1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

2

θεῷ πλησιάζων καὶ τῆς παμμακαρίου φιλίας διὰ τῆς ἐπιστημονικῆς εὐσεβείας ἠξιωμένος ὁμοῦ καὶ ψυχῆς 1.1.6 καὶ σώματος καὶ τῶν ἐκτὸς ἁπάντων εὖ ἂν ἔχοι. ταύτην δὴ τοίνυν τὴν ἀγαθὴν καὶ σωτήριον πρὸς θεὸν ἀνθρώπων φιλίαν ἄνωθεν ἐκ τοῦ παναγάθου καταπεμφθεὶς θεοῦ λόγος, ὥσπερ τις ἀπειρομεγέθους φωτὸς αὐγή, πᾶσιν ἀνθρώποις εὐαγγελίζεται, οὐκ ἐνθένδε ποθὲν οὐδ' ἑτέρωθεν, ἀλλὰ πανταχόθεν ἐξ ἁπάντων ἐθνῶν πρὸς τὸν τῶν ὅλων θεὸν παρορμῶν ἥκειν σπεύδειν τε καὶ πάσῃ προθυμίᾳ ψυχῆς τὸ δῶρον ὑποδέχεσθαι, Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, ἄνδρας ἅμα γυναιξὶ καὶ νηπίοις, πένητάς τε καὶ πλουσίους, σοφοὺς καὶ ἰδιώτας, οὐδὲ τὸ οἰκετικὸν γένος ὑπερφρονῶν 1.1.7 τῆς κλήσεως, ὅτι δὴ μίαν τὴν πάντων οὐσίαν τε καὶ φύσιν ὁ πατὴρ αὐτῶν συστησάμενος μιᾶς εἰκότως καὶ τῆς ἴσης πάλιν τοὺς πάντας μεγαλοδωρεᾶς ἠξίωσε, τὴν πρὸς αὐτὸν γνῶσίν τε καὶ φιλίαν ἅπασι τοῖς ὑπακούειν ἐθέλουσι καὶ τὴν χάριν εὐμαρῶς ἀσπαζομένοις δωρούμενος. 1.1.8 ταύτην ὁ Χριστοῦ λόγος ἧκε τὴν πρὸς τὸν αὐτοῦ πατέρα φιλίαν τὸν σύμπαντα κόσμον εὐαγγελιούμενος· «θεὸς γὰρ ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα,» ᾗ τὰ θεῖα διδάσκει λόγια, «ἐλθών τε, φησίν, εὐηγγελίσατο εἰρήνην τοῖς μακράν, εἰρήνην τοῖς ἐγγύς.» 1.1.9 ταῦτα πρόπαλαι παῖδες Ἑβραίων θεοφορούμενοι τῷ σύμπαντι κόσμῳ προεθέσπιζον, ὁ μέν τις βοῶν «μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν·» καὶ πάλιν· «εἴπατε ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται·» ὁ δὲ φάσκων «ἐπιφανήσεται κύριος ἐν αὐτοῖς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ.» 1.1.10 ταῦτα πρόπαλαι θείοις χρησμοῖς ἀνακείμενα νῦν εἰς ἡμᾶς αὐτοὺς διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας πέφηνεν, ὡς τὴν πάλαι κηρυττομένην τε καὶ τοῖς μὴ τούτων ἀπείροις προσδοκωμένην τῶν ἐθνῶν ἁπάντων θεογνωσίαν εἰκότως ἡμῖν τὸν ἔναγχος ἐξ οὐρανοῦ παρόντα λόγον εὐαγγελίζεσθαι, ταῖς τῶν παλαιῶν φωναῖς τὰ διὰ τῶν ἔργων ἀποτελέσματα συντρέχειν ἐπιδεικνύμενον. 1.1.11 Ἀλλὰ γὰρ τί χρὴ σπεύδειν φθάνοντα τῇ προθυμίᾳ τὴν τῶν διὰ μέσου λόγων ἀκολουθίαν, ἀναλαβεῖν ἐξ ὑπαρχῆς δέον καὶ τὰ ἐμποδὼν ἅπαντα διαλύσασθαι; ἐπειδὴ γὰρ τὸν χριστιανισμόν τινες οὐδένα λόγον ἀποσῴζειν, ἀλόγῳ δὲ πίστει καὶ ἀνεξετάστῳ συγκαταθέσει τοὺς τῆς προσηγορίας ἐφιεμένους τὸ δόξαν κυροῦν ὑπειλήφασι, μηδένα φάσκοντες δύνασθαι δι' ἀποδείξεως ἐναργοῦς παρέχειν τεκμήριον τῆς ἐν τοῖς ἐπαγγελλομένοις ἀληθείας, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς προσ ιόντας, παρ' ὃ καὶ πιστοὺς χρηματίζειν, τῆς ἀκρίτου χάριν καὶ ἀβασανίστου πίστεως, εἰκότως ἐπὶ τήνδε καθεὶς τὴν πραγματείαν τῆς εὐαγγελικῆς ἀποδείξεως, εἰς προκατασκευὴν τῆς ὅλης ὑποθέσεως ἡγοῦμαι δεῖν βραχέα προδιαλαβεῖν περὶ τῶν ζητηθέντων ἂν πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ τῶν ἐκ περιτομῆς παντός τε τοῦ μετὰ ἀκριβοῦς ἐξετά1.1.12 σεως τὰ καθ' ἡμᾶς διερευνωμένου. ταύτῃ γάρ μοι δοκῶ τὸν λόγον ἐν τάξει χωρήσειν εἰς τὴν ἐντελεστέραν τῆς εὐαγγελικῆς ἀποδείξεως διδασκαλίαν εἴς τε τὴν τῶν βαθυτέρων δογμάτων κατανόησιν, εἰ τὰ τῆς προπαρασκευῆς ἡμῖν πρὸ ὁδοῦ γένοιτο, στοιχειώσεως καὶ εἰσαγωγῆς ἐπέχοντα τόπον καὶ τοῖς ἐξ ἐθνῶν ἄρτι προσιοῦσιν ἐφαρμόττοντα· τὰ δὲ μετὰ ταῦτα τοῖς ἐνθένδε διαβεβηκόσι καὶ τὴν ἕξιν ἤδη παρεσκευασμένοις εἰς τὴν τῶν κρειττόνων παραδοχὴν τὴν ἀκριβῆ γνῶσιν παραδώσει τῶν συνεκτικωτάτων τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χρι1.1.13 στὸν τοῦ θεοῦ μυστικῆς οἰκονομίας. ἀρξώμεθα δὴ τῆς προπαρασκευῆς, τὰ πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ τῶν ἐκ περιτομῆς παντός τε τοῦ μετὰ ἀκριβοῦς ἐξετάσεως τὰ καθ' ἡμᾶς διερευνωμένου λεχθησόμενα προσάγοντες. 1.2.1