1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

103

5.13.2 Καὶ ὁ Πὰν ὕμνον περὶ ἑαυτοῦ ἐκδιδοὺς ἐδίδαξεν λέγων οὕτως· εὔχομαι βροτὸς γεγὼς Πανὶ συμφύτῳ θεῷ, δισσοκέρατι, δισσόποδι, τραγοσκελεῖ, τρυφῶντι» 5.13.3 καὶ τὰ ἀκόλουθα. καὶ τῆς Ἑκάτης δὲ ταῦτα περὶ αὑτῆς λεγούσης τέθειται· «ἤδη μοι σύ γε πάντα ποίει· ξόανον δὲ ἐν αὐτῷ μορφή μοι πέλεται ∆ημήτερος ἀγλαοκάρπου, εἵμασι παλλεύκοις, περὶ ποσσὶ δὲ χρυσοπέδιλος· ἀμφὶ δὲ τῇ ζώνῃ δολιχοὶ προθέουσι δράκοντες, ἴχνεσιν ἀχράντοισιν ἐφερπύζοντες, ἄνωθεν αὐτῆς ἐκ κεφαλῆς ἀρτώμενοι ἐς πόδας ἄκρους, σπειρηδὸν περὶ πᾶσαν ἑλισσόμενοι κατὰ κόσμον. 5.13.4 ὕλη δέ, φησίν, ἢ Παρίοιο λίθου, ἢ εὐξέστου ἐλέφαντος.» 5.14.1 ιδʹ.

ΟΤΙ ΚΑΙ ΜΑΓΕΥΕΙΝ ΠΡΟΤΡΕΠΟΥΣΙΝ «Ἐμφαίνουσι δὲ πολλαχοῦ οἱ θεοὶ καὶ ἃ προλέγουσιν προσημαίνοντες τῷ ἑκάστου γινώσκειν τὴν τῆς γενέσεως σύστασιν, ὥστ' εἶναι αὐτούς, εἰ χρὴ οὕτω φάναι, ἄκρους τε μάγους καὶ ἄκρους γενεθλιαλόγους.» Καὶ πάλιν ἐν χρησμοῖς ἔφη τὸν Ἀπόλλωνα εἰπεῖν· «κλῄζειν Ἑρμείην ἠδ' Ἠέλιον κατὰ ταὐτὰ ἡμέρῃ Ἠελίου, Μήνην δ' ὅτε τῆσδε παρείη, ἠδὲ Κρόνον καὶ Ῥέαν ἠδ' ἑξείης Ἀφροδίτην κλήσεσιν ἀφθέγκτοις, ἃς εὗρε μάγων ὄχ' ἄριστος, τῆς ἑπταφθόγγου βασιλεύς, ὃν πάντες ἴσασιν· «Ὀστάνην λέγεις» εἰπόντων ἐπήγαγε· καὶ σφόδρα· καὶ καθ' ἕκαστον ἀεὶ θεὸν ἑπτάκι φωνεῖν.» 5.14.2 Ὁ δ' αὐτὸς καὶ ταῦτα παρατίθησιν· «Ἔστι δὲ σύμβολα μὲν τῆς Ἑκάτης κηρὸς τρίχρωμος, ἐκ λευκοῦ καὶ μέλανος καὶ ἐρυθροῦ συνεστώς, ἔχων τύπον Ἑκάτης φερούσης μάστιγα καὶ λαμπάδα καὶ ξίφος, περὶ ἣν εἱλείσθω δράκων· Οὐρανοῦ δὲ ἀστέρες οἱ θαλάττιοι πρὸ τῶν θυρῶν πεπατταλευμένοι. ταῦτα γὰρ οἱ θεοὶ αὐτοὶ μεμηνύκασι διὰ τούτων· λέγει δὲ ὁ Πάν· τούσδε δ' αὖ ἐλαύνετε, κηρὸν ἐν πυρὸς μένει θέντες αἰόλου χροός· λευκὸς ἔστω καὶ μέλας καὶ τὸ πῦρ φαεσφόρον ἄνθρακος πεφλεγμένου, δεῖμα νερτέρων κυνῶν, γλύμμα δεινὸν Ἑκάτης· λαμπὰς ἔστω πρὸς χέρας καὶ ξίφος τὸ ποίνιμον καὶ δράκων περισταλὴς ἅμμασιν Κόρην κρατῶν, δεινὸν ἀμφὶ κρᾶτα θείς, αἰόλη τε κλεὶς ὁμοῦ καὶ τὸ δαιμόνων κράτος μάστιγος ψόφος πολύς.» 5.14.3 ∆ιὰ τούτων καὶ τῶν τούτοις ὁμοίων ὁ γενναῖος Ἑλλήνων φιλόσοφος, ὁ θαυμαστὸς θεολόγος, ὁ τῶν ἀπορρήτων μύστης, τὴν ἐκ λογίων φιλοσοφίαν ὡς ἀπόρρητα θεῶν περιέχουσαν λόγια παραφαίνει, ἄντικρυς τῆς πονηρᾶς καὶ δαιμονικῆς ἀληθῶς δυνάμεως ἐξαγορεύων τὰς κατ' ἀνθρώπων ἐνέδρας. τί 5.14.4 γὰρ ἂν γένοιτο βιωφελὲς ἀνθρώποις ἐκ τῆς κακοτέχνου γοητείας; τί δ' ἂν ἔχοι θεοφιλὲς ἡ τῶν ἀψύχων ξοάνων περιεργία; ποίας δ' εἰκὼν γένοιτ' ἂν ἐνθέου δυνάμεως ἡ τῶν τοιῶνδε σχημάτων μόρφωσις; τί δ' οὐ μᾶλλον φιλοσοφεῖν περὶ ἡμᾶς ἢ μαγεύειν καὶ τὰ ἀπειρημένα διώκειν συμβουλεύειν ἐχρῆν, τοῦ κατ' ἀρετὴν καὶ φιλοσοφίαν τρόπου πρὸς εὐδαίμονα καὶ μακάριον αὐτάρκους τυγχάνοντος βίον; ὁ δὲ ἐπιτείνων τὸν οἰκεῖον ἔλεγχον προστίθησι τοῖς εἰρημένοις καὶ ταῦτα· 5.15.1 ιεʹ.

