1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

56

αὖθις· «ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τίς κατέδειξεν ταῦτα πάντα.» 3.10.13 Ταῦτα μὲν οὖν εἰς τὴν πρώτην τῶν ἐπῶν ἑρμηνείαν εἰρήσθω· φέρε δὲ 3.10.13 καὶ τὰ ἑξῆς διασκοπήσωμεν. ἐπεὶ μὴ οἷόν τε ἦν, φησίν, εἰκόνα τοιαύτην δημιουργεῖν οἵαν ὁ λόγος ἐμήνυσεν, διὰ τοῦτο ἀνθρωπόμορφον τοῦ ∆ιὸς τὸ δείκηλον πεποιήκασιν, ὅτι νοῦς ἦν, καθ' ὃν ἐδημιούργει, καὶ λόγοις σπερ3.10.14 ματικοῖς ἀπετέλει τὰ πάντα. καὶ πῶς εἰ μὴ οἷόν τε ἦν εἰκόνα τοιαύτην ποιεῖν οἵαν ὁ λόγος ἐμήνυσεν ἐμήνυσεν δὲ ἄρα τοῦ φαινομένου καὶ ὁρωμένου κόσμου τὰ μέρη, οὐρανὸν καὶ τὰ ἐν οὐρανῷ ἀέρα τε καὶ γῆν καὶ τὰ ἐν τούτοις· εἰ δὴ οὖν τῶν ὁρωμένων τοῦ κόσμου μερῶν οὐχ οἷόν τε ἦν εἰκόνα συστήσασθαι, καθὸ νοῦς ἦν ὁ θεός, πῶς ἄν τις τὴν εἰκόνα αὐτοῦ δημιουργή3.10.15 σειεν; τί δ' ἂν ἔχοι σῶμα ἀνθρώπειον ἐμφερὲς πρὸς τὸν τοῦ θεοῦ νοῦν; ἐγὼ μὲν γὰρ οὐδὲ πρὸς τὸν ἀνθρώπινον ἡγοῦμαι· ἐπεὶ ὁ μὲν ἀσώματος καὶ ἀσύνθετος καὶ ἀμερής, τὸ δὲ βαναύσων ἀνδρῶν ἔργον θνητοῦ σώματος φύσιν ἀπομεμίμηται καὶ ζώσης σαρκὸς ἀψύχῳ καὶ νεκρᾷ ὕλῃ κωφὴν καὶ ἄναυδον 3.10.16 εἰκόνα καταγέγραπται. ψυχὴ μὲν οὖν λογικὴ καὶ ἀθάνατος καὶ νοῦς ἀπαθὴς ἐν ἀνθρώπου φύσει εὖ μοι δοκεῖ λέγεσθαι εἰκόνα καὶ ὁμοίωσιν ἀποσῴζειν θεοῦ, καθ' ὅσον ἄυλος καὶ ἀσώματος νοερά τε καὶ λογικὴ τὴν οὐσίαν συνέστη3.10.17 κεν, ἀρετῆς οὖσα καὶ σοφίας δεκτική. εἰ δή τις εἴη δυνατὸς ψυχῆς ἄγαλμα καὶ μορφὴν ἐν εἰκόνι τεκτήνασθαι, δύναιτ' ἂν οὗτος καί τι τῶν κρειττόνων· εἰ δὲ ἄμορφος καὶ ἀειδὴς καὶ ἀσχημάτιστος, οὔτε ὁράσει θεωρητὸς οὔτε λόγῳ καὶ ἀκοῇ τὴν οὐσίαν καταληπτὸς ὁ ἀνθρώπινος νοῦς, τίς ἂν μανείη τοσοῦτον ὡς τὸ ἀνδρείκελον ξόανον θεοῦ τοῦ ἀνωτάτω μορφὴν καὶ εἰκόνα 3.10.18 φέρειν ἀποφήνασθαι; θεοῦ μὲν οὖν φύσις ἔξω πάσης θνητῆς ὕλης φαντάζεται, νῷ διαυγεῖ καὶ σιγῇ ψυχαῖς κεκαθαρμέναις ἐπινοουμένη· τὸ δέ γε τοῦ ὁρωμένου ∆ιὸς ἐν τῷ δεικήλῳ σχῆμα εἴη ἂν θνητοῦ τὴν φύσιν ἀνδρὸς εἰκὼν οὐδὲ τὸν ὅλον ἄνθρωπον, μέρος