1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

87

θυσιῶν τοὺς τοιούτους, ἑξῆς ἐπισυνάπτει λέγων τὸν φιλόσοφον μηδὲ μαντείων δεήσεσθαι μηδὲ σπλάγχνων ζῴων καὶ τῶν παραπλησίων, ὡς ἂν τῆς δαι4.19.5 μονικῆς ὄντων κακοτεχνίας. εἰ δὴ οὖν κατὰ ταῦτα εὐλαβητέον τῷ συνετῷ καὶ σώφρονι τοιαύταις χρῆσθαι θυσίαις, δι' ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς δαίμονας αὗται δ' ἦσαν αἱ δι' αἱμάτων ἐκχύσεως καὶ δι' ἀλόγων ζῴων σφαγῆς, οὐδεὶς ἂν ἐνδίκως ῥηθείη σώφρων καὶ συνετὸς τῶν πάλαι ζῳοθυτούντων τοῖς δαίμοσιν καὶ πολὺ μᾶλλον τῶν ἀνθρωποθυτούντων. 4.19.6 ἥλω δὲ τὰ πανταχοῦ πάντα σχεδὸν εἰπεῖν ἔθνη, πρόσθεν ἢ τὸν ἡμέτερον Σωτῆρα εἰς ἀνθρώπους ἀναδειχθῆναι, τοὺς φαύλους ἱλεούμενα δαίμονας ταῖς κατὰ πάντα τόπον ἐπιτελουμέναις ἀνθρωποθυσίαις. οὐδεὶς ἄρα τούτων συνετὸς 4.19.7 ἦν καὶ σώφρων. ὁ μὲν οὖν κοινὸς καὶ ἀνθρώπινος λογισμὸς ἑπόμενος ὀρθῷ λόγῳ παντὶ τῷ συνετῷ καὶ σώφρονι διαρρήδην προκηρύττει μὴ χρῆσθαι θυσίαις ἐπὶ θεραπείᾳ τῶν πονηρῶν δαιμόνων, σπουδάζειν δὲ καθαίρειν τὴν ψυχὴν παντοίως· καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι, διὰ τὸ αὐ4.19.8 τοῖς ἀνόμοιον. ὁ δὲ θεὸς αὐτοῖς ὁ Ἀπόλλων πάλιν γὰρ ἀνθρώποις τοῦτον παραβλητέον καὶ δεικτέον ὅσον τοῦ ὀρθοῦ λείπεται λογισμοῦ προστάττει τῷ πονηρῷ δαίμονι θύειν, οὐκ ἄλλως ἢ δηλαδὴ φίλος ὢν αὐτῷ· κακῷ δὲ τὸ ὅμοιον φίλον. τούτου δὲ μάρτυς ὁ καὶ πρόσθεν ἐν οἷς ἐπέγραψεν «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας» ὧδε ἱστορῶν πρὸς λέξιν· 4.20.1 καʹ.

ΩΣ Ο ΑΠΟΛΛΩΝ ΤΩΙ ΠΟΝΗΡΩΙ ∆ΑΙΜΟΝΙ ΠΡΟΣΤΑΤΤΕΙ ΘΥΕΙΝ

«Σπεύδοντος γοῦν τοῦ προφήτου αὐτοπτῆσαι τὸ θεῖον καὶ ἐπειγομένου ὁ Ἀπόλλων ἀδύνατον ἔφη τὸ τοιοῦτο πρὶν λύτρα τῷ πονηρῷ δαίμονι δοῦναι. λέγει δὲ οὕτως· λύτρα δίδου γαίης πατρίης οἰκήτορι σεμνῷ, πρῶτα χοάς, μετέπειτα πυρὴν ἠδ' αἷμα κελαινὸν οἴνου παμμέλανός <τ'> ὀΐων θ' ἅμα λευκὰ ῥέεθρα. καὶ σαφέστερον εἶπεν περὶ τῶν αὐτῶν· οἶνον καὶ γάλα βάλλε καὶ ὕδατος ἀγλαὸν εἶδος καὶ ξύλα καρπὸν ἔχοντα διογνήτων ἀκυλαίων· σπλάγχνα δὲ κατθέμενος λιπαροῖς ἅμα νάμασι σπένδε. μετὰ ποίας δὲ εὐχῆς, ἐρωτηθεὶς ἤρξατο μέν, οὐ μὴν ἐπλήρωσεν, οὕτως εἰπών· δαῖμον ἀλιτρονόων ψυχῶν διάδημα λελογχώς, ἠερίων ὑπένερθε μυχῶν χθονίων τ' ἐφύπερθεν.» 4.20.2 Ταῦτα μὲν ὁ θαυμάσιος θεός, μᾶλλον δὲ τὸ πολυπλανὲς δαιμόνιον. τὰ δὲ τοῦ κατὰ φύσιν λογισμοῦ τἀναντία, καθαίρειν τὴν ψυχήν, ἀλλὰ μὴ θυσίαις ἐπισπᾶσθαι τοὺς πονηροὺς δαίμονας παρακελευόμενα· καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι διὰ τὸ αὐτοῖς ἀνόμοιον. εἰ δὲ δὴ συνετὸς εἶναι καὶ σώφρων ἀνὴρ ὀρθῶς ἐκρίθη ὁ εὐλαβὴς καὶ μὴ θύων δαίμοσιν, ὁ τοῖς πονηροῖς θύειν διὰ τοῦ χρησμοῦ παραινῶν τίς ἂν εὐλόγως καὶ ποταπὸς νομισθείη 4.20.3 σοὶ καταλείπω σκοπεῖν. ἐντεῦθεν δὲ ἀναδραμόντι προφανὲς ἔσται ποῖοί τινες ὑπῆρχον τὴν τοῦ τρόπου φύσιν οἱ ταῖς ἀνθρωποθυσίαις χαίροντες, ἢ οἱ τούτοις πᾶν τὸ ἀνθρώπινον γένος πάλαι πρότερον καταδεδουλωμένοι. εἰ δὲ λέγοι τις μὴ φαῦλον εἶναι τὸν τῆς ἀνθρωποθυσίας τρόπον, ὀρθότατα δ' ὑπὸ τῶν παλαιῶν τελεῖσθαι, ὥρα τοῖς νῦν καταμέμφεσθαι πᾶσιν, ὅτι μηδεὶς ὁμοίως τοῖς πατράσιν εὐσεβεῖ. 4.21.1 κβʹ.

ΩΣ ΟΥ∆ΕΙΣ ΑΛΛΟΣ ΤΩΝ ΕΞ ΑΙΩΝΟΣ Η ΜΟΝΟΣ Ο ΣΩΤΗΡ ΚΑΙ ΚΥΡΙΟΣ ΗΜΩΝ ΤΟ ΠΑΝ ΑΝΘΡΩΠΩΝ ΓΕΝΟΣ ΤΗΣ ∆ΑΙΜΟΝΙΚΗΣ ΗΛΕΥΘΕΡΩΣΕ

ΠΛΑΝΗΣ Εἰ δ' ἐμφρόνως οἱ καθ' ἡμᾶς τῆς ἀπηνοῦς καὶ ἀγρίας ὠμότητος τὴν ἀποστροφὴν ἐποιήσαντο, τῶν παλαιῶν οὐδεὶς ἦν ἄρα σοφός, τοὺς πονηροὺς δαίμονας ταῖς ἀνθρωποκτονίαις μειλισσόμενος. ἀλλὰ γὰρ καὶ τυφλῷ, φασί, δῆλον ὡς οὔτε θεοὶ