1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

46

Ὁ μὲν οὖν μῦθος τοιοῦτος, ὁ δὲ λόγος αὐτοῦ τοιόσδε· Ἥρας καὶ ∆ιὸς διαφορὰ καὶ στάσις οὐδὲν ἄλλο πλὴν στοιχείων δυσκρασία καὶ τάραχός ἐστιν, ὅταν ἀλλήλοις μηκέτι συμμετρῆται κατὰ κόσμον, ἀλλὰ καὶ ἀνωμαλίας καὶ τραχύτητος ἐγγενομένης δυσμαχήσαντα λύσῃ τὴν κοινωνίαν καὶ φθορὰν τῶν ὅλων ἀπεργάσηται. ἂν μὲν οὖν ὁ Ζεύς, τουτέστιν ἡ θερμὴ καὶ πυρώδης δύναμις, αἰτίαν παράσχῃ τῆς διαφθορᾶς, αὐχμὸς τὴν γῆν καταλαμβάνει, ἐὰν δὲ περὶ τὴν Ἥραν, τουτέστι τὴν ὑγρὰν καὶ πνευματικὴν φύσιν, ὕβρις τις ἢ πλεονασμὸς γένηται, ῥεῦμα ἦλθε πολὺ καὶ συνώμβρησεν καὶ κατέκλυσε τὰ πάντα. τοιούτου δέ τινος γενομένου καὶ περὶ τοὺς τότε χρόνους καὶ μάλιστα τῆς Βοιωτίας βυθισθείσης, ὡς πρῶτον ἀνέδυ τὸ πεδίον καὶ ἡ πλήμμυρα ἐλώφησεν, ὁ μὲν ἐξ εὐδίας κόσμος τοῦ περιέχοντος ὁμόνοια καὶ διαλλαγὴ τῶν θεῶν ἐλέχθη, πρῶτον δὲ ἀνέσχεν ἐκ τῆς γῆς τῶν φυτῶν ἡ δρῦς καὶ ταύτην ἠγάπησαν οἱ ἄνθρωποι, τροφῆς βίου καὶ σωτηρίου διαμονὴν παρασχοῦσαν. οὐ γὰρ μόνον τοῖς εὐσεβέσιν, ὡς Ἡσίοδός φησιν, ἀλλὰ καὶ τοῖς ὑπολειφθεῖσιν τῆς φθορᾶς Ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας.» 3.2.1 Ταῦτα μὲν ὁ Πλούταρχος. ἡμεῖς δὲ ἔγνωμεν ἐκ τῶν παρατεθεισῶν αὐτῷ φωνῶν ὡς ἄρα καὶ ἡ θαυμαστὴ καὶ ἀπόρρητος φυσιολογία τῆς Ἑλληνικῆς θεολογίας θεῖον μὲν οὐδὲν οὐδέ τι μέγα καὶ θεοπρεπὲς καὶ τῆς 3.2.2 ἀνατάσεως ἄξιον ἐπήγετο. ἀκήκοας γὰρ τὴν Ἥραν τοτὲ μὲν γαμήλιον ἀναγορευομένην καὶ τὴν ἀνδρὸς καὶ γυναικὸς συμβίωσιν δηλοῦσαν, τοτὲ δὲ τὴν γῆν πάλιν Ἥραν ὀνομαζομένην, τοτὲ δὲ τὴν ὑγρὰν οὐσίαν, τὸν δὲ ∆ιόνυσον εἰς τὴν μέθην μετενηνεγμένον, εἰς νύκτα δὲ τὴν Λητὼ καὶ τὸν ἥλιον εἰς Ἀπόλλωνα καὶ αὐτὸν δὲ τὸν ∆ία εἰς τὴν θερμὴν καὶ πυρώδη δύναμιν. 