1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

44

καὶ Αἰγυπτίων θεολογίας ιʹ. Ἔλεγχος δαὶ ἀνατροπὴ τῆς καὶ τούτων βεβιασμένης ἀποδόσεως ιαʹ. Ὅτι τὰς μυθικὰς περὶ θεῶν διηγήσεις αὐτοὶ διὰ τῶν οἰκείων χρησμῶν οἱ αὐτῶν θεοὶ κυροῦντες ἀπελέγχονται ἐναντία πράττοντες τοῖς φιλοσόφοις ιβʹ. Ὅτι καὶ τὰς τῶν φιλοσόφων θεωρίας βεβαιοῦσι διὰ τῶν χρησμῶν ἐναντίως τοῖς περὶ αὐτῶν μύθοις ἀλληγοροῦντες ιγʹ. Ὅτι τῶν ἀδυνάτων πέφυκεν τὰ μέρη τοῦ κόσμου ἢ τὰς θείας δυνάμεις γοητικαῖς ἀνάγκαις καθέλκεσθαι καὶ διὰ χρησμῶν τοῖς ἐρωτῶσι θεσπίζειν ιδʹ. Ὅτι δαιμονικῆς ἐνεργείας πάντα τὰ τοιάδε τυγχάνει Γ Τὰ μὲν παραστάντα τοῖς κρατίστοις τῶν φιλοσόφων καὶ τοῖς παλαιοῖς καὶ πρώτοις τῆς Ῥωμαίων ἡγεμονίας περὶ τῆς Ἑλληνικῆς θεολογίας τοιαῦτα ἦν, οὐδαμῶς φυσιολογίας ἐν τοῖς περὶ θεῶν μύθοις παραδεχόμενα οὐδέ γε τὰς 3.pref.2 σεμνοφανεῖς καὶ σοφιστικὰς τερθρείας. ἡμεῖς γε μὴν ἐπείπερ ἅπαξ ὡρμήθημεν καὶ ἐπὶ τὸν τούτων ἔλεγχον, φέρε τὰς ἑρμηνείας αὐτῶν καὶ θεωρίας, τί ποτε ἄρα σεμνὸν καὶ θεοπρεπὲς ἐπικομίζονται, συνίδωμεν, μηδὲν μὲν ἐξ ἡμῶν, πάντα δὲ ταῖς αὐτῶν φωναῖς συγχρώμενοι, ὡς ἂν παρ' αὐτῶν αὖθις τὰ αὐτῶν σεμνὰ καὶ ἀπόρρητα καταμάθοιμεν. 3.pref.3 Μυρίοις μὲν οὖν καὶ ἄλλοις τῶν φιλοσοφεῖν ἐπαγγελλομένων πολὺς περὶ τούτων εἰσῆκται πόνος, διαφόρους τῶν αὐτῶν εὑρησιλογίας πεποιημένοις καὶ τὸ παραστὰν καὶ δόξαν ἑκάστῳ τοῦτ' εἶναι τὸ ἀληθὲς ἀπισχυριζομένοις· ἐμοὶ δὲ ἐξαρκεῖ τὰς ἀποδείξεις ἀπὸ τῶν μάλιστα διαφανῶν καὶ πᾶσι τοῖς φιλοσόφοις γνωρίμων κλέος τε οὐ μικρὸν φιλοσοφίας παρ' Ἕλλησιν ἀπενηνεγ3.pref.4 μένων παρασχεῖν. ὧν πρώτου λαβὼν ἀνάγνωθι τοῦ Χαιρωνέως Πλουτάρχου τὰς περὶ τῶν προκειμένων φωνάς, ἐν αἷς σεμνολογῶν παρατρέπει τοὺς μύθους ἐφ' ἅς φησιν εἶναι μυστηριώδεις θεολογίας· ἃς δὴ ἐκκαλύπτων τὸν μὲν ∆ιόνυσον τὴν μέθην εἶναί φησιν, οὐκέτι τὸν ὑπὸ τῆς ἱστορίας ἐν τῷ πρὸ τούτου συγγράμματι δεδηλωμένον θνητὸν ἄνδρα, τὴν δὲ Ἥραν τὴν γαμή λιον ἀνδρὸς καὶ γυναικὸς συμβίωσιν· εἶθ', ὥσπερ ἐπιλελησμένος τῆς ἀποδόσεως, ἑτέραν ἑξῆς ἐπισυνάψας ἱστορίαν τὴν Ἥραν οὐκέτι ὡς τὸ πρότερον, ἀλλὰ τὴν γῆν ὀνομάζει, λήθην δὲ καὶ νύκτα τὴν Λητώ· καὶ πάλιν τὴν αὐτὴν τῇ Λητοῖ φησιν εἶναι τὴν Ἥραν· εἶτ' ἐπὶ τούτοις εἰσάγεται αὐτῷ ὁ Ζεὺς 3.pref.5 εἰς τὴν αἰθέριον δύναμιν ἀλληγορούμενος. καὶ τί με δεῖ ταῦτα προλαμβάνειν, αὐτοῦ παρὸν ἀκοῦσαι τοῦ ἀνδρὸς ὧδέ πως ἐν οἷς ἐπέγραψεν Περὶ τῶν ἐν Πλαταιαῖς ∆αιδάλων τὰ λανθάνοντα τοὺς πολλοὺς τῆς ἀπορρήτου περὶ θεῶν φυσιολογίας ἐκφαίνοντος· 3.1.1

