1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

102

κλήσεις ἔσονται, προσκλήσεις αὐτῶν ἐπαγγελλόμεναι καὶ μήνιδος ἐξιλάσεις καὶ ἐκθύσεις, καὶ ἔτι μᾶλλον αἱ λεγόμεναι ἀνάγκαι θεῶν. ἀκήλητον γὰρ καὶ ἀβίαστον καὶ ἀκατανάγκαστον τὸ ἀπαθές.» 5.10.11 Καὶ πάλιν ἑξῆς ἐπιλέγει· «Μάτην αὐτοῖς ἡ σοφία ἐξήσκηται, περὶ δραπέτου εὑρέσεως ἢ χωρίου ὠνῆς ἢ γάμου, εἰ τύχοι, ἢ ἐμπορίας τὸν θεῖον νοῦν ἐνοχλήσασιν. εἰ δ' οὐ παρεῖται μέν, οἱ δὲ συνόντες περὶ μὲν τῶν ἄλλων τἀληθέστατα λέγουσιν, περὶ δὲ εὐδαιμονίας οὐδὲν ἀσφαλὲς οὐδ' ἐχέγγυον, οὐκ ἦσαν ἄρα οὔτε θεοὶ οὔτε ἀγαθοὶ δαίμονες, ἀλλ' ἢ ἐκεῖνος ὁ λεγόμενος πλάνος.» 5.10.12 Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον καὶ ἀπὸ ταύτης προκείσθω τῆς τοῦ Πορφυρίου γραφῆς. καὶ μὴν καὶ διδάσκαλοί γε τῆς κακοτέχνου γοητείας αὐτοὶ δὴ πρῶτοι οἱ γενναῖοι θεοὶ κατέστησαν. πόθεν γὰρ ἀνθρώποις ταῦτα παρῆν εἰδέναι ἢ τῶν δαιμόνων αὐτῶν τὰ περὶ ἑαυτῶν ἐξειπόντων καὶ τοὺς κατα 5.10.13 δέσμους τοὺς κατ' ἀλλήλων ἐξηγορευκότων; μηδὲ τοῦτον δὲ ἡμέτερον εἶναι ἡγοῦ τὸν λόγον· οὐδὲν γὰρ τούτων ἡμεῖς ὁμολογοῦμεν οὔτ' ἐπίστασθαι οὔτε θέλειν εἰδέναι. πλὴν εἰς ἔλεγχον τῆς περὶ ταῦτα ἀτοπίας καὶ εἰς ἡμετέραν ὁμοῦ τῆς τούτων ἀναχωρήσεως ἀπολογίαν ὁ τούτων ἡμῖν παρεισήχθω μάρτυς, σοφὸς ὢν ἐν τοῖς γνωρίμοις καὶ πάντα ἀκριβῶς τὰ οἰκεῖα εἰδώς τε καὶ ὑποτιθέμενος. ὁ δὴ οὖν αὐτὸς ἐν τῇ δηλωθείσῃ τῶν λογίων συναγωγῇ ταῦτα λέγει πρὸς λέξιν· 5.11.1 ιαʹ.