δέ τι τὸ χεῖρον αὐτοῦ μεμιμημένον, 3.10.19 ὅτι μηδὲν ἴχνος ζωῆς καὶ ψυχῆς ἐπάγεται. πῶς οὖν ὁ ἐπὶ πάντων θεὸς καὶ νοῦς ὁ τῶν ὅλων δημιουργικὸς εἴη ἂν αὐτὸς ὁ ἐν τῷ χαλκῷ ἢ τῷ νεκρῷ ἐλέφαντι Ζεύς; ὁ δὲ δὴ τῶν ὅλων δημιουργικὸς νοῦς πῶς ποτε αὐτὸς ἦν ἄρα ἐκεῖνος ὁ Ζεὺς ὁ τοῦ ἐξ Ἀλκμήνης Ἡρακλέος πατὴρ καὶ τῶν λοιπῶν ἐκ ∆ιὸς μυθευομένων ἀνδρῶν, οἳ τὸν θνητὸν βίον κοινῶς ἅπασιν ἀνθρώποις κατα στρέψαντες τῆς οἰκείας φύσεως ἀνεξάλειπτα τοῖς μετ' αὐτοὺς μνημεῖα κατα3.10.20 λελοίπασι; Φοινίκων μὲν οὖν οἱ πρῶτοι θεολόγοι, ὡς ἐν τῷ πρώτῳ συγγράμματι παρεστήσαμεν, τὸν ∆ία παῖδα Κρόνου θνητὸν ἀπὸ θνητοῦ γενόμενον, ἄνδρα Φοίνικα τὸ γένος, ἀπεμνημόνευον, Αἰγύπτιοι δὲ ἐξοικειούμενοι τὸν ἄνδρα θνητὸν πάλιν αὐτὸν ὡμολόγουν, κατὰ τοῦτό γε Φοίνιξιν ὁμοφω3.10.21 νοῦντες. ἀλλὰ καὶ Κρῆτες τάφον τοῦ ∆ιὸς παρ' ἑαυτοῖς δεικνύντες τρίτοι ἂν εἶεν τοῦ αὐτοῦ μάρτυρες· καὶ Ἀτλάντειοι δὲ καὶ πάντες οἱ πρὸ τούτου δεδηλωμένοι, κατ' οἰκείαν ἱστορίαν ἐξοικειούμενοι τὸν ∆ία πάντες ὁμοῦ θνητὸν ἀπεφήναντο, πράξεις αὐτοῦ θνητὰς καὶ ἀνθρωπείους, ἀλλ' οὐ σεμνάς τινας οὐδὲ φιλοσόφους, αἰσχρουργίας δὲ ἁπάσης καὶ ἀκολασίας ἔμπλεως ἀναγρά3.10.22 ψαντες. τοῖς δ' ἐπὶ τὸ σεμνότερον τοὺς μύθους τρέπειν ἐπηγγελμένοις τοτὲ μὲν ὁ Ζεὺς θερμή τις ἦν καὶ πυρώδης δύναμις, τοτὲ δὲ τὸ πνεῦμα· νῦν δ' 3.10.23 οὐκ οἶδ' ὅπως αὐτοῖς ὁ τῶν ὅλων δημιουργικὸς νοῦς ἀναπέφανται. πευστέον τοιγαροῦν τίνα ἂν εἴποιεν τὸν τούτου πατέρα καὶ τοῦ πατρὸς τὸν προπάτορα· ἐπεὶ κατὰ πάντας τοὺς θεολόγους Ζεὺς Κρόνου παῖς ὁμολογεῖται καὶ τά γε προκείμενα τοῦ Ὀρφέως ἔπη «ὑπερμενέος Κρονίωνος» ἐμνημόνευσεν, 3.10.24 Κρόνος δὲ Οὐρανοῦ. δεδόσθω τοίνυν αὐτοῖς εἶναι ὁ Ζεὺς ὁ ἐπὶ πάντων θεὸς καὶ νοῦς ὁ τὰ πάντα δημιουργήσας. τίς οὖν ὁ τούτου πατήρ; Κρόνος. τίς δὲ ὁ προπάτωρ; Οὐρανός. εἰ δὲ πρῶτος ὁ Ζεὺς ὡς ἂν δημιουργὸς ἁπάντων, χρῆν δή που δευτέρους καταλέγεσθαι καὶ μετ' αὐτὸν τοὺς ὑπ' αὐτοῦ 3.10.25 πεποιημένους. εἴτε γὰρ χρόνος τις εἴη ὁ Κρόνος Οὐρανοῦ πεφυκὼς γέννημα