αʹ. ΠΕΡΙ ΤΗΣ ΕΛΛΗΝΩΝ ΦΥΣΙΚΗΣ ΘΕΟΛΟΓΙΑΣ «Ὅτι μὲν οὖν ἡ παλαιὰ φυσιολογία καὶ παρ' Ἕλλησι καὶ βαρβάροις λόγος ἦν φυσικὸς ἐγκεκαλυμμένος μύθοις, τὰ πολλὰ δι' αἰνιγμάτων καὶ ὑπονοιῶν ἐπίκρυφος, καὶ μυστηριώδης θεολογία τά τε λαλούμενα τῶν σιγωμένων <ἀ>σαφέστερα τοῖς πολλοῖς ἔχοντα καὶ τὰ σιγώμενα τῶν λαλουμένων ὑποπτότερα, κατάδηλόν ἐστι τοῖς Ὀρφικοῖς ἔπεσι καὶ τοῖς Αἰγυπτιακοῖς καὶ Φρυγίοις λόγοις· μάλιστα δὲ οἱ περὶ τὰς τελετὰς ὀργιασμοὶ καὶ τὰ δρώμενα 3.1.2 συμβολικῶς ἐν ταῖς ἱερουργίαις τὴν τῶν παλαιῶν ἐμφαίνει διάνοιαν. οἷον, ἵνα μὴ μακρὰν τῶν ἐνεστηκότων λόγων βαδίζωμεν, οὐ νομίζουσιν οὐδὲ ἀξιοῦσι κοινωνίαν εἶναι πρὸς ∆ιόνυσον Ἥρᾳ· φυλάσσονται δὲ συμμιγνύναι τὰ ἱερὰ καὶ τὰς Ἀθήνησιν ἱερείας ἀπαντώσας φασὶν ἀλλήλαις μὴ προσαγορεύειν μηδὲ ὅλως κιττὸν εἰς τὸ τῆς Ἥρας εἰσκομίζεσθαι τέμενος, οὐ διὰ τὰς μυθικὰς καὶ φλυαρώδεις ζηλοτυπίας, ἀλλ' ὅτι γαμήλιος μὲν ἡ θεὸς καὶ νυμφαγωγός, ἀπρεπὲς δὲ τὸ μεθύειν νυμφίοις καὶ γάμοις ἀναρμοστότατον, ὥς φησιν ὁ Πλάτων· ἀκρατοποσία γὰρ ταραχὴν ἐμποιεῖ καὶ ψυχαῖς καὶ σώμασιν, ὑφ' ἧς ἄπλαστα καὶ πεπλανημένα ῥιζοῦται κακῶς τὰ σπειρόμενα καὶ κυϊσκόμενα. πάλιν