1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

37

ἐκκλίναντες οὔτ' ἐπὶ τοῖς πρότερον ἔστησαν οὔτ' ἐξ ἅπαντος αὐτῶν ἀνεχώρησαν, κολακεῦσαι δὲ καὶ θεραπεῦσαι τὴν οἰκείαν προθέμενοι δόξαν τὰς περὶ τῶν τεθρυλημένων παρ' αὐτοῖς θεῶν ἱστορίας ἀληθεῖς μύθους εἶναι πεπλασμένους ὑπὸ ποιητῶν 2.4.6 ἐπεφήμισαν, φυσικὰς ἐν αὐτοῖς ἀποκρύπτοντες θεωρίας. ὧν εἰ καὶ ὅτι μάλιστα μηδὲν φέρουσιν ἀληθείας δεῖγμα, ὅμως δ' οὖν ἀναγκαία γένοιτ' ἂν ἡμῖν ἡ ἔκθεσις εἰς θεωρίαν τῶν καὶ παρὰ τούτοις σεμνῶν, ὡς ἂν καὶ τῆς τούτων ἀναχωρήσεως οὐκ ἄλλως ἡμῖν προξενηθείσης ἢ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸ εὔλογον παρασταίη. φέρ' οὖν καὶ τούτων τὸν λόγον ἄνωθεν ἀναλαβόντες ἐπισκεψώμεθα. 2.5.1 ʹ

