1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

75

Τοιούτοις χρησάμενος προοιμίοις μαρτύρεται καὶ προπαραγγέλλει μὴ εἰς πολλοὺς ἐκφῆναι τὰ λεχθησόμενα, λέγων οὕτως· 4.8.1

θʹ. ΟΤΙ ΟΥ ΧΡΗ ΤΑ ΛΕΧΘΗΣΟΜΕΝΑ ΕΙΣ ΠΑΝΤΑΣ ΕΚΦΑΙΝΕΙΝ «Σὺ δ' εἴπερ τι καὶ ταῦτα πειρῶ μὴ δημοσιεύειν μηδ' ἄχρι καὶ τῶν βεβήλων ῥίπτειν αὐτὰ δόξης ἕνεκα ἢ κέρδους ἤ τινος ἄλλης οὐκ εὐαγοῦς κολακείας. κίνδυνος γὰρ οὐ σοὶ μόνον τὰς ἐντολὰς παραβαίνοντι ταύτας, ἀλλὰ κἀμοὶ ῥᾳδίως πιστεύσαντι τῷ στέγειν παρ' ἑαυτῷ μὴ δυναμένῳ τὰς εὐποιίας. δοτέον δὴ τοῖς τὸν βίον ἐνστησαμένοις πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν.» 4.8.2 Καὶ μεθ' ἕτερα ἐπιλέγει· «Ταῦτά μοι ὡς ἀρρήτων ἀρρητότερα κρύπτειν· οὐδὲ γὰρ οἱ θεοὶ φανερῶς περὶ αὐτῶν ἐθέσπισαν, ἀλλὰ δι' αἰνιγμάτων.» 4.8.3 Ἐπειδὴ τοίνυν τοιαῦτα ὁ λόγος ἀνετείνατο, φέρε λοιπὸν διὰ τῶν ἐνθέων καὶ Πυθοχρήστων λογίων σκεψώμεθα, ποταπὰς εἶναι τὰς θεολογουμένας ἀφανεῖς δυνάμεις προσήκει λογίζεσθαι· γένοιτο γὰρ καὶ ἀνδρὸς ἔλεγχος 4.8.4 ἐκ τῶν οἰκείων λόγων τε καὶ ἐπιτηδευμάτων. ὁ δὴ οὖν προδηλωθεὶς ἀνὴρ ἐν αὐτοῖς οἷς ἐπέγραψεν «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας» χρησμοὺς τίθησι τοῦ Ἀπόλλωνος, τὰς διὰ ζῴων θυσίας ἐργάζεσθαι παρακελευομένου καὶ μὴ μόνοις δαίμοσιν μηδὲ μόναις ταῖς περιγείοις δυνάμεσιν, ἀλλὰ καὶ 4.8.5 ταῖς αἰθερίοις καὶ οὐρανίοις ζῳοθυτεῖν. ἐν ἑτέροις δ' ὁ αὐτὸς δαίμονας, ἀλλ' οὐ θεοὺς εἶναι ὁμολογῶν ἅπαντας, οἷς Ἕλληνες τὰς δι' αἱμάτων καὶ ζῴων ἀλόγων σφαγῆς ἐπετέλουν θυσίας, μὴ χρῆναι μηδὲ ὅσιον εἶναι θεοῖς ζῳοθυτεῖν φησίν. ἄκουε τοιγαροῦν τῶν πρώτων αὐτοῦ φωνῶν, δι' ὧν τὰ περὶ τῆς ἐκ λογίων φιλοσοφίας συνάγων, πῶς ὁ Ἀπόλλων χρῆναι θεραπεύειν τοὺς θεοὺς διδάσκει. ὃ καὶ παρατίθεται γράφων ὧδε· 4.9.1 ιʹ. ΟΠΩΣ ΘΕΡΑΠΕΥΕΙΝ ∆ΙΑ ΘΥΣΙΩΝ Ο ΑΠΟΛΛΩΝ ΠΡΟΣΤΑΤΤΕΙ ΤΟΥΣ ΘΕΟΥΣ «Ἀκολούθως μετὰ τὰ ῥηθέντα περὶ εὐσεβείας ἃ περὶ τῆς θεραπείας αὐτῶν ἔχρησαν, ἀναγράφοιμεν