1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

67

παραθέσεως ηʹ. Ὅρκος περὶ τῶν λεχθησομένων θʹ. Ὅτι οὐ χρὴ τὰ λεχθησόμενα εἰς πάντας ἐκφέρειν ιʹ. Ὅπως θεραπεύειν διὰ θυσιῶν ὁ Ἀπόλλων προστάττει τοὺς θεούς ιαʹ. Ὅτι οὐκ ἂν εἶεν θεοὶ οἱ ταῖς διὰ ζῴων θυσίαις χαίροντες ιβʹ. Ὅτι οὐδὲν τῶν αὐτὸ γῆς χρὴ τῷ ἐπὶ πάντων θεῷ οὔτε θυμιᾶν οὔτε θύειν ιγʹ. Ὅτι οὐδὲ ταῖς θείαις δυνάμεσι τῶν ἀπὸ γῆς τι θύειν ἢ θυμιᾶν προσήκει ιδʹ. Ἔτι περὶ τοῦ μὴ χρῆναι τῷ ἐπὶ πάντων θεῷ τῶν ἀπὸ γῆς τι προσφέρειν ιεʹ. Ὅτι παράνομόν ἐστι καὶ βλαβερὸν καὶ ἄδικον καὶ ἀνόσιον τὸ θύειν ζῷα θεοῖς καὶ ὅτι κατάραις ὑποβεβλημένον ιʹ. Ὅτι τὰ θυόμενα παρ' αὐτοῖς δαίμοσιν, ἀλλ' οὐ θεοῖς θύεται ιζʹ. Περὶ τῆς παλαιᾶς ἀνθρωποθυσίας καὶ ὅτι μετὰ τὴν εὐαγγελικὴν διδασκαλίαν κατελύθη ιηʹ. Ὅτι πονηροῖς δαίμοσιν ἀνέκειτο πᾶσα ἡ τῶν ἐθνῶν θεολογία ιθʹ. Ὅτι μὴ δεῖ τοῖς πονηροῖς δαίμοσι θύειν κʹ. Ὅπως ἀνακεῖσθαι δεῖ τῷ ἐπὶ πάντων θεῷ καʹ. Ὡς ὁ Ἀπόλλων τῷ πονηρῷ δαίμονι προστάττει θύειν κβʹ. Ὡς οὐδεὶς ἄλλος τῶν ἐξ αἰῶνος ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὸ τῶν ἀνθρώπων γένος τῆς δαιμονικῆς ἠλευθέρωσεν πλάνης κγʹ. Τίς ὁ τρόπος τῆς δαιμονικῆς ἐνεργείας κδʹ. Περὶ τῶν πονηρῶν διαμόνων, καὶ τίνες ποτ' εἰσὶν αὐτῶν οἱ ἄρχοντες ∆ 4.1.1

