι. ἀλλ' Εὐθυκλέα τὸν πένταθλον ἐνέβαλον εἰς εἱρκτήν, αἰτιασάμενοι αὐτὸν ἐπὶ τῇ πατρίδι εἰληφέναι δῶρα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἀποθανόντος καὶ οὗτοι εἰς τὰς εἰκόνας ἐξύβριζον, ἕως οἱ θεοὶ οὐκ ἀνασχόμενοι τῶν γιγνομένων ἐπαφῆκαν αὐτοῖς τὸν κράτιστον λιμόν· κἂν ὑπὸ τοῦ λιμοῦ διώλοντο ἄν, εἰ μὴ ἡ παρὰ σοῦ ἦλθε βοήθεια, λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας πεφατνευμένους, οὓς οἱ θεοὶ φιλοῦσιν οὐχ ἧττον ἢ οὓς οἱ ἀλφιτοποιοὶ πιαίνουσι βοῦς, δι' ὧν ὑμᾶς οἱ ἄνθρωποι ἐνίοτε θύοντες πείθουσιν· οὐχ ἧττον ἴσως, ἀλλὰ καὶ πολὺ μᾶλλον παχέων βοῶν οἱ παχεῖς ἄνθρωποι εὐφραίνουσιν ὑμᾶς οὕτως