1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

54

καρδία· βασιλεὺς γὰρ τοῦ κόσμου ὁ δημιουργικὸς νοῦς· προτείνει δὲ τῇ δεξιᾷ ἢ ἀετόν, ὅτι κρατεῖ τῶν ἀεροπόρων θεῶν ὡς τῶν μεταρσίων ὀρνέων ὁ ἀετός, ἢ νίκην, ὅτι νενίκηκεν αὐτὸς πάντα.» 3.9.6

ιʹ. ΕΛΕΓΧΟΣ ΚΑΙ ΑΝΑΤΡΟΠΗ ΤΗΣ ΚΑΙ ΤΟΥΤΩΝ ΒΕΒΙΑΣΜΕΝΗΣ ΑΠΟ∆ΟΣΕΩΣ

Ταῦτά σοι ὁ Πορφύριος, ὧν τὸν εἰρημένον τρόπον ἀποδεδομένων ἠρέμα καὶ ἐπὶ σχολῆς ἐπιθεωρῆσαι καλόν, τίνα ποτὲ ἄρα τὸν ∆ία φασὶν εἶναι τὰ ἔπη. ἐγὼ μὲν γὰρ οὐδ' ἄλλον ἡγοῦμαι ἢ τὸν ὁρώμενον κόσμον ἐκ παντοίων συνεστῶτα μερῶν, τῶν τε κατ' οὐρανὸν καὶ αἰθέρα καὶ τῶν ἐν τούτοις φαινομένων ἄστρων, ὥσπερ ἐν μεγάλου σώματος κεφαλῇ προτεταγμένων, 3.9.7 τῶν τε ἐν ἀέρι καὶ γῇ καὶ θαλάσσῃ καὶ τοῖς παραπλησίοις. μέρη γοῦν κόσμου καὶ γῆ καὶ ὄρη καὶ βουνοὶ εἱλεῖταί τε αὐτῶν ἐν μέσῳ ζώνης τρόπον ἡ θάλασσα, καὶ πῦρ δὲ καὶ ὕδωρ νύξ τε καὶ ἡμέρα τῆς αὐτῆς εἶεν ἂν τοῦ κόσμου φύσεως μέρη. ταῦτα δ' ἄντικρυς τὸν ὁρώμενον ὑποφαίνειν ἡγοῦμαι κόσμον, εἰ μή τι καὶ σφάλλομαι, καὶ τὸ ὅλον συνεστὼς ἐκ 3.9.8 μερῶν διδάσκει. λέγει δ' οὖν· Πάντα γὰρ ἐν μεγάλῳ Ζηνὸς τάδε σώματι κεῖται. καὶ τίνα τὰ πάντα διασαφεῖ· πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθὴρ νύξ τε καὶ ἦμαρ. τοῦ δή τοι κεφαλὴ[ν] μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται, 3.9.9 καὶ τὰ τούτοις ἀκόλουθα· ἐν οἷς ἐπιφέρει τὸν νοῦν τοῦ ∆ιὸς λέγων εἶναι τὸν αἰθέρα καὶ οὐδὲν ἄλλο, κατὰ τοὺς Στωϊκοὺς τὴν πυρώδη καὶ θερμὴν οὐσίαν τὸ ἡγεμονικὸν φάσκοντας εἶναι τοῦ κόσμου καὶ τὸν θεὸν εἶναι σῶμα καὶ τὸν δημιουργὸν αὐτὸν οὐδ' ἕτερον τῆς τοῦ πυρὸς δυνάμεως. κατὰ τὰ αὐτὰ γὰρ οἶμαι καὶ ἐν τοῖς ἔπεσιν εἰρῆσθαι· Νοῦς δέ οἱ ἀψευδὴς βασιλήϊος ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται. 3.9.10 δι' ὧν ἀνεπικαλύπτως ζῷον μέγα τὸν κόσμον ὑποθέμενος, καὶ τοῦτον ∆ία