1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

127

ἐλαυνόμενον τοῦ θεοῦ, ὡς μηδ' εὐλόγως ἐπιμέμφεσθαι τοῖς πλημμελοῦσιν, ἀλλ' ἤτοι μηδὲ ἁμαρτήματα ταῦτ' εἶναι ἡγεῖσθαι, ἢ τῶν κακῶν ἁπάντων ποιητὴν 6.6.55 εἶναι τὸν θεὸν ἀποφαίνεσθαι; εἴτε γὰρ αὐτὸς τοῖς πᾶσιν ἐπιπαρὼν καὶ τὰ πάντα ὁρῶν καὶ πάντων ἀκούων ταῦτα πράττειν ἀναγκάζοι εἴτε τὴν τοῦ παντὸς φορὰν καὶ τὴν τοιάνδε τῶν ἄστρων κίνησιν αὐτὸς τούτων ποιητικὴν καὶ ἀναγκαστικὴν ὑπεστήσατο, ὁ τὸ τοιόνδε συστήσας ὄργανον καὶ τὴν τῶν θηρωμένων παγίδα μηχανησάμενος εἴη ἂν αὐτὸς ὁ καὶ τῶν ἁλισκομένων 6.6.56 αἴτιος. εἴτ' οὖν αὐτὸς καθ' ἑαυτὸν εἴτ' οὖν πάλιν αὐτὸς διά τινος ἄλλης πρὸς αὐτοῦ μεμηχανημένης ἀνάγκης τοὺς οὐκ ἐθέλοντας τοῖσδε τοῖς κακοῖς περιβάλλοι, αὐτὸς ἂν εἴη, καὶ οὐκ ἄλλος, ὁ πάντων κακῶν ποιητικός, καὶ οὐκέτ' ἂν ἐν δίκῃ ἁμαρτητικὸς λέγοιτ' ἂν ὁ ἄνθρωπος, ἀλλ' ὁ τούτου ποιητὴς 6.6.57 θεός. καὶ τίς ἂν τούτου γένοιτ' ἂν ἕτερος λόγων ἀσεβέστατος; ὁ δὴ οὖν εἱμαρμένην εἰσάγων ἄντικρυς θεὸν καὶ θεοῦ πρόνοιαν ἐξωθεῖ, ὥσπερ ὁ τὸν θεὸν ἐφιστὰς τοῖς πᾶσιν ἀνέλοι ἂν τὸν περὶ εἱμαρμένης λόγον. ἢ γὰρ ταὐτὸν ἂν εἴη θεὸς καὶ εἱμαρμένη ἢ θάτερον διεστὼς ἑτέρου· ταὐτὸν μὲν οὖν 6.6.58 οὐκ ἂν γένοιτο. εἰ γὰρ τὴν εἱμαρμένην εἱρμόν τινα αἰτιῶν εἶναί φασιν ἀπ' αἰῶνος ἀπαραβάτως καὶ ἀμετακινήτως ἐκ τῆς τῶν οὐρανίων ἄστρων φορᾶς καθήκοντα, πῶς οὐ πράτερα ἂν εἴη τῆς εἱμαρμένης τὰ σωματικὰ στοι χεῖα, ἐξ ὧν καὶ τὰ οὐράνια συνέστηκεν, ὧν τὴν εἱμαρμένην συμβεβηκός τι 6.6.59 σύμπτωμα λέγοι ἄν τις εἰκότως; καὶ πῶς ἂν ταὐτὸν εἴη τὸ συμβεβηκὸς τοῖς στοιχείοις τῷ ἐπὶ πάντων θεῷ, εἰ δὴ τὰ στοιχεῖα ἄψυχα καὶ ἄλογα κατὰ τὴν οἰκείαν ἐπιθεωρεῖται φύσιν, ὁ δὲ θεὸς ἔξω σωμάτων αὐτοζωὴ καὶ σοφία τυγχάνει ὤν, τῆς ἐξ αὐτοῦ δημιουργίας τοῖς τε κατὰ μέρος στοιχείοις καὶ τῇ τῶν ὅλων διακοσμήσει τὴν ἀπόλαυσιν δωρούμενος; οὐ ταὐτὸν ἄρα θεὸς καὶ 6.6.60 εἱμαρμένη. εἰ δὲ δὴ ἕτερον, πότερον κρεῖττον; ἀλλ' οὐδὲν τοῦ θεοῦ κάλλιον οὐδέ τι δυναμικώτερον. οὐκοῦν κρατήσει καὶ περιέσται τοῦ χείρονος ἢ συγχωρῶν κακοποιῷ τυγχανούσῃ τῇ εἱμαρμένῃ αὐτὸς ἂν ἐφέλκοιτο τὴν αἰτίαν, ὃς δυνατὸς ἐπισχεῖν τὴν κακοποιὸν ἀνάγκην οὐκ ἐποίησε τοῦτο, ἀνῆκε δὲ ἄφετον ἐπὶ λύμῃ καὶ διαφθορᾷ τῶν ἁπάντων, μᾶλλον δὲ αὐτὸς τοῦτο εἰργάσατο, εἰ δὴ πάντων καὶ αὐτῆς εἱμαρμένης ποιητὴς καὶ δημιουργὸς εἰσά6.6.61 γοιτο. εἰ δ' οὐδεὶς αὐτῷ λόγος τῆς τοῦ παντὸς διατάξεως, ἀθέων αὖθις ἀνακύψειε φωνή, πρὸς ἣν τὰς ἀκοὰς ἀποκλειστέον, τῆς ἐνθέου προνοίας καὶ δυνάμεως ἐναργῶς ἀναφαινούσης ἑαυτὴν ἔκ τε τῶν καθόλου πανσόφων καὶ τεχνικῶν ἀποτελεσμάτων ἔκ τε τῶν καθ' ἡμᾶς ἀναμφιλόγως τὴν ἐλεύθερον 6.6.62 καὶ αὐτεξούσιον τῆς λογικῆς ψυχῆς δύναμιν παραδεικνυμένων. καθ' ἣν καίτοι μυρίων ἔξωθεν ἐμποδὼν τῇ τε τοῦ σώματος φύσει ταῖς τε κατὰ προαίρεσιν ἐφ' ἡμῖν ὁρμαῖς κατά τι συμβεβηκὸς προσπιπτόντων, ὅμως πρὸς ἅπαντα τῆς κατὰ ψυχὴν ἀρετῆς τὸ ἐλεύθερον ἀντέχει, ἄμαχον καὶ ἀήττητον 6.6.63 ἐφ' ἡμῖν τῶν καλῶν τὴν αἵρεσιν ἐπιδεικνύμενον. τοῦτο δὲ μάλιστα καὶ ὁ παρὼν καιρὸς τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας ἔργοις αὐτοῖς παρεστήσατο. ὅτι γὰρ ταῦτα μὴ ψόφοι καὶ κενὰ ῥήματα, πάρεστί σοι τὸν τῶν θεοσεβῶν ἀγῶνα ἐπιβλέψαι καὶ συνιδεῖν τοὺς προαιρέσει αὐθεκουσίῳ τοὺς πόνους τῶν ὑπὲρ εὐσεβείας ἄθλων ἀναδεδεγμένους, οὓς καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης μυρία πλήθη Ἑλλήνων τε καὶ βαρβάρων ἐνεδείξατο, πάσας μὲν προθύμως τὰς κατὰ τοῦ σώματος ὑπομείναντα αἰκίας, πᾶν δὲ βασάνων εἶδος φαιδρῷ τῷ προσώπῳ διελθόντα καὶ τέλος πολυτρόποις σχήμασι τὴν ἀπὸ τοῦ 6.6.64 σώματος λύσιν τῆς ψυχῆς ἀσπαστῶς καταδεξάμενα. καὶ μὴν οὐδεὶς ἐνταῦθα λόγος ἐπιτρέψειε τὴν εἱμαρμένην αἰτιᾶσθαι. ποῦ γάρ σοι ἐξ αἰῶνος τοιούσδε ἀθλητὰς εὐσεβείας ἤνεγκεν ἡ τῶν ἄστρων φορά; ἢ πότε ὁ τῶν ἀνθρώπων βίος πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς πάντας ἀνθρώπους καταβληθείσης διδασκαλίας τοιόνδε προβέβληται καθ' ὅλης τῆς ἀνθρώπων οἰκου6.6.65 μένης ἀγῶνα; ποῦ δὲ τοιωνδὶ λόγων διδασκάλιον, δεισιδαίμονος μὲν πλάνης ἀναιρετικόν, ἑνὸς δὲ τοῦ ἐπὶ πάντων