1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

90

πιαίνεται. ζῇ γὰρ τοῦτο ἀτμοῖς καὶ ἀναθυμιάσεσιν, ποικίλως διὰ τῶν ποικίλων, καὶ δυναμοῦται ταῖς ἐκ τῶν αἱμάτων καὶ σαρκῶν θυσίαις.» 4.22.13 ∆ιὰ δὴ τούτων ἀκηκόαμεν ὁμολογούντων ὅτι μὴ μόνον οἱ παρ' Ἕλλησι ποιηταὶ προσεξέκαυσαν τὰς ὑπολήψεις τῶν ἀνθρώπων τὰς περὶ τῶν φαύλων δαιμόνων ὡς περὶ θεῶν καὶ ἀγαθῶν, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόντων οἱ περὶ θεοὺς δοκοῦντες σπουδαίως ἔχειν, οἳ καὶ αὐτοὶ οὐ θεούς, ἀλλὰ πονηροὺς δαίμονας περιέποντες τὰ πλήθη καὶ τοὺς δήμους εἰς τὴν ὁμοίαν 4.22.14 πλάνην ἐξετραχήλισαν. ὡμολόγησε γοῦν σαφῶς ὁ λόγος ὡς ἄρα παρὰ τῶν δοκούντων σοφῶν ἀκούοντα περὶ θεῶν τὰ πλήθη σύμφωνα ταῖς αὑτῶν δόξαις ἐπερρώσθη φρονεῖν ἐπὶ μᾶλλον ὡς περὶ θεῶν περὶ τῶν μοχθηρῶν δαιμόνων. καὶ ταῦτα οὐκ ἐξ ἡμῶν κατηγόρηται, ἀλλ' ὑπ' αὐτῶν τῶν ἀκρι4.22.15 βέστατα τὰ οἰκεῖα μᾶλλον ἢ ἡμεῖς εἰδότων. ὁ γέ τοι αὐτὸς συγγραφεὺς οὐ παρέργως ὁμιλήσας τῇ τοὺς πολλοὺς λανθανούσῃ δεισιδαιμονίᾳ φησὶ τοὺς πονηροὺς δαίμονας βούλεσθαι εἶναι θεοὺς καὶ ἀγαθῶν δόξαν ἔχειν παρ' ἀνθρώποις· τίς τε ἡ προεστῶσα αὐτῶν δύναμις τυγχάνει, ὁ αὐτὸς πάλιν διασαφήσει, τοὺς ἄρχοντας τῶν πονηρῶν δαιμόνων λέγων εἶναι τὸν Σάραπιν καὶ τὴν Ἑκάτην ἡ δὲ θεία γραφὴ τὸν Βεελζεβούλ. ἄκουε δὲ ὅπως καὶ περὶ τούτου γράφει ἐν τοῖς «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας.» 4.23.1 κδʹ.

ΠΕΡΙ ΤΩΝ ΠΟΝΗΡΩΝ ∆ΑΙΜΟΝΩΝ ΚΑΙ ΤΙΝΕΣ ΕΙΣΙΝ ΑΥΤΩΝ ΟΙ ΑΡΧΟΝΤΕΣ

«Τοὺς δὲ πονηροὺς δαίμονας οὐκ εἰκῆ ὑπὸ τὸν Σάραπιν ὑποπτεύομεν οὐδ' ἐκ τῶν συμβόλων μόνον ἀναπεισθέντες, ἀλλ' ὅτι τὰ μειλίγματα καὶ τὰ τού των ἀποτρόπαια πρὸς τὸν Πλούτωνα γίνεται, ὡς ἐν τῷ πρώτῳ ἐδείκνυμεν. ὁ αