1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

95

πλάνης πάντα τὸν δεισιδαίμονα· ὃ καὶ αὐτὸ διόλου φαῦλον ὂν εἰς δύο διελόντες, εἴς τε τὸ βλαπτικὸν καὶ εἰς τὸ ὠφελοῦν, 5.3.9 ἀγαθῶν καὶ φαύλων αὐτοῖς τεθείκασι προσηγορίας. ὧν οὕτως ἐχόντων ἀναγκαῖον εἶναί μοι δοκεῖ τὰ μηδ' ἀντιρρήσεως δεόμενα παρεκθεμένους τὸν περὶ τῆς δαιμονικῆς ἐνεργείας ἀκόλουθον συνιδεῖν λόγον· ὃν ἐκ μέρους προθεωρήσαντες ἐν τῷ πρὸ τούτου συγγράμματι τὰ λείποντα νῦν ἀποπλη5.3.10 ρώσομεν. φέρ' οὖν ἤδη λοιπὸν ἐπ' αὐτὰς χωρήσωμεν τὰς ἀποδείξεις. θήσω δὲ πρώτας τὰς ἀπὸ τῆς Πλουτάρχου γραφῆς, ἣν πεποίηται «Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων», ἔνθα περὶ τοῦ πονηρῶν δαιμόνων εἶναι τὰ παρὰ τοῖς ἔθνεσιν μαντεῖά τε καὶ χρηστήρια τόνδε γράφει τὸν τρόπον· 5.4.1 δʹ.

ΠΕΡΙ ΤΟΥ ΠΟΝΗΡΩΝ ∆ΑΙΜΟΝΩΝ ΕΙΝΑΙ ΤΑ ΠΑΡΑ ΤΟΙΣ ΕΘΝΕΣΙ ΜΑΝΤΕΙΑ ΤΕ ΚΑΙ ΧΡΗΣΤΗΡΙΑ

«Εὖ μὲν οὖν λέγουσι καὶ οἱ λέγοντες ὅτι Πλάτων τὸ ταῖς γεννωμέναις ποιότησιν ὑποκείμενον στοιχεῖον ἐξευρών, ἣν ὕλην καλοῦσιν, πολλῶν ἀπήλλαξεν καὶ μεγάλων ἀποριῶν τοὺς φιλοσόφους. ἐμοὶ δὲ δοκοῦσιν πλείονας λῦσαι καὶ μείζονας ἀπορίας οἱ τὸ τῶν δαιμόνων γένος ἐν μέσῳ θεῶν καὶ ἀνθρώπων θέντες καὶ τρόπον τινὰ τὴν κοινωνίαν ἡμῶν συνάγον εἰς ταὐτὸ καὶ συνάπτον ἐξευρόντες, εἴτε μάγων τῶν περὶ Ζωροάστρην ὁ λόγος οὗτός ἐστιν εἴτε Θρᾴκιος ἀπὸ Ὀρφέως ἢ Αἰγύπτιος ἢ Φρύγιος, ὡς τεκμαιρόμεθα ταῖς ἑκατέρωθι τελεταῖς ἀναμεμιγμένα πολλὰ θνητὰ καὶ πένθιμα τῶν ὀργιαζομένων καὶ δρωμένων ἱερῶν ὁρῶντες. Ἑλλήνων δὲ Ὅμηρος μὲν ἐπιφαίνεται κοινῶς ἀμφοτέροις χρώμενος τοῖς ὀνόμασιν καὶ τοὺς θεοὺς ἔστιν ὅτε δαίμονας προσαγορεύων. Ἡσίοδος δὲ καθαρῶς καὶ διωρισμένως πρῶτον ἐξέθηκεν τῶν λογικῶν τέσσαρα γένη· θεούς, εἶτα δαίμονας, εἶτα ἥρωας, τὸ δ' ἐπὶ πᾶσιν ἀνθρώπους. ἐξ ὧν ἔοικε ποιεῖν τὴν μεταβολήν, τοῦ μὲν χρυσοῦ γένους εἰς δαίμονας πολλοὺς κἀγαθούς, τῶν δ' ἡμιθέων εἰς ἥρωας ἀποκριθέντων.» 5.4.2 Εἶθ' ἑξῆς φησιν· «Ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς ∆ημητρίῳ διαφέρεσθαι. καὶ γὰρ κἂν πλείων εἴη χρόνος κἂν ἐλάττων κἂν τεταγμένος κἂν ἄτακτος, ἐν ᾧ μεταλλάττει δαίμονος ψυχὴ καὶ ἥρωος βίος, οὐδὲν ἧττον, ἐφ' ᾧ βούλεται, δεδείξεται μετὰ μαρτύρων σοφῶν καὶ παλαιῶν ὅτι φύσεις τινές εἰσιν ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας, οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι.» Τούτοις μεθ' ἕτερα ἐπιλέγει· «Τὸ μὲν οὖν ἐφεστάναι τοῖς χρηστηρίοις μὴ θεούς, οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι· τὸ δὲ τοῖς δαίμοσι τούτοις, μονονουχὶ δραχμὴν λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους, ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον.» 5.4.3 Καὶ πάλιν προστίθησι τοῖς εἰρημένοις ταῦτα· «Εἰσὶ γὰρ ὡς ἐν ἀνθρώποις καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ τοῦ παθητικοῦ καὶ ἀλόγου τοῖς μὲν ἀσθενὲς καὶ ἀμαυρόν ἐστι λείψανον ὡς περίττωμα, τοῖς δὲ πολὺ καὶ δυσκατάσβεστον ἔνεστιν, ὧν ἴχνη καὶ σύμβολα πολλαχοῦ θυσίαι τε καὶ τελεταὶ καὶ μυθολογίαι σῴζουσι καὶ διαφυλάττουσι διεσπαρμέναι. καὶ περὶ μὲν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείας, «εὔστομά μοι κείσθω» καθ' Ἡρόδοτον. ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ σκυθρωπάς, ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοὶ νηστεῖαί τε καὶ κοπετοί, πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς «μανίαι τε ἄλλαι ὀρινόμεναι ῥιψαύχενι σὺν κλόνῳ», θεῶν μὲν οὐδενί, δαιμόνων δὲ φαύλων ἀποτροπῆς ἕνεκα φήσαιμ' ἂν τελεῖσθαι παραμύθια· τὰς πάλαι ποιουμένας ἀνθρωποθυσίας οὔτε θεοὺς