1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

96

ἀπαιτεῖν ἢ προσδέχεσθαι πιθανόν ἐστιν οὔτε μάτην ἂν ἐδέχοντο βασιλεῖς καὶ στρατηγοί, παῖδας αὑτῶν ἐπιδιδόντες καὶ καταρχόμενοι καὶ σφάττοντες, ἀλλὰ χαλεπῶν καὶ δυστρόπων ὀργὰς καὶ βαρυθυμίας ἀφοσιούμενοι καὶ ἀποπιμπλάντες ἀλαστόρων ἐν τοῖσδε μανικοὺς ἔρωτας, οὐ δυναμένων οὐδὲ βουλομένων σώμασιν καὶ διὰ σωμάτων ὁμιλεῖν. ἀλλ' ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει διὰ παρθένον, οὕτω πολλάκις ἰσχυροὶ καὶ βίαιοι δαίμονες ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχομένην σώματι λοιμούς τε πόλεσι καὶ γῆς ἀφορίας ἐπάγουσιν καὶ πολέμους καὶ στάσεις ταράττουσιν, ἄχρι οὗ λάβωσι καὶ τύχωσιν οὗ ἐρῶσιν.» 5.4.4 Σαφῶς διὰ τούτων ὁ προδηλωθεὶς φιλόσοφος ὅτι δαίμοσιν πονηροῖς τὰ προειρημένα κατὰ πάσας τὰς πόλεις ἐπετελεῖτο παρέστησεν. εἰ δὲ καί τινες, ὥς φασιν, ἐν τούτοις ἦσαν ἀγαθοὶ τὴν φύσιν ἢ καὶ θεοί, τί χρῆν θεραπεύειν τοὺς φαύλους, πρὸς τῶν ἀγαθῶν ἀπελαύνεσθαι αὐτοὺς δέον; 5.4.5 εἰ γὰρ δή τινες ἦσαν αὐτοῖς ἀγαθοὶ προστάται, τούτοις ἐπιθαρσοῦντας τὸ μηθὲν τῶν χειρόνων χρῆν δήπου φροντίζειν, καὶ διὰ σωφρόνων λόγων τε καὶ εὐχῶν, ἀλλὰ μὴ δι' αἰσχρορρημοσυνῶν τὰς ἐναντίας ἀποτρέπεσθαι δυνά5.4.6 μεις. ὅτε δὲ τούτων μὲν οὐδὲν ἔπραττον, βίῳ δὲ αἰσχρῷ καὶ ἀκολάστῳ καὶ ῥήμασιν ἀσέμνοις ὠμοφαγίαις τε καὶ διασπασμοῖς καὶ ἀνθρωποθυσίαις τοῖς πονηροῖς δαίμοσιν ἐκαθικέτευον, πῶς καὶ δυνατὸν ἦν αὐτοὺς τὰ τοιαῦτα δρῶντας καὶ τὰ τοῖς φαύλοις κεχαρισμένα διαπραττομένους, τῷ ἐπὶ πάντων θεῷ ἢ ταῖς ὑπ' αὐτὸν θείαις δυνάμεσιν ἢ ὅλως ἀγαθοῖς τισι προσοικειοῦ5.4.7 σθαι; ἀλλὰ γὰρ τοῖς πᾶσιν πρόδηλον ὡς ὁ τὰ φίλα τοῖς φαύλοις ἐπιτελῶν οὐκ ἄν ποτε τῶν ἀγαθῶν γένοιτο προσφιλής. οὐκ ἄρα θεοῖς οὐδ' 5.4.8 ἀγαθοῖς δαίμοσιν, μόνοις δὲ τοῖς φαύλοις ἐλάτρευον οἱ δεδηλωμένοι. ἔτι δὲ μᾶλλον τοῦτον πιστοῦται τὸν λόγον ὁ Πλούταρχος ἐν οἷς φησι τὰς μυθικὰς ὡς περὶ θεῶν διηγήσεις λόγους εἶναί τινας περὶ δαιμόνων τά τε παρ' Ἕλλησιν ᾀδόμενα γιγαντικά τινα καὶ Τιτανικὰ δαιμονικὰ εἶναι διηγήματα, 5.4.9 ὡς καινοτέραν ὑποβάλλειν διάνοιαν. μήποτε ἄρα τοιαῦτα ἦν τὰ περὶ τῶν πρὸ τοῦ κατακλυσμοῦ γιγάντων ἐν τῇ θείᾳ γραφῇ λεγόμενα τά τε περὶ τῶν τούτους γεγεννηκότων, περὶ ὧν εἴρηται· «ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἐκ πασῶν ὧν ἐξελέξαντο»· ἀφ' ὧν ἐγεννήθησαν «οἱ γίγαντες οἱ ὀνομαστοὶ ἐξ 5.4.10 αἰῶνος». εἴποι γὰρ ἄν τις τούτους ἐκείνους εἶναι καὶ τὰ ἐκείνων πνεύματα παρὰ τοῖς μετὰ ταῦτα ἀνθρώποις τεθεοποιημένα καὶ τὰς ἐκείνων μάχας τάς τε πρὸς ἀλλήλους διαστάσεις καὶ τοὺς πολέμους ταῦτ' εἶναι τὰ ὡς περὶ θεῶν μυθευόμενα. λέγει δ' οὖν ὁ Πλούταρχος ἐν ᾧ συνέταξεν λόγῳ «Περὶ τῶν κατὰ τὴν Ἶσιν καὶ τοὺς Αἰγυπτίων θεοὺς» αὐτοῖς ῥήμασιν ταῦτα· 5.5.1 εʹ. ΠΕΡΙ ΤΟΥ ΛΑΝΘΑΝΟΥΣΑΣ ∆ΑΙΜΟΝΩΝ ΠΕΡΙΕΧΕΙΝ ΙΣΤΟΡΙΑΣ ΤΑΣ

ΜΥΘΙΚΑΣ ΩΣ ΠΕΡΙ ΘΕΩΝ ∆ΙΗΓΗΣΕΙΣ «Βέλτιον οὖν οἱ τὰ περὶ Τυφῶνα καὶ Ὄσιριν καὶ Ἶσιν ἱστορούμενα μήτε θεῶν πάθη μήτε ἀνθρώπων, ἀλλὰ δαιμόνων μεγάλων εἶναι νομίζοντες, οὓς καὶ Πλάτων καὶ Πυθαγόρας καὶ Ξενοκράτης καὶ Χρύσιππος, ἑπόμενοι τοῖς πάλαι θεολόγοις, ἐρρωμενεστέρους ἀνθρώπων λέγουσι γεγονέναι καὶ πολὺ τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας ἡμῶν, τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδὲ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς φύσει καὶ σώματος αἰσθήσει συνειληχὸς ἡδονὴν δεχομένῃ καὶ πόνον καὶ ὅσα ταύταις γινόμενα ταῖς μεταβολαῖς πάθη τοὺς μὲν μᾶλλον, τοὺς δ' ἧττον ἐπιταράττει. γίνονται γὰρ ὡς ἐν ἀνθρώποις καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ κακίας. τὰ γὰρ γιγαντικὰ καὶ Τιτανικὰ παρ' Ἕλλησιν ᾀδόμενα καὶ πολλαί τινες ἄθεσμοι πράξεις καὶ Πυθῶνος ἀντιτάξεις πρὸς Ἀπόλλωνα φυγαί τε ∆ιονύσου καὶ πλάναι ∆ήμητρος οὐδὲν