1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

29

Βάκχιον ἀπὸ τῶν Βακχῶν, Ληναῖον δὲ ἀπὸ τοῦ 2.2.10 πατεῖσθαι τὰς σταφυλὰς ἐν ληνοῖς, Βρόμιον δὲ ἀπὸ τοῦ κατὰ τὴν γένεσιν αὐτοῦ 2.2.11 γενομένου βρόμου. καὶ Σατύρους δέ φασιν αὐτὸν περιάγεσθαι ἐν ταῖς ὀρχήσεσι καὶ ταῖς τραγῳδίαις τέρψιν αὐτῷ καὶ ἡδονὴν παρέχοντας, καταδεῖξαι δὲ θέατρον καὶ μουσικῶν ἀκροαμάτων σύστημα. τοιαῦτα μὲν τὰ περὶ 2.2.12 ∆ιονύσου. Τὸν δὲ Πρίηπον υἱὸν εἶναί φασι ∆ιονύσου καὶ Ἀφροδίτης, διὰ τὸ τοὺς οἰνωθέντας φυσικῶς ἐντετάσθαι πρὸς τὰς ἀφροδισιακὰς ἡδονάς. τινὲς δέ φασι τὸ αἰδοῖον τῶν ἀνθρώπων τοὺς παλαιοὺς μυθικῶς Πρίηπον ὀνομά2.2.13 ζειν. ἔνιοι δὲ λέγουσι τὸ γεννητικὸν μόριον αἴτιον ὑπάρχειν τῆς γενέσεως τῶν ἀνθρώπων καὶ διὰ τοῦτο εἰς ἅπαντα τὸν αἰῶνα τυχεῖν τῆς ἀθανάτου τιμῆς· ὥσπερ οὖν καὶ οἱ Αἰγύπτιοι τὴν Ἶσιν ἔφησαν τὰ μέλη τοῦ Ὀσίριδος ἀναζητοῦσαν, τὸ αἰδοῖον αὐτοῦ μὴ δυναμένην εὑρεῖν, καταδεῖξαι τιμᾶν ὡς θεὸν καὶ ἀνα2.2.14 θεῖναι κατὰ τὸ ἱερὸν ἐντεταμένον. ἀλλὰ καὶ παρ' Ἕλλησιν οὐ μόνον ἐν ταῖς ∆ιονυσιακαῖς τελεταῖς, ἀλλὰ καὶ ταῖς ἄλλαις ἁπάσαις οὗτος ὁ θεὸς τυγχάνει τινὸς τιμῆς, μετὰ γέλωτος καὶ παιδιᾶς παρεισαγόμενος ἐν ταῖς θυσίαις· ὡς καὶ τὸν Ἑρμαφρόδιτον, ὃν ἐξ Ἑρμοῦ καὶ Ἀφροδίτης γεννηθέντα τυχεῖν2.2.15 τῆς προσηγορίας. τοῦτον δέ φασι τὸν θεὸν κατά τινας χρόνους φαίνεσθαι παρ' ἀνθρώποις καὶ γεννᾶσθαι τὴν τοῦ σώματος φύσιν ἔχοντα μεμιγμένην ἐξ ἀνδρὸς καὶ γυναικός· ἔνιοι δὲ τὰ τοιαῦτα τέρατα ὑπάρχειν φασὶ σπανίως 2.2.16 τε γεννώμενα σημαντικὰ ποτὲ μὲν κακῶν, ποτὲ δ' ἀγαθῶν γίνεσθαι. Τὰς δὲ Μούσας θυγατέρας εἶναι ∆ιὸς καὶ Μνημοσύνης, τινὲς δὲ Οὐρανοῦ καὶ Γῆς. παρθένους τε αὐτὰς οἱ πλεῖστοι μυθολογοῦσιν τυχεῖν τε τῆς προσηγορίας 2.2.17 ἀπὸ τοῦ μυεῖν τοὺς ἀνθρώπους, τοῦτο δέ ἐστι διδάσκειν τὰ καλά. Περὶ δὲ τοῦ Ἡρακλέους Ἕλληνες τοιαῦτά φασι· ∆ανάης τῆς Ἀκρισίου καὶ ∆ιὸςγενέσθαι Περσέα, Περσέως δὲ καὶ Ἀνδρομέδας Ἠλεκτρύωνα, ἐκ δὲ τούτου γενέσθαι τὴν Ἀλκμήνην, ᾗ μιγέντα τὸν ∆ία γεννῆσαι τὸν Ἡρακλέα. μισγόμενον δὲ αὐτῇ τὸν ∆ία τριπλασίονα τὴν νύκτα ποιῆσαι· μόνην δὲ ταύτην τοῦ ∆ιὸς τὴν ὁμιλίαν οὐκ ἐρωτικῆς ἐπιθυμίας ἕνεκα γενέσθαι, καθάπερ ἐπὶ τῶν 2.2.18 ἄλλων γυναικῶν, ἀλλὰ τὸ πλεῖστον τῆς παιδοποιίας χάριν. τὴν δὲ Ἥραν ζηλοτυποῦσαν παρακατασχεῖν μὲν τῆς Ἀλκμήνης τὰς ὠδῖνας, τὸν δὲ Εὐρυσθέα πρὸ τοῦ καθήκοντος χρόνου πρὸς τὸ φῶς ἀγαγεῖν, τοῦ ∆ιὸς προαγορεύσαντος τὸν τεχθησόμενον κατ' ἐκείνην τὴν ἡμέραν βασιλεῦσαι τοῦ Περσει2.2.19 δῶν γένους. τεκοῦσα δὲ Ἀλκμήνη ἐξέθηκεν, ὥς φασι, τὸ βρέφος, φόβῳ τῆς Ἥρας. τὴν δὲ Ἀθηνᾶν ἀγασθεῖσαν τὸ βρέφος πεῖσαι τὴν Ἥραν ὑποσχεῖναὐτῷ τὴν θηλήν. τοῦ δὲ παιδὸς ὑπὲρ τὴν ἡλικίαν βιαιότερον ἐπισπασαμένου τὴν θηλὴν ἡ μὲν Ἥρα διαλγήσασα τὸ βρέφος ἔρριψεν, Ἀθηνᾶ δὲ κομίσασα 2.2.20 αὐτὸ τὴν μητέρα τρέφειν παρεκελεύσατο. Μετὰ δὲ ταῦτα ἡ μὲν Ἥρα δύο δράκοντας ἀπέστειλε τοὺς ἀναλώσοντας τὸ βρέφος, ὁ δὲ παῖς οὐ καταπλαγεὶς ἑκατέρᾳ τῶν χειρῶν τὸν αὐχένα θλίψας ἀπέπνιξεν τοὺς δράκοντας. ἀνδρὶ δὲ γενομένῳ τῷ Ἡρακλεῖ Εὐρυσθεὺς ὁ τὴν βασιλείαν ἔχων τῆς Ἀργείας 2.2.21 προστάττει ἄθλους ἐκτελέσαι δώδεκα. εἰς πολλὴν δὲ ἀμηχανίαν ἐμπεσόντος αὐτοῦ Ἥρα μὲν ἔπεμψεν αὐτῷ λύσσαν, ὁ δὲ τῇ ψυχῇ δυσφορῶν εἰς μανίαν ἐνέπεσεν· τοῦ πάθους δὲ αὐξομένου τῶν φρενῶν ἐκτὸς γενόμενος τὸν ἑταῖρον καὶ ἀδελφιδοῦν Ἰόλαον ἐπεβάλετο κτείνειν, τοῦ δὲ φυγόντος, τοὺς ἰδίους παῖδας ἐκ Μεγάρας τῆς Κρέοντος τοῦ βασιλέως θυγατρὸς γενομένους 2.2.22 αὐτῷ κατετόξευσεν ὡς πολεμίους. καὶ μετὰ ταῦτα ἠρέμα καταστὰς ὑπουργεῖ τῷ Εὐρυσθεῖ τοὺς δώδεκα ἄθλους. ἀναιρεῖ δὲ καὶ τοὺς Κενταύρους, 2.2.23 μεθ' ὧν καὶ Χείρωνα τὸν ἐπὶ τῇ ἰατρικῇ βοώμενον. Φασὶ δὲ ἴδιόν τι συμβῆναι κατὰ τὴν γένεσιν τοῦδε τοῦ θεοῦ. Ζεὺς γὰρ πρώτῃ μὲν ἐμίγη γυναικὶ θνητῇ Νιόβῃ τῇ Φορωνέως, ἐσχάτῃ δὲ Ἀλκμήνῃ τῇ τοῦ Ἡρακλέους μητρί. ταύτην δὲ ἀπὸ Νιόβης ἑκκαιδεκάτην γενεαλογοῦσιν. ἐν ταύτῃ δὲ τὴν πρὸς τὰς 2.2.24 θνητὰς ὁμιλίαν κατέλυσεν. Ἀλλὰ γὰρ τελέσας τοὺς ἄθλους ὁ Ἡρακλῆς τὴν μὲν ἑαυτοῦ