1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

26

∆ιὸς Ὄσιριν. ἔπειτα παρελθόντων τῶν μυθογράφων ἐμπλῆσαι τὸ θέατρον καὶ τοῖς ἐπιγινομένοις ἰσχυρὰν πίστιν καὶ ἀμετάθετον γενέσθαι. καθόλου δέ φασι τοὺς Ἕλληνας ἐξιδιάζεσθαι τοὺς ἐπι2.1.27 φανεστάτους Αἰγυπτίων ἥρωάς τε καὶ θεούς. καὶ γὰρ Ἡρακλέα τὸ γένος Αἰγύπτιον ὄντα δι' ἀνδρείαν ἐπελθεῖν πολλὴν τῆς οἰκουμένης. ἐξοικειοῦσθαι δὲ αὐτὸν τοὺς Ἕλληνας, καὶ μὴν ἕτερον ὄντα τοῦ ἐξ Ἀλκμήνης παρ' Ἕλλησιν2.1.28 ὕστερόν ποτε γενομένου. φασὶ δὲ καὶ τὸν Περσέα γενέσθαι κατὰ τὴν Αἴγυπτον καὶ τῆς Ἴσιδος τὴν γένεσιν ὑπὸ τῶν Ἑλλήνων εἰς Ἄργος μεταφερεσθαι, μυθολογούντων αὐτὴν εἶναι Ἰὼ τὴν εἰς βοὸς τύπον μεταμορφωθεῖσαν. τὴν αὐτὴν δὲ τοὺς μὲν Ἶσιν, τοὺς δὲ ∆ήμητραν, τοὺς δὲ Θεσμο2.1.29 φόρον, ἄλλους δὲ Σελήνην καὶ ἄλλους Ἥραν νομίζειν. τὸν δὲ Ὄσιριν τοὺς μὲν Σάραπιν, τοὺς δὲ ∆ιόνυσον, τοὺς δὲ Πλούτωνα, τοὺς δὲ Ἄμμωνα, 2.1.30 τοὺς δὲ ∆ία, ἑτέρους δὲ Πᾶνα νομίζειν. εὑρέτιν δὲ γενέσθαι φασὶ τὴν Ἶσιν φαρμάκων πολλῶν καὶ ἰατρικῆς ἐπιστήμης· εὑρεῖν δὲ καὶ τὸ τῆς ἀθανασίας φάρμακον, δι' οὗ τὸν υἱὸν Ὧρον ὑπὸ τῶν Τιτάνων ἐπιβουλευθέντα καὶ νεκρὸν εὑρεθέντα καθ' ὕδατος μὴ μόνον ἀναστῆσαι δοῦσαν τὴν ψυχήν, ἀλλὰ 2.1.31 καὶ τῆς ἀθανασίας ποιῆσαι μεταλαβεῖν. τὸν δὲ Ὧρον ὕστατον ὄντα τῶν θεῶν βασιλεῦσαι τῆς Αἰγύπτου. μεθερμηνευόμενον δέ φασιν αὐτὸν εἶναι τὸν Ἀπόλλωνα τήν τε ἰατρικὴν καὶ μαντικὴν ὑπὸ τῆς μητρὸς Ἴσιδος διδαχ2.1.32 θέντα διὰ τῶν χρησμῶν καὶ θεραπειῶν εὐεργετεῖν. συμφωνεῖται δὲ παρὰ τοῖς πλείστοις ὅτι τοῖς περὶ τὸν ∆ία καὶ τὸν Ὄσιριν θεοῖς κατὰ τὴν Ἴσιδος ἡλικίαν μεγαλόσωμοί τινες γίγαντες ἐπὶ τὸ τερατῶδες κοσμούμενοι πόλεμον ἤγειραν. νομοθετῆσαι δὲ τοὺς Αἰγυπτίους γαμεῖν ἀδελφὰς διὰ τὸ τὴν Ἶσιν τῷ Ὀσίριδι ἀδελφῷ ὄντι αὐτῆς γαμηθῆναι.» 