1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

60

κατεῖδον, διὸ τὴν τοῦ χρόνου δύναμιν αὐτῷ προσανέθεσαν· ἀποτυποῦσί τε αὐτὸν ἑστῶτα πολιόν, 3.11.37 πρὸς ἔμφασιν τοῦ γηράσκειν τὸν χρόνον. τῶν δὲ καιρῶν σύμβολα οἱ Κου3.11.38 ρῆτες, τὸν χρόνον βουκολοῦντες, ὅτι διὰ τῶν καιρῶν ὁ χρόνος παροδεύει. τῶν δὲ Ὡρῶν αἱ μὲν Ὀλυμπιάδες εἰσὶ τοῦ Ἡλίου, αἳ καὶ ἀνοίγουσι τὰς κατὰ τὸνἀέρα πύλας, αἱ δὲ ἐπιχθόνιοι τῆς ∆ήμητρος· καὶ τὸν κάλαθον ἔχουσιν τὸν μὲν 3.11.39 τῶν ἀνθῶν σύμβολον τοῦ ἔαρος, τὸν δὲ τῶν σταχύων τοῦ θέρους. τοῦ δὲ Ἄρεως τὴν δύναμιν καταλαβόντες διάπυρον, πολέμων ποιητικὴν καὶ αἱμα3.11.40 τουργὸν βλάπτειν τε καὶ ὠφελεῖν δυναμένην ἐποίησαν. τὸν δὲ τῆς Ἀφροδίτης ἀστέρα, τηρήσαντες γενεσιουργὸν ἐπιθυμίας τε καὶ γονῆς αἴτιον, γυναῖκα μὲν ἀνέπλασαν διὰ τὴν γένεσιν, ὡραίαν δέ, ὅτι καὶ Ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ. 3.11.41 καὶ Ἔρωτα μὲν παρέστησαν διὰ τὴν ἐπιθυμίαν. σκέπει δὲ μαστοὺς καὶ τὸ μόριον, ὅτι γονῆς αἰτία ἡ δύναμις καὶ ἐκθρέψεως. ἔστι δὲ ἀπὸ θαλάττης, στοιχείου διύγρου καὶ θερμοῦ, πολλὰ κινουμένου καὶ διὰ τὴν συγκίνησιν ἀφριῶν3.11.42 τος, τὸ σπερματικὸν αἰνιττόμενοι. τοῦ δὲ λόγου τοῦ πάντων ποιητικοῦ τε καὶ ἑρμηνευτικοῦ ὁ Ἑρμῆς παραστατικός. ὁ δὲ ἐντεταμένος Ἑρμῆς δηλοῖ τὴν εὐτονίαν, δείκνυσιν δὲ καὶ τὸν σπερματικὸν λόγον τὸν διήκοντα διὰ πάν3.11.43 των. λοιπὸν δὲ σύνθετος λόγος, ὁ μὲν ἐν ἡλίῳ Ἑρμῆς, Ἑκάτη δὲ ὁ ἐν σελήνῃ, Ἑρμόπαν δὲ ὁ ἐν τῷ παντί· κατὰ πάντων γὰρ ὁ σπερματικὸς καὶ ποιητικός. σύνθετος δὲ καὶ οἷον μιξέλλην καὶ παρ' Αἰγυπτίοις ὁ Ἑρμάνουβις. ἐπεὶ δὲ καὶ τῆς ἐρώσης ἦν δυνάμεως ὁ λόγος, ταύτης ὁ Ἔρως παραστατικός. διὸ παῖς μὲν τοῦ Ἑρμοῦ ὁ Ἔρως, νήπιος δὲ διὰ τὰς αἰφνιδίους περὶ τὰς ἐπιθυμίας ἐμπτώσεις 3.11.44 αὐτοῦ. τοῦ δὲ παντὸς τὸν Πᾶνα σύμβολον ἔθεντο, τὰ μὲν κέρατα δόντες σύμβολα ἡλίου καὶ σελήνης, τὴν δὲ νεβρίδα τῶν κατ' οὐρανὸν ἀστέρων ἢ τῆς τοῦ παντὸς ποικιλίας.» 