προσειπὼν νοῦν μὲν αὐτοῦ τὸν αἰθέρα, σῶμα δὲ τὰ λοιπὰ μέρη τοῦ κόσμου 3.9.11 εἶναι ἀπεφήνατο. τοιοῦτος μέν τις ὁ διὰ τῶν ἐπῶν ὑπογραφόμενος τυγχάνει Ζεύς. ὁ δὲ τῶν ἐπῶν ἐξηγητὴς ἀρξάμενος μὲν τοῖς ἔπεσιν ἀκολούθως λέγει· «Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων καὶ θεὸς ἐκ θεῶν», σαφῶς τὸν θεολογούμενον ∆ία οὐδὲ ἄλλον ἢ τὸν ὁρώμενον καὶ αἰσθητὸν κόσμον δηλοῦσθαι διὰ τῶν ἐπῶν ἑρμηνεύσας. 3.9.12 Αἰγυπτίων δὲ ὁ λόγος, παρ' ὧν καὶ Ὀρφεὺς τὴν θεολογίαν ἐκλαβὼν τὸν κόσμον εἶναι τὸν θεὸν ᾤετο, ἐκ πλειόνων θεῶν τῶν αὐτοῦ μερῶν ὅτι καὶ τὰ μέρη τοῦ κόσμου θεολογοῦντες ἐν τοῖς πρόσθεν ἀπεδείχθησαν συνεστῶτα, καὶ τούτου πλέον οὐδὲν τὰ παρατεθέντα τῶν ἐπῶν ῥήματα 3.9.13 διεσάφησεν. ὁ δὲ μετὰ τὴν πρώτην ἑρμηνείαν δευτέραν ἐξ αὑτοῦ προστίθησι, τὸν τῶν ὅλων ποιητὴν θεὸν τὸν δημιουργικὸν νοῦν τοῦτον εἶναι 3.9.14 φάσκων τὸν τεθεολογημένον. πῶς δ' ἂν αὐτὸν τοῦτον ἐθεολόγει, ὃν μηδὲ τὴν ἀρχὴν ἔγνω ὁ τῶν ἐπῶν ποιητής, εἴτε ὁ Θρᾷξ εἴη Ὀρφεὺς εἴτε τις ἄλλος, εἰ δὴ παρ' Αἰγυπτίων ἢ καὶ παρὰ τῶν πρώτων Ἑλλήνων ἥκοντα ἦν εἰς αὐτὸν τὰ τῆς θεολογίας, οἱ δέ γε ἀπεδείχθησαν οὐδὲν νοητὸν ἐπιστάμενοι οὐδ' ἐν ἀφανεῖ καὶ ἀσωμάτῳ οὐσίᾳ περιεχόμενον, εἴ τῳ ἱκανὸς πιστώσασθαι ὁ Πλάτων, ὁμολογῶν ἐν Κρατύλῳ τοὺς πρώτους τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους θεοὺς ἡγεῖσθαι, οὕσπερ νῦν πολλοὶ τῶν 3.9.15 βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν. καὶ ὁ Χαιρήμων δὲ μικρῷ ἔμπροσθεν ἐμαρτύρει οὐδ' ἄλλο τι πρὸ τοῦ ὁρωμένου κόσμου τοὺς Αἰγυπτίους ἡγεῖσθαι οὐδ' ἄλλους θεοὺς πλὴν τῶν πλανητῶν καὶ τῶν λοιπῶν ἀστέρων, πάντα τε εἰς τὰ ὁρώμενα τοῦ κόσμου μέρη καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύοντας. 3.10.1 Ὁ δὴ οὖν ἐκ τούτων ὁρμώμενος ποιητὴς πόθεν ἢ πῶς ἢ παρὰ τίνος λαβὼν ἐν τοῖς ἔπεσιν τὸν ἐπέκεινα τοῦ κόσμου