ΟΤΙ ΟΙ ∆ΑΙΜΟΝΕΣ ΟΥΣ ∆Η ΘΕΟΥΣ ΥΠΕΙΛΗΦΑΣΙΝ ΑΝΘΡΩΠΟΥΣ Ε∆Ι∆ΑΞΑΝ ΤΑΣ ΟΙΚΕΙΑΣ ΠΕΡΙΕΡΓΙΑΣ

«Οὐ μόνον δὲ τὴν πολιτείαν αὐτῶν αὐτοὶ μεμηνύκασιν καὶ τὰ ἄλλα τὰ εἰρημένα, ἀλλὰ καὶ τίσι χαίρουσι καὶ κρατοῦνται ὑπηγόρευσαν, καὶ μὴν καὶ τίσιν ἀναγκάζονται τίνα τε δεῖ θύειν καὶ ἐκ ποίας ἡμέρας ἐκτρέπεσθαι τό τε σχῆμα τῶν ἀγαλμάτων ποταπὸν δεῖ ποιεῖν αὐτοί τε ποίοις σχήμασιν φαίνονται ἔν τε ποίοις διατρίβουσιν τόποις· καὶ ὅλως ἓν οὐδέν ἐστιν ὃ μὴ παρ' αὐτῶν μαθόντες ἄνθρωποι οὕτως αὐτοὺς ἐτίμησαν. πολλῶν δ' ὄντων ἃ τούτων ἐστὶ παραστατικά, ὀλίγα ἐκ τῶν πολλῶν παραθησόμεθα, ἵνα μὴ ἀμάρτυρον τὸν λόγον καταλείπωμεν.» ιβʹ. ΟΤΙ ΚΑΙ ΤΑ ΑΓΑΛΜΑΤΑ ΜΑΓΙΚΩΣ ΑΥΤΟΙ ΚΑΤΑΣΚΕΥΑΖΕΙΝ Ε∆Ι∆ΑΞΑΝ

«Ὅτι δὲ καὶ τὰ ἀγάλματα αὐτοὶ ὑπέθεντο πῶς χρὴ ποιεῖν καὶ ἐκ ποίας ὕλης, δηλώσει τὰ τῆς Ἑκάτης ἔχοντα τοῦτον τὸν τρόπον· ἀλλὰ τέλει ξόανον, κεκαθαρμένον ὥς σε διδάξω· πηγάνου ἐξ ἀγρίοιο δέμας ποίει ἠδ' ἐπικόσμει ζῴοισιν λεπτοῖσι, κατοικιδίοις σκαλαβώταις· σμύρνης καὶ στύρακος λιβάνοιό τε μίγματα τρίψας σὺν κείνοις ζῴοισι καὶ αἰθριάσας ὑπὸ μήνην αὔξουσαν, τέλει αὐτὸς ἐπευχόμενος τήνδ' εὐχήν. 5.12.2 Εἶτ' ἐξέδωκεν εὐχὴν ἐδίδαξέν τε πόσους ληπτέον σκαλαβώτας· ὅσσαι μορφαί μοι τόσσοις ζῴοις σε κελεύω καὶ σφόδρα ταῦτα τελεῖν, δάφνης δέ μοι αὐτογενέθλου οἴκου ἐμοῦ χώρημα ποιεῖν· καὶ ἀγάλματι πολλὸν κείνῳ ἐπευχόμενος δι' ὕπνων ἐμέ τοι ἀναθρήσεις. καὶ πάλιν ἄλλοτε ἄγαλμα αὐτῆς ἐξέδωκε τοιοῦτον.» 5.13.1 ιγʹ.

ΟΤΙ ΚΑΙ ΤΑΣ ΜΟΡΦΑΣ ΤΩΝ ΞΟΑΝΩΝ ΑΥΤΟΙ ΚΑΤΕ∆ΕΙΞΑΝ «Καὶ περὶ τῶν σχημάτων ὅπως φαντάζονται αὐτοὶ μεμηνύκασιν, ἀφ' ὧν καὶ τὰ ἀγάλματα οὕτω καθιδρύνθη. λέγει γοῦν ὁ Σάραπις ἰδὼν τὸν Πᾶνα περὶ ἑαυτοῦ· φαιδρὴ μὲν κατὰ δῶμα θεοῦ καταλάμπεται αὐγή· ἦλθε γάρ, ἠντεβόλησε θεὸς μέγας· εἶδεν ἐμεῖο κάρτος ἀμαιμάκετον, λαμπηδόνα φλογμοτύραννον, βόστρυχον ἐκ κεφαλῆς νεάτης χαροποῖσι μετώποις ἀμφὶς ἰαινόμενον πλοχμοῖς θ' ἱεροῖσι γενείου.