3.2.3 οὐκοῦν πρὸς τῇ τῶν μύθων ἀπρεπείᾳ καὶ ἡ δοκοῦσα σεμνοτέρα διήγησις καὶ φυσιολογία οὐκ ἐπί τινας οὐρανίους νοερὰς καὶ θείας δυνάμεις οὐδ' ἐπὶ λογικὰς καὶ ἀσωμάτους ἀνῆγεν οὐσίας, κάτω δὲ πάλιν καὶ αὐτὴ εἰς μέθας καὶ γάμους καὶ ἀνθρώπεια πάθη εἴς τε πῦρ καὶ γῆν καὶ ἥλιον καὶ τὰ λοιπὰ τῆς ὕλης στοιχεῖα κατέστρεφεν τὰ μέρη τοῦ κόσμου, καὶ πλέον θεοποιοῦσα 3.2.4 οὐδέν. τοῦτο δὲ καὶ ὁ Πλάτων οἶδεν. ὁμολογεῖ γοῦν διαρρήδην ἐν Κρα3.2.4 τύλῳ μηδὲν πλέον τῶν ὁρωμένων τοῦ κόσμου μερῶν τοὺς πρώτους τῶν περὶ τὴν Ἑλλάδα ἀνθρώπων ἐγνωκέναι, μόνους δὲ θεοὺς εἶναι τοὺς ἐν οὐρανῷ 3.2.5 φωστῆρας καὶ τὰ λοιπὰ τῶν φαινομένων νομίσαι. λέγει δ' οὖν ὧδε πρὸς λέξιν· «Φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους τοὺς θεοὺς ἡγεῖσθαι οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν.» 3.2.6 Ἀλλὰ τὰ μὲν Ἑλληνικὰ τοιαῦτα. ἴδωμεν δὲ καὶ τὰ τούτων παλαίτατα· ἦν δὲ τὰ Αἰγύπτια. τὴν Ἶσίν φασι καὶ τὸν Ὄσιριν τὸν ἥλιον καὶ τὴν σελήνην εἶναι καὶ ∆ία μὲν τὸ διὰ πάντων χωροῦν πνεῦμα, Ἥφαιστον δὲ τὸ πῦρ, τὴν δὲ γῆν ∆ήμητραν ἐπονομάσαι Ὠκεανόν τε τὸ ὑγρὸν νομίζεσθαι παρ' Αἰγυπτίοις καὶ τὸν παρ' αὐτοῖς ποταμὸν Νεῖλον, ᾧ καὶ τὰς τῶν θεῶν ἀναθεῖναι γενέσεις· 3.2.7 τὸν δὲ ἀέρα φασὶν αὐτοὺς προσαγορεύειν Ἀθηνᾶν. τούτους δὲ τοὺς πέντε θεούς, τὸν Ἀέρα λέγω καὶ τὸ Ὕδωρ τό τε Πῦρ καὶ τὴν Γῆν καὶ τὸ Πνεῦμα, τὴν πᾶσαν οἰκουμένην ἐπιπορεύεσθαι, ἄλλοτε ἄλλως εἰς μορφὰς καὶ ἰδέας ἀνθρώπων τε καὶ παντοίων ζῴων σχηματιζομένους, καὶ τούτων ὁμωνύμους παρ' αὐτοῖς Αἰγυπτίοις γεγονέναι θνητοὺς ἀνθρώπους, Ἥλιον καὶ Κρόνον καὶ Ῥέαν, ἔτι δὲ ∆ία καὶ Ἥραν καὶ Ἥφαιστον καὶ Ἑστίαν ἐπονομασθένταςγράφει δὲ καὶ τὰ περὶ τούτων πλατύτερον μὲν ὁ Μανεθῶς, ἐπιτετμημένως δὲ ὁ ∆ιόδωρος ἐν τῇ προλεχθείσῃ αὐτοῦ γραφῇ ὧδέ πως ἱστορῶν κατὰ λέξιν· 3.3.1

βʹ. ΠΕΡΙ ΤΗΣ ΑΙΓΥΠΤΙΩΝ ΘΕΟΛΟΓΙΑΣ