1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

133

ἐπιτελεῖται. καὶ Λάχεσιν μὲν κεκλῆσθαι παρὰ τὸ λαγχάνειν ἑκάστῳ τὸ πεπρωμένον, Ἄτροπον δὲ κατὰ τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ, Κλωθὼ δὲ παρὰ τὸ συγκεκλῶσθαι καὶ συνείρεσθαι τὰ πάντα καὶ μίαν αὐτῶν τεταγμένην τινὰ εἶναι διέξοδον. ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια φλυαρῶν ἀποδεικνύναι τὴν ἐν ἅπασιν 6.8.11 ἀνάγκην νομίζει. ἐμοὶ δὲ θαυμάζειν ἔπεισιν εἰ τοιαῦτα λέγων οὐκ ᾐσθά νετο τῆς ματαιολογίας τῆς ἑαυτοῦ. ἔστω γὰρ ταύταις ταῖς ἐννοίαις κεχρημένους τοὺς ἀνθρώπους, καθὼς αὐτὸς ἐτυμολογεῖ, τὰ ὀνόματα τεθεῖσθαι τὰ ἐκκείμενα, δοξάζοντας τὰ πάντα κατειληφέναι τὴν εἱμαρμένην καὶ ἀμεταθέτους εἶναι τὰς ἐξ αἰῶνος προκατειλημμένας ἐν πᾶσι τοῖς οὖσί τε καὶ γινομένοις 6.8.12 αἰτίας. τί οὖν ἀκολουθεῖς, ὦ Χρύσιππε, πάσαις ταῖς τῶν ἀνθρώπων δόξαις καὶ οὐδεμία σοι περὶ οὐδενὸς φαίνεται διεψευσμένη, ἀλλὰ πάντες τῆς 6.8.13 ἀληθείας εἰσὶ θεωρητικοί; πῶς οὖν οὐδένα φῂς ἄνθρωπον, ὃς οὐχὶ μαίνεσθαί σοι δοκεῖ κατ' ἴσον Ὀρέστῃ τε καὶ Ἀλκμέωνι, πλὴν τοῦ σοφοῦ; ἕνα δὲ ἢ δύο μόνους φῂς σοφοὺς γεγονέναι, τοὺς δὲ ἄλλους ἐξ ἀφροσύνης ἐπ' ἴσης 6.8.14 μεμηνέναι τοῖς προειρημένοις; πῶς δὲ ἀνασκευάζεις αὐτῶν τὰς δόξας ἐκείνας ὡς διημαρτημένας, οἷον τὰς περὶ πλούτου καὶ δόξης καὶ τυραννίδος καθόλου τε ἡδονῆς, ἅπερ ἀγαθὰ νενομίκασιν οἱ πλεῖστοι; πῶς δὲ τοὺς κειμένους νόμους ἡμαρτῆσθαι φῂς ἅπαντας καὶ τὰς πολιτείας; ἢ διὰ τί πλῆθος τοσούτων βιβλίων συνέγραψας, εἰ περὶ μηδενὸς εἶχον οἱ ἄνθρωποι δόξας διημαρτημέ6.8.15 νας; οὐ γὰρ ὅταν μὲν ταὐτὰ σοὶ δοξάζωσιν, ὀρθῶς φρονεῖν αὐτοὺς φή6.8.16 σομεν, ὅταν δὲ διάφορα, μαίνεσθαι. πρῶτον μὲν γὰρ οὐδὲ σὺ φῂς σοφὸν εἶναι σεαυτόν, μή τι γε ἡμεῖς, ἵνα κριτήριον ποιώμεθα τοῦ καλῶς ποτε ἐκείνους φρονεῖν τὸ τῇ σῇ δόξῃ συνδραμεῖν· ἔπειτ', εἰ καὶ τοῦτο ἦν ἀληθές, τί λέγειν ἐχρῆν μαίνεσθαι πάντας ἐπ' ἴσης καὶ οὐχὶ καθὸ μὲν ἐφαίνοντο ταὐτὰ σοὶ δοξάζοντες κατὰ τοῦτο αὐτοὺς ἐπαινεῖν, ὡς ὀρθοῦ τινος ἐπειλημμένους, καθὸ δὲ 6.8.17 διεφώνουν ἁμαρτάνειν αὐτοὺς ὑπολαμβάνειν; μαρτύριον μέντοι τῆς ἀληθείας ἱκανὸν ἡγεῖσθαι τὸ δοκοῦν ἐκείνοις οὐδὲ οὕτως ἐχρῆν, οὓς εἰ καὶ μὴ μαίνεσθαι καθάπερ σὺ οἴει, ἀλλὰ πολύ γε ἀφεστηκέναι σοφίας πᾶς ἄν τις ὁμολογήσειε. 