ΑΝΑΚΕΦΑΛΑΙΩΣΙΣ ΤΩΝ ΠΡΟΣΘΕΝ ΕΙΡΗΜΕΝΩΝ

Τῆς μὲν οὖν Ἑλληνικῆς θεολογίας, λέγω δὲ τῆς πανδήμου καὶ μυθικωτέρας καὶ πολὺ πρότερον τῆς παρὰ Φοίνιξι καὶ Αἰγυπτίοις τοῖς τε ἄλλοις, ὧν τὴν μνήμην οἱ πρὸ τούτου περιέσχον λόγοι, τοιόσδε τις ὁ τρόπος ἀποδέδεικται, οἷος διὰ τῶν προεκτεθεισῶν φωνῶν αὐτῶν δὴ τῶν Ἑλληνικῶν συγγραφέων προδεδήλωται· ὃν καὶ εἰκότως ἐν ἀρχαῖς τῆς προκειμένης Εὐαγγελικῆς Προπαρασκευῆς εἰς διάκρισίν τε καὶ ἐπίγνωσιν τοῖς ἐντευξομένοις προτεθείκαμεν, ὡς ἂν μάθοιμεν ἡμεῖς τε αὐτοὶ καὶ οἱ τῶνδε εἰσέτι νῦν ἄπειροι, τίνες ὄντες πάλαι πρότερον καὶ οἵων ἐκ πατέρων φύντες ὁπηλίκοις τε τὸ πρὶν κακοῖς πεπεδημένοι δυσσεβείας τε ὁπόσῃ καὶ ἀγνωσίας θεοῦ μέθῃ τὰς ψυχὰς κατορωρυγμένοι τῆς τούτων ἁπάντων ἀθρόως ἀνανεύσεως καὶ ἐλευθερίας ἠξιώθημεν διὰ μιᾶς μόνης τῆς εὐαγγελικῆς διδασκαλίας, οὐκ ἄλλως ἡμῖν πρυτανευθείσης ἢ δι' ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ 2.5.2 Χριστοῦ τοῦ θεοῦ· ὃς οὐ μέρει γῆς οὐδ' ἐν γωνίᾳ χώρας ἔθνους ἑνός, καθ' ὅλης δὲ τῆς ἀνθρώπων οἰκουμένης, ἐν ᾗ τὰ τῆς μάλιστα δεισιδαίμονος πλάνης ὑπερίσχυσεν, οἷά τις νοερῶν καὶ λογικῶν ψυχῶν ἥλιος τὰς τοῦ οἰκείου φωτὸς ἐφαπλώσας ἀκτῖνας ὁμοῦ πᾶν γένος ἀνθρώπων, βαρβάρων τε καὶ Ἑλλήνων, ὥσπερ ἐξ ἀχλύος δεινῆς καὶ ζοφερωτάτης τε καὶ ἀειδοῦς νυκτὸς τῆς δεισιδαίμονος πλάνης ἐπὶ λαμπρὰν καὶ διαυγεστάτην ἡμέραν τῆς ἀληθοῦς εὐσεβείας τοῦ παμβασιλέως θεοῦ πάντας ἡμᾶς μετεστήσατο. 2.5.3 διαρρήδην γοῦν αἱ προπαρατεθεῖσαι φωναὶ νεκρῶν εἴδωλα καὶ ἀνδρῶν πάλαι κατοιχομένων εἰκόνας πάντας πανδημεὶ τοὺς ἀμφὶ τὴν πολύθεον πλάνην κατά τε πόλεις καὶ κώμας ἐπτοημένους θεραπεύειν τε καὶ περιέπειν ἐδίδαξαν, πάντων πάλαι ἀνδρῶν δι' ὑπερβάλλουσαν τοῦ τότε βίου θηριωδίαν θεοῦ μὲν τοῦ πάντων δημιουργοῦ μηδένα λόγον ποιουμένων μηδὲ τῆς θείας καὶ ἐπὶ τοῖς πλημμελουμένοις τιμωροῦ δίκης ἐμπαζομένων, εἰς πάσας δὲ ἀνοσιουργίας 2.5.4 καταβαλλόντων. οὔπω γὰρ εἰσέτι τότε νόμων καθ' οὓς χρὴ βιοῦν συνεστώτων οὐδέ γε τῆς ἡμέρου πολιτείας ἐν ἀνθρώποις κατατεταγμένης, ἀνειμένου δὲ καὶ νομαδικοῦ τοῦ βίου θηριώδους τε καθεστῶτος, τοῖς μὲν θρεμμάτων ἀλόγων δίκην τῶν τῆς γαστρὸς ἀποπληρώσεων πλέον οὐδὲν ἔμελεν, οἷς καὶ πρῶτος οὗτος ἀθεότητος ὑποικουρεῖ τρόπος· οἱ δ' εἰς βραχύ τι φυσικαῖς ἐννοίαις ἀνακινούμενοι θεὸν καὶ θεοῦ δύναμιν σωτήριόν τι καὶ ἀγαθὸν εἶναι χρῆμα διενοήθησαν, εὑρεῖν δὲ τοῦτον θελήσαντες ἄνω μὲν τὰς ψυχὰς εἰς οὐρανὸν ἔτειναν, αὐτόθι δὲ τῇ διανοίᾳ στάντες καὶ τῶν κατ' οὐρανὸν φαινόντων τε καὶ φαινομένων φωστήρων καταπλαγέντες τὰ κάλλη, ταῦτ' 2.5.5 εἶναι θεοὺς ἀπεφήναντο. τρίτοι δὲ ἄλλοι σφᾶς αὐτοὺς ἐπὶ γῆς ῥίψαντες τοὺς ἐπὶ συνέσει τῶν κατ' αὐτοὺς προφέρειν νενομισμένους ἢ καὶ ῥώμῃ σώματος καὶ δυναστείας ἰσχύϊ τῶν πλειόνων ἐπικρατήσαντας, γίγαντάς τινας ἢ τυράννους ἢ καὶ γόητας καὶ φαρμακέας ἄνδρας ἔκ τινος τῶν θείων ἀποπτώσεως τὰς κακοτέχνους γοητείας συνεσκευασμένους ἢ καὶ τοὺς ἄλλους κοινῆς τινος καὶ βιωφελοῦς εὐεργεσίας προάρξαντας ζῶντάς τε καὶ μετὰ 2.5.6 τὴν τελευτὴν θεοὺς