αʹ. ΠΡΟΟΙΜΙΟΝ ΠΕΡΙ ΤΩΝ ΚΑΤΑ ΠΟΛΕΙΣ ΧΡΗΣΤΗΡΙΩΝ ΚΑΙ ΩΝ

ΜΑΛΙΣΤΑ ∆ΙΑΤΕΘΡΥΛΗΤΑΙ ΤΑ ΜΑΝΤΕΙΑ ΕΝ ΠΑΡΑ∆ΟΞΟΙΣ ∆ΑΙΜΟΝΩΝ ΕΠΙΦΑΝΕΙΑΙΣ· ΤΙΝΙ ΤΕ ΛΟΓΩ ΚΑΙ ΤΟΥΤΩΝ ΚΑΤΕΦΡΟΝΗΣΑΜΕΝ

Τὸ τρίτον εἶδος τῆς πολυθέου πλάνης, ἀφ' ἧς δυνάμει καὶ εὐεργεσίᾳ τοῦ λυτρωτοῦ καὶ σωτῆρος ἡμῶν ἠλευθερώθημεν, ἐν τετάρτῳ τούτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Προπαρασκευῆς καιρὸς ἀπελέγξαι καλεῖ. 4.1.2 ἐπειδὴ γὰρ τὸ πᾶν τῆς θεολογίας αὐτῶν εἶδος εἰς τρία γενικώτερον διαιροῦσιν, εἴς τε τὸ μυθικὸν ὑπὸ τῶν ποιητῶν τετραγῳδημένον καὶ εἰς τὸ φυσικὸν τὸ δὴ πρὸς τῶν φιλοσόφων ἐφευρημένον εἴς τε τὸ πρὸς τῶν νόμων διεκδικούμενον ἐν ἑκάστῃ πόλει καὶ χώρᾳ πεφυλαγμένον, τούτων δὲ μέρη δύο ἤδη πρότερον διὰ τῶν πρὸ τούτου συγγραμμάτων ἡμῖν ἐξήπλωται, τό τε ἱστορικόν, ὃ δὴ μυθικὸν ἀποκαλοῦσιν, καὶ τὸ ἐπαναβεβηκὸς τοὺς μύθους, ὃ δὴ φυσικὸν ἢ θεωρητικὸν ἢ ὅπη ἄλλῃ χαίρουσι προσαγορεύοντες, καιρὸς ἂν εἴη τὸ τρίτον ἐπὶ τοῦ παρόντος διελθεῖν. τοῦτο δέ ἐστι τὸ κατὰ πόλεις καὶ χώρας συνεστώς, πολιτικὸν αὐτοῖς προσηγορευμένον· ὃ καὶ μάλιστα πρὸς τῶν νόμων διεκδικεῖται, ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πάτριον καὶ 4.1.3 τῆς τῶν θεολογουμένων δυνάμεως αὐτόθεν τὴν ἀρετὴν ὑποφαῖνον. διατεθρύληται γοῦν αὐτοῖς μαντεῖα καὶ χρησμοὶ θεραπεῖαί τε καὶ ἀκέσεις παντοίων παθῶν ἐπισκήψεις τε κατ' ἀσεβῶν· ὧν δὴ καὶ διὰ πείρας ἐλθεῖν φάσκοντες εὖ μάλα πεπείκασιν ἑαυτοὺς τὰ θεῖα τιμῶντας δίκαια πράττειν, ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν, τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις ἐν οὐδενὶ λόγῳ τιθεμένους, ἄντικρυς δὲ παρανομοῦντας, δέον σέβειν ἕκαστον τὰ πάτρια μηδὲ κινεῖν τὰ ἀκίνητα, στοιχεῖν δὲ καὶ ἐφέπεσθαι τῇ τῶν προπατόρων εὐσεβείᾳ μηδὲ πολυπραγμονεῖν ἔρωτι καινοτομίας. ταύτη γοῦν φασιν ἐπαξίως καὶ θάνατον ὑπὸ τῶν νόμων ὡρίσθαι τοῖς πλημμελοῦσι τὴν ζημίαν. 4.1.4 τὸ μὲν οὖν πρῶτον ἱστορικόν τε ὂν καὶ μυθικὸν τῆς θεολογίας εἶδος ὅπη τις βούλεται ποιητῶν τιθέσθω, ὥσπερ οὖν καὶ φιλοσόφων τὸ δεύτερον, διὰ τῆς τῶν μύθων φυσικωτέρας ἀλληγορίας ἀπηγγελμένον· τὸ δὲ τρίτον, ὃ καὶ πρὸς τῶν ἀρχόντων ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πολιτικὸν τιμητέον τε καὶ φυλακτέον εἶναι νενομοθέτηται, μήτε τις ποιητῶν, φασίν, μήτε φιλοσόφων κινείτω, τοῖς δ' ἐκ παλαιοῦ κρατήσασι θεσμοῖς ἔν τε ἀγροῖς καὶ πόλεσι με4.1.5 νέτω πᾶς στοιχῶν, νόμοις πατρίοις πειθόμενος. πρὸς δὴ οὖν ταῦτα καιρὸς ἀποδοῦναι τὸν παρ' ἡμῖν λόγον ἀπολογισμόν