6.8.18 γελοίως οὖν καὶ σὺ χρήσῃ μάρτυσι τούτοις διὰ τῆς θέσεως τῶν ὀνομάτων, οὓς οὐδὲν ἂν κατά γε σύνεσιν σεαυτοῦ φήσαις διαφέρειν, εἰ μὴ ἄρα τοὺς ἐξ ἀρχῆς θεμένους ταῦτα τὰ ὀνόματα σοφοὺς εἶναι συμβέβηκεν, ὅπερ οὐδαμῶς δεῖξαι 6.8.19 δυνήσῃ. ἀλλὰ γὰρ δεδόσθω σοι τοῦθ' οὕτως ἔχειν καὶ τὰ ὀνόματα ἐκεῖνα τίθεσθαι ὡς σὺ βούλει τὰς σημασίας ἔχοντα, καὶ μὴ κατὰ δόξας ψευδεῖς τὸ τοιοῦτον γεγονέναι· ποῦ τοίνυν δι' αὐτῶν σημαίνεται τὰ πάντα ἁπαξαπλῶς καθ' εἱμαρμένην εἶναι, καὶ μή, εἰ ἄρα, ταῦτα μόνα ὧν ἐστιν εἱμαρμένη; 6.8.20 ὅ τε γὰρ τῶν Μοιρῶν ἀριθμὸς καὶ τὰ ὀνόματα αὐτῶν καὶ ὁ τῆς Κλωθοῦς ἄτρακτος καὶ τὸ ἐπειλημένον αὐτῷ νῆμα καὶ τὸ ἐπίκλωσμα τούτου καὶ ὅσα τοιαῦτα ἄλλα λέγεται ἐν ἐκείνοις, ἐνδείκνυται τὸ ἀπαράβατον καὶ ἐξ αἰῶνος καθῆκον τῶν αἰτιῶν, ὅσα οὑτωσὶ κατηνάγκασται γενέσθαι καὶ ὅσα ἄλλως 6.8.21 ἔχειν κεκώλυται. πολλὰ δ' ἂν εἴη τὰ τοιαῦτα. ὅσα δὲ οὐχ οὕτω γίνεται, τούτων τισὶ μὲν οἱ ἄνθρωποι θεοὺς διοικητὰς καὶ δημιουργοὺς ἐπεφήμισαν, τινῶν δὲ ἡμᾶς αὐτοὺς αἰτίους ὑπέλαβον, ἄλλων δὲ αὖ πάλιν τὴν φύσιν, ἄλλων 6.8.22 τὴν Τύχην· ἧς τὸ εὐμετάβολον καὶ ἄστατον καὶ νῦν μὲν οὕτω, νῦν δὲ οὕτως ἔχον ἐνδείξασθαι βουλόμενοι, εἰδωλοποιήσαντες τὸ ποιὸν τοῦτο σύμ6.8.23 πτωμα τῶν πραγμάτων ἐπὶ σφαίρας βεβηκυῖαν τὴν Τύχην ἔδειξαν. ἢ οὐχὶ δεδόξασται παρὰ τοῖς ἀνθρώποις καὶ ταῦτα; καὶ γὰρ εἴ ποτε συνταράττουσι τὰ αἴτια καὶ ὅσα μὲν καθ' εἱμαρμένην ἢ κατὰ τύχην γίνεται, ταῦτα ἐκ θείας δυνάμεως γίνεσθαι νομίζουσιν, ὅσα δὲ παρ' ἡμᾶς, ταῦτα καθ' εἱμαρμένην, ἀλλ' ὅτι γε πάντα τὰ αἴτια ταῦτα ἐν τοῖς οὖσιν εἶναι δοξάζουσι παντί που δῆλον. 6.8.24 ὥστε οὐδὲ τὰς τῶν ἀνθρώπων ὑπολήψεις οὐδὲ τὰς θέσεις τῶν τοιούτων ὀνομάτων συμμαρτυρεῖν τῇ Χρυσίππου δόξῃ συμβέβηκεν.» 6.8.25 Τούτοις ἑξῆς ἐπιλέγει· «Ἐν μὲν οὖν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