2.1.33 Καὶ ταῦτα μὲν περὶ τούτων ἱστοροῦσιν. περὶ δὲ τῶν ἀφιερωμένων ζῴων κατ' Αἴγυπτον τοιοῦτός τις παρ' αὐτοῖς κατέχει λόγος· «Τινὲς μέν φασι τοὺς ἐξ ἀρχῆς γενομένους θεούς, ὀλίγους ὄντας καὶ κατισχυομένους ὑπὸ τοῦ πλήθους καὶ τῆς ἀσεβείας τῶν γηγενῶν ἀνθρώπων, ὁμοιωθῆναί τισιν ἀλόγοις ζῴοις καὶ οὕτως διαφυγεῖν· ἔπειτα χάριν ἀποδιδόντας τῆς σωτηρίας ἀφιερῶσαι τὰς φύσεις αὐτῶν τῶν ζῴων, οἷς ἀφωμοιώ2.1.34 θησαν. οἱ δέ φασιν ἐν ταῖς πρὸς τοὺς πολεμίους συμβολαῖς κατασκευάσαντας εἰκόνας τῶν ζῴων ἃ νῦν τιμῶσι φορεῖν ταύτας τοὺς ἡγεμόνας ἐπὶ τῆς κεφαλῆς καὶ τοῦτο γνώρισμα τῆς ἀρχῆς ἔχειν· ἐν δὲ ταῖς κατὰ τῶν ἐχθρῶν νίκαις, ὡς ἂν αἴτια γενόμενα τὰ ζῷα, ὧν τὰς εἰκόνας ἔφερον, ἀποθεῶσαι. 2.1.35 ἕτεροι δὲ τρίτην αἰτίαν φέρουσι, τῆς χρείας ἕνεκα τῶν ζῴων φάσκοντες αὐτὰ τετιμῆσθαι. τὴν μὲν γὰρ θήλειαν βοῦν τίκτειν καὶ ἀροῦν, τὰ δὲ πρόβατα τίκτειν καὶ σκέπην παρέχειν καὶ τὴν διὰ τοῦ γάλακτος καὶ τοῦ τυροῦ τροφήν, τὸν δὲ κύνα συνθηρεύειν ἀνθρώποις καὶ φυλακτικὸν εἶναι· διόπερ τὸν θεὸν τὸν παρ' αὐτοῖς καλούμενον Ἄνουβιν κυνὸς ἔχειν κεφαλήν, ἐμφαίνοντες ὅτι σω2.1.36 ματοφύλαξ ἦν τῶν περὶ τὸν Ὄσιριν καὶ τὴν Ἶσιν. ἔνιοι δέ φασι τῆς Ἴσιδοςπροηγουμένους τοὺς κύνας καθ' ὃν καιρὸν ἐζήτει τὸν Ὄσιριν τά τε θηρία 2.1.37 καὶ τοὺς ἀπαντῶντας ἀπείργειν. καὶ τὸν μὲν αἴλουρον πρὸς τὰς ἀσπίδας εὔθετον ὑπάρχειν καὶ τὰ ἄλλα δάκετα τῶν ἑρπετῶν, τὸν δὲ ἰχνεύμονα τὰ τῶν κροκοδείλων ᾠὰ συντρίβειν ἀναιρεῖν τε τοὺς κροκοδείλους πηλῷ κυλιόμενον καὶ ἐπιπηδῶντα κεχηνόσι τοῖς στόμασι, διαφαγόντα δὲ αὐτῶν τὰ ἐντὸς τῆς 2.1.38 κοιλίας νεκροὺς ἀπεργάζεσθαι. τῶν δὲ ὀρνέων τὴν μὲν ἶβιν χρησίμην ὑπάρχειν πρός τε τοὺς ὄφεις καὶ τὰς ἀκρίδας καὶ τὰς κάμπας, τὸν δὲ ἱέρακα πρὸς τοὺς σκορπίους καὶ κεράστας καὶ τὰ μικρὰ τῶν δακέτων θηρίων καὶ διὰ 2.1.39 τὸ συμβάλλεσθαι ταῖς μαντείαις· τὸν δ' ἀετὸν διὰ τὸ βασιλικὸν εἶναι. τὸν δὲ τράγον φασὶν ἀποτεθεῶσθαι, καθάπερ καὶ τοῖς Ἕλλησιν τὸν Πρίηπον, διὰ τὸ γεννητικὸν μόριον· τὸ μὲν γὰρ ζῷον εἶναι τοῦτο κατωφερέστατον πρὸς τὰς συνουσίας, τὸ δὲ μόριον τοῦ σώματος τὸ τῆς γενέσεως αἴτιον τιμᾶσθαι προσηκόντως, ὡς ἂν ἀρχέγονον τῆς τῶν ζῴων φύσεως. καθόλου δὲ τὸ αἰδοῖον οὐκ Αἰγυπτίους