1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

40

προσεπενόησαν, κινεῖν τὰ πάτρια τολμῶντος οὐδενός, περὶ πολλοῦ δὲ τὴν ἀρχαιότητα καὶ τὴν συνήθη καὶ σύντροφον ἐκ παίδων 2.6.20 ἀγωγὴν τιμώμενοι. οἵ γε μὴν τούτων πρεσβύτεροι ἐν ἴσῳ τῇ τῶν ἀνδρῶν θεοποιίᾳ καὶ τὰς τῶν ἀλόγων ζῴων ἐκθεώσεις διετάξαντο διὰ τὸ καὶ ἐξ αὐτῶν χρήσιμον κατὰ τὰς πρόσθεν ἀποδοθείσας αἰτίας καὶ τοῖς ἀλόγοις θηρίοις τὰς ἴσας ἀφιέρωσαν θρησκείας, σπονδαῖς καὶ θυσίαις καὶ μυστικαῖς τελεταῖς ὕμνοις τε καὶ ᾠδαῖς ὁμοίως τοῖς τεθεοποιημένοις ἀνδράσι καὶ τὰς τούτων τιμὰς ἐπάραντες· εἰς τοσοῦτον δὲ ἄρα κακῶν ἤλαυνον ὡς δι' ὑπερβολὴν ἀκρατοῦς ἡδυπαθείας τὰ ὁλκὰ πρὸς αἰσχρουργίαν μέρη τοῦ σώματος τά τε ἀκόλαστα ἐν ἀνθρώποις πάθη ταῖς ἰσοθέοις ἐκθειάσαι τιμαῖς, μηδὲν τὸ παράπαν ἐν τούτοις χρῆναι σεμνολογεῖν τῶν δὴ θεολόγων αὐτῶν ἀποφηναμένων. 2.6.21 Τηρητέον γοῦν, ὡς ὅτι μάλιστα οἱ παλαίτατοι οὐδέν τι πλέον τῆς ἱστορίας εἰδότες, μόνοις δὲ τοῖς μύθοις προσανέχοντες ἐμαρτυρήθησαν. πλὴν ἀλλ' ἐπείπερ ἅπαξ ὡρμήθημεν καὶ τὰ σεμνὰ καὶ ἀπόρρητα τῶν γενναίων φιλοσόφων κατασκοπῆσαι, φέρε καὶ ταῦτα ἐπιθεωρήσωμεν, ὡς ἂν μὴ δοκοίημεν 2.6.22 ἀγνοεῖν καὶ τὰς θαυμαστὰς αὐτῶν φυσιολογίας. πρὶν δὲ τὴν τούτων ποιήσασθαι ἔκθεσιν ἐμοὶ δοκεῖ προεπισημήνασθαι τὴν αὐτῶν τῶν θαυμαστῶν φιλοσόφων κἀν τούτοις πρὸς ἑαυτοὺς ἐναντιολογίαν. οἱ μὲν γὰρ τηνάλλως διηγοῦνται καὶ κατὰ τὸ παραστὰν ἑκάστοις ἰδίως ἀποφαίνονται οὐδὲ γὰρ ἀλλήλοις σύμφωνα φυσιολογοῦσιν· οἱ δ' εὐγνωμονέστερον τὸ σύμπαν ἀναιροῦσιν καὶ τῆς οἰκείας πολιτείας οὐ μόνον τὰς ἀπρεπεῖς περὶ θεῶν διηγήσεις, ἀλλὰ καὶ τὰς τούτων ἑρμηνείας ἀπελαύνουσιν, ἔστι δ' ὅτε φόβῳ τῆς ἀπὸ 2.6.23 τῶν νόμων τιμωρίας τοὺς μύθους ὑποκορίζονται. ἄκουε δ' οὖν αὐτῶν τῶν Ἑλλήνων δι' ἑνὸς τοῦ πάντων ἀρίστου τοτὲ μὲν ἐξωθοῦντος, τοτὲ δ' αὖ πάλιν εἰσποιουμένου τοὺς μύθους. ὁ δ' οὖν θαυμάσιος αὐτῶν Πλάτων, ὅτε μὲν τὴν οἰκείαν ἀπογυμνοῖ προαίρεσιν, τολμηρότερον ἀπαγορεύει καθόλου περὶ θεῶν τοιαῦτα φρονεῖν τε καὶ λέγειν οἷα τοῖς παλαιοῖς εἴρητο, εἴτε περιέχοιέν τι λεληθὸς ἐν ὑπονοίαις δηλούμενον εἴτ' ἐκτὸς πάσης ὑπονοίας λέγοιτο· ὅτε δὲ τοὺς νόμους ὑποκορίζεται, καὶ δεῖν φησιν τοῖς περὶ θεῶν μύθοις 2.6.24 πιστεύειν ὡς μηδὲν ἔχουσιν ἐν ὑπονοίαις ἐξ αὐτῶν δηλούμενον. ἤδη δέ ποτε τῶν παλαιῶν μύθων τὴν οἰκείαν θεολογίαν ἀφορίσας, περί τε οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ ἔτι περὶ τοῦ σύμπαντος κόσμου καὶ τῶν τούτου μερῶν κεχωρισμένως φυσιολογήσας, ἰδίως πάλιν καὶ ἀφωρισμένως περὶ τῶν πάλαι γενεαλογηθέντων θεῶν ὧδέ πως αὐτοῖς ῥήμασιν ἐν τῷ Τιμαίῳ διέξεισιν· 2.7.1

ιʹ. ΟΠΩΣ Ο ΠΛΑΤΩΝ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΠΑΛΑΙΩΝ ΘΕΟΛΟΓΙΑΣ Ε∆ΟΞΑΖΕΝ

«Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ' ἡμᾶς· πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγου σιν, ἀλλ' ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. 2.7.2 οὕτως οὖν κατ' ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανὸς καὶ Τηθὺς ἐγενέσθην· τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων· ἐκ δὲ Κρόνου τε καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες, ὅσους ἴσμεν [πάντας] ἀδελφοὺς λεγομένους αὐτῶν ἔτι τε τούτων ἐκγόνους ἄλλους.» 2.7.3 Ταῦτά φησιν ὁ Πλάτων ἑπομένους τῷ νόμῳ πιστευτέα εἶναι, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων εἰρῆσθαι αὐτὰ ὁμολογήσας· προσεκτέον δέ, ὡς οὐδὲν ἔχειν ἀπόρρητον τὰς τῶν θεῶν δὴ προσηγορίας τε 2.7.4 καὶ γενεαλογίας ἐν φυσιολογίαις δηλούμενον ἐμφαίνει. αὖθις δὲ ἐν ἑτέροις ὁ αὐτὸς τὴν οἰκείαν