1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

88

εἶεν ἂν οὔτε ἀγαθοὶ δαίμονες οἱ πάλαι πρὸς τῶν ἐθνῶν 4.21.2 ἁπάντων θεολογούμενοι, πορρωτάτω δὲ τοῦ ἀγαθοῦ ἐξῳκισμένοι. διὸ καὶ ἐνδίκως θεομάχοι τινὲς καὶ ἀσεβεῖς λεχθεῖεν, τὸν πάντα λυμηνάμενοι βίον, ὧν ἐξ αἰῶνος οὐδεὶς ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ὁ Χριστὸς τοῦ θεοῦ πᾶσιν ἀνθρώποις τὴν φυγὴν προεξένησεν, εὐαγγελιζόμενος ὁμοῦ πάντας Ἕλληνάς τε καὶ βαρβάρους θεραπείαν τῆς πατρικῆς νόσου καὶ τῆς πικρᾶς καὶ παλαιοτάτης δουλείας ἐλευθερίαν· ἐφ' ἣν σπεύδειν ὁ τῆς εὐαγγελικῆς ἀποδείξεως παρορμᾷ λόγος, μεγάλῃ τῇ φωνῇ τοῖς πᾶσιν εἰς ἐξάκουστον βοῶν· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν.» καὶ πάλιν· «ἐξαγαγεῖν ἐκ δε4.21.3 σμῶν πεπεδημένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» ταῦ τα γὰρ ἄνωθεν ἐκ παλαιοῦ τὰ θεῖα ὡς ἀληθῶς παρ' Ἑβραίοις ἐθέσπιζεν λόγια, τὴν ἡμῶν τῶν πάλαι τυφλῶν τὰς ψυχὰς καὶ δαιμόνων πονηρῶν πολυπλόκοις δεσμοῖς πεπεδημένων ἀπολύτρωσιν εὐαγγελιζόμενα. ὅθεν εἰκότως τοὺς τῆς διανοίας ὀφθαλμοὺς πρὸς τοῦ σωτηρίου καταυγασθέντες λόγου, σώφρονές τε καὶ συνετοὶ καὶ εὐλαβεῖς γενόμενοι καὶ πάντων ἐλεύθεροι κακῶν, οὔτε θύσομεν οὔτε δουλεύσομεν τοῖς τῶν ἐθνῶν νενομισμένοις θεοῖς, οἳ δὴ καὶ ἡμῶν τὸ πρὶν κατετυράννουν· ἀχθέντες δὲ καὶ προσαχθέντες ὑπὸ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τῷ μόνῳ καὶ ἀληθεῖ θεῷ, τῷ δὴ καὶ δεσπότῃ καὶ τροφεῖ σωτῆρί τε καὶ εὐεργέτῃ καὶ ἔτι ποιητῇ καὶ δημιουργῷ καὶ παμβασιλεῖ τῶν ὅλων, μόνον τοῦτον ἀληθῆ θεὸν ἡγησόμεθα καὶ μόνῳ τὸ προσῆκον ἀπονεμοῦμεν σέβας, μόνον γεραίροντες καὶ μόνον αὐτὸν εὐσεβοῦντες, οὐχ ᾗ τοῖς δαίμοσιν φίλον, ἀλλ' ᾗ τῷ πρὸς αὐτοῦ καταπεμφθέντι πάντων ἀνθρώ4.21.4 πων σωτῆρι διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας παραδέδοται. ταύτη δὲ θεοσεβοῦντες διώξομεν καὶ ἀπελάσομεν ἑαυτῶν, πολλοῦ δεῖ φοβηθησόμεθα, τοὺς πονηροὺς δαίμονας δι' ἁγνείας καὶ καθαροῦ τρόπου βίου τε σώφρονος καὶ παναρέτου, τοῦ δὴ πρὸς τοῦ σωτῆρος ἡμῶν διωρισμένου· καθαρᾷ γὰρ μὴ δύνασθαι ψυχῇ πλησιάζειν διὰ τὸ ἀνόμοιον ὡμολογεῖτο. ἀλλ' οὐδὲ μαντείας καὶ χρησμῶν δεησόμεθα οὐδὲ σπλάγχνα ζῴων διερευνήσομεν οὐδέ τι τῶν διὰ δαιμονικῆς κινήσεως ἐνεργουμένων πολυπραγμονήσο4.21.5 μεν. ὧν γὰρ ἕνεκα ταῦτα τοῖς πολλοῖς σπουδάζεται, τούτων ἡμῖν ἀφίστασθαι μελετᾶν ὁ τοῦ Χριστοῦ λόγος διεστείλατο, μόνων δὲ ἐκείνων ἐφίεσθαι προὔτρεψεν, περὶ ὧν ἀληθῶς μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων μηνύσει τὸ σαφές, αὐτὸς δὲ μόνος ὁ τοῦ θεοῦ λόγος, ὁ ἐν τοῖς ἀληθινοῖς ἐνοικῶν σπλάγχνοις τῶν οἵων τε αὐτὸν δι' ἄκραν ψυχῆς καθαρότητα ἔνδον ἐν ἑαυτοῖς χωρεῖν. περὶ ὧν φησί που ἐν τοῖς ἱεροῖς γράμμασιν· «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός.» 4.21.6 Ταῦτα μὲν οὖν τὰ ἀπὸ τοῦ περὶ θυσιῶν τόπου ἀπελεγκτικὰ τῆς τῶν δαιμόνων μοχθηρίας. ἄκουε δὲ οἷα περὶ τῶν αὐτῶν αὖθις ὁ Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς συγγραφεὺς ἱστορεῖ, διαρρήδην ὁμολογῶν τοὺς πονηροὺς δαίμονας ἐν σχήμασι πλείοσιν ἐντυπουμένους καὶ παντοίας μορφὰς χαρακτηρίζοντας λανθάνειν καὶ ἐξαπατᾶν τοὺς πολλοὺς τῶν ἀνθρώπων. ἀγαθῶν γάρ, φησίν, ὑποδυόμενοι πρόσωπα καὶ προσεταιριζόμενοι τὰ πλήθη διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν, τοὺς ἀνωτάτω θεοὺς ἑαυτοὺς ἐπιφημίζεσθαι βούλονται. τοσοῦτόν τε αὐτούς φησιν ἰσχῦσαι ὡς ἀπατῆσαι καὶ τοὺς σοφωτάτους τῶν Ἑλλήνων ποιητάς τε καὶ φιλοσόφους, οὓς καὶ ὁμολογεῖ τῆς τοῦ πλήθους γεγονέναι διαστροφῆς αἰτίους· ὅτι τε ἐξ αὐτῶν πᾶσα γοητεία συνέστη καὶ τὰ πρὸς ἡδονὴν ἀνθρώποις δι' αὐτῶν προξενεῖται· ὅπως τε θεοὶ εἶναι βούλονται, δαίμονες ὄντες φαῦλοι· καὶ ὡς ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖ θεὸς εἶναι ὁ μέγιστος. ταῦτα δὴ ὁ Πορφύριος πάντα τοῦτον ἱστορεῖ τὸν τρόπον· 4.22.1 κγʹ.