3.11.45 Καὶ τὰ μὲν Ἑλληνικὰ τοιαῦτα· τὰ δὲ τῶν Αἰγυπτίων πάλιν τοιαῦτά φησιν ἔχειν σύμβολα· «Τὸν δημιουργόν, ὃν Κνὴφ οἱ Αἰγύπτιοι προσαγορεύουσιν, ἀνθρωποειδῆ, τὴν δὲ χροιὰν ἐκ κυανοῦ μέλανος ἔχοντα, κρατοῦντα ζώνην καὶ σκῆπτρον, ἐπὶ δὲ τῆς κεφαλῆς πτερὸν βασίλειον περικείμενον, ὅτι λόγος δυσεύρετος καὶ ἐγκεκρυμμένος καὶ οὐ φανὸς καὶ ὅτι ζῳοποιὸς καὶ ὅτι βασιλεὺς καὶ ὅτι νοερῶς 3.11.46 κινεῖται· διὸ ἡ τοῦ πτεροῦ φύσις ἐν τῇ κεφαλῇ κεῖται. τὸν δὲ θεὸν τοῦτον ἐκ τοῦ στόματος προΐεσθαι ᾠόν φασιν, ἐξ οὗ γεννᾶσθαι θεόν, ὃν αὐτοὶ προσαγορεύουσι Φθᾶ, οἱ δὲ Ἕλληνες Ἥφαιστον· ἑρμηνεύειν δὲ τὸ ᾠὸν τὸν κόσμον. ἀφιέρωται δὲ τῷ θεῷ τούτῳ πρόβατον διὰ τὸ τοὺς παλαιοὺς γαλακτο3.11.47 ποτεῖν. αὐτοῦ δὲ τοῦ κόσμου τὸ δείκηλον τοιόνδε ἀνέπλασαν· ἀνθρωποειδές ἐστιν ἄγαλμα, τοὺς μὲν πόδας συμβεβηκότας ἔχον, ἄνωθεν δὲ μέχρι ποδῶν ποικίλον ἱμάτιον περιβεβλημένον· ἐπὶ δὲ τῆς κεφαλῆς σφαῖραν ἔχει χρυσῆν διὰ τὸ μὴ μεταβαίνειν καὶ διὰ τὴν τῶν ἄστρων ποικίλην φύσιν καὶ ὅτι σφαι3.11.48 ροειδὴς ὁ κόσμος. Ἥλιον δὲ σημαίνουσιν ποτὲ μὲν δι' ἀνθρώπου ἐπιβεβηκότος πλοῖον, τοῦ πλοίου ἐπὶ κροκοδείλου κειμένου. δηλοῖ δὲ τὸ μὲν πλοῖον τὴν ἐν ὑγρῷ κίνησιν, ὁ δὲ κροκόδειλος πότιμον ὕδωρ, ἐν ᾧ φέρεται ὁ ἥλιος. ἐσημαίνετο τοίνυν ὁ ἥλιος δι' ἀέρος ὑγροῦ καὶ γλυκέος τὴν περιπόλησιν ποιεῖ3.11.49 σθαι. τῆς δὲ οὐρανίας γῆς καὶ τῆς χθονίας τὴν δύναμιν Ἶσιν προσεῖπον διὰ τὴν ἰσότητα, ἀφ' ἧς τὸ δίκαιον· οὐρανίαν δὲ τὴν σελήνην, χθονίαν δὲ καὶ 3.11.50 τὴν καρποφόρον, ἐν ᾗ κατοικοῦμεν, λέγουσιν. τὸ δὲ αὐτὸ δύναται ∆ημήτηρ παρ' Ἕλλησιν καὶ Ἶσις παρ' Αἰγυπτίοις, καὶ πάλιν Κόρη παρ' Ἕλλησι καὶ ∆ιόνυσος καὶ Ἶσις καὶ Ὄσιρις παρ' Αἰγυπτίοις. αὕτη δὲ τρέφουσα καὶ αἴρουσα τὰ ἐπὶ γῆς· ὁ δὲ Ὄσιρις παρ' Αἰγυπτίοις τὴν κάρπιμον παρίστησι δύναμιν, ἣν θρήνοις ἀπομειλίσσονται εἰς γῆν ἀφανιζομένην ἐν τῷ σπόρῳ καὶ 3.11.51 ὑφ' ἡμῶν καταναλισκομένην εἰς τροφάς. λαμβάνεται δὲ καὶ ἀντὶ τῆς ποταμίας τοῦ Νείλου δυνάμεως· ἀλλ' ὅταν μὲν τὴν χθονίαν γῆν σημαίνωσιν, Ὄσιρις ἡ κάρπιμος λαμβάνεται δύναμις, ὅταν δὲ τὴν