ΟΤΙ ΚΑΙ ΤΑΣ ΑΨΥΧΟΥΣ ΥΛΑΣ ΦΙΛΟΥΣΙΝ «Ὅτι δὲ φιλοῦσι τὰ σύμβολα τῶν χαρακτήρων, ἡ Ἑκάτη παραβάλλουσα πρὸς ἃ φιλοῦσιν οἱ ἄνθρωποι μεμήνυκε διὰ τούτων· τίς βροτὸς οὐ πεπόθηκε χαρακτῆρας ὀπάσασθαι χαλκοῦ καὶ χρυσοῦ καὶ ἀργύρου αἰγλήεντος; τίς δὲ τάδ' οὐ φιλέει τῶν δὴ καθύπερθεν ἐφεστώς, εἰς ἓν ἀγειρόμενος εἴρω<ν> πολυμοιρέα φωτῶν; 5.15.2 οὐ μόνον δ' ὅτι φίλοι οἱ χαρακτῆρες δεδήλωκεν, ἀλλ' ὅτι καί, ὅπερ ἔφαμεν, αὐτοὶ περιγράφονται καί εἰσιν οἷον ἐν ἱερῷ χωρίῳ τῇ ὑποκειμένῃ εἰκόνι· οὐ γὰρ ἐπὶ γῆς ὀχεῖσθαι, ἀλλ' ἐπὶ γῆς ἱερᾶς ἐδυνήθησαν· ἱερὰ δὲ ἡ εἰκόνα φέρουσα θεοῦ, ἧς ἀρθείσης λέλυται τὸ κρατοῦν ἐπὶ γῆς τὸ θεῖον.» 5.15.3 ∆ιὰ δὴ τούτων ἁπάντων