ἂν ὧν ἐκ μέρους κἀν τοῖς περὶ εὐσεβείας φθάσαντες παρατεθείκαμεν. ἔστιν δὲ ὁ χρησμὸς τοῦ Ἀπόλλωνος ἅμα καὶ διαίρεσιν τῆς τῶν θεῶν περιέχων τάξεως· 4.9.2 ἐργάζευ, φίλε, τήνδε θεόσδοτον ἐς τρίβον ἐλθών, μηδ' ἐπιλήθεο τῶν μακάρων, θυσίας ἐναρίζων πῆ μὲν ἐπιχθονίοις, πῆ δ' οὐρανίοις, ποτὲ δ' αἴθρης αὐτοῖσιν βασιλεῦσι καὶ ἠέρος ὑγροπόροιο ἠδὲ θαλασσαίοις καὶ ὑποχθονίοισιν ἅπασιν· πάντα γὰρ ἐνδέδεται φύσεως μεστώμασι τῶνδε. ζῴων δ' ὡς θέμις ἐστὶ τελευτῆσαι καθαγισμοὺς ἀείσω δέλτοις δὲ χαράσσετε χρησμὸν ἐμεῖο, τοῖς μὲν ἐπιχθονίοις, τοῖς δ' οὐρανίοισι θεοῖσι· φαιδρὰ μὲν οὐρανίοις, χθονίοις δ' ἐναλίγκια χροιῇ. τῶν χθονίων διάειρε τριχῇ θυσίας ἐναρίζων· νερτερίων κατάθαπτε καὶ ἐς βόθρον αἷμα ἴαλλε· χεῦε μέλι νύμφαισι ∆ιωνύσοιό τε δῶρα· ὅσσοι δ' ἀμφὶ γέην πωτώμενοι αἰὲν ἔασιν, τοῖσδε φόνου πλήσας πάντη πυριπληθέα βωμὸν ἐν πυρὶ βάλλε δέμας θύσας ζῴοιο ποτανοῦ καὶ μέλι φυρήσας ∆ηωΐῳ ἀλφίτῳ ἔνθευ ἀτμούς τε λιβάνοιο καὶ οὐλοχύτας ἐπίβαλλε· εὖτε δὲ πὰρ ψαμάθοισιν ἴῃς, γλαυκὴν ἅλα χεύας κὰκ κεφαλῆς θυσίαζε καὶ εἰς βαθὺ κῦμα θαλάσσης ζῷον ὅλον προΐαλλε. τελευτήσας τάδε πάντα ἐς πλατὺν ἠερίων χορὸν ἔρχεο οὐρανιώνων. ἀστραίοις δἤπειτα καὶ αἰθερίοις ἐπὶ πᾶσιν αἷμα μὲν ἐκ λαιμῶν κρουνώμασιν ἀμφὶ θυηλὰς λιμνάζειν, τὰ δὲ γυῖα θεοῖς ἐν δαιτὶ πονεῖσθαι, ἄκρα μὲν Ἡφαίστῳ δόμεναι, τὰ δὲ λοιπὰ πάσασθαι, ἀτμοῖσιν λαροῖσιν ἐνιπλήσαντες ἅπαντα ἠέρα ῥευσταλέον· ἐπὶ δ' εὐχὰς πέμπετε τοῖσδε.» 4.9.3 Καὶ μετ' ὀλίγα ἐπεξηγεῖται τὸν χρησμὸν ἑρμηνεύων ὧδε· «Αἱ δὲ θυσίαι ἔχουσι τὸν τρόπον τοῦτον κατὰ τὴν προρρηθεῖσαν διαίρεσιν τῶν θεῶν ἐκδεδομέναι. ὄντων γὰρ ὑποχθονίων καὶ ἐπιχθονίων θεῶν καὶ τῶν μὲν ὑποχθονίων καὶ νερτερίων καλουμένων, τῶν δ' ἐπιχθονίων καὶ χθονίων κληθέντων θεῶν, κοινῶς μὲν τούτοις ἱερεῖα τετράποδα μέλανα ἄγειν παρακελεύεται, περὶ δὲ τὸν τρόπον τῆς θυσίας ἐξαλλάττει· τοῖς μὲν γὰρ ἐπιχθονίοις σφάττειν ἐπὶ βωμῶν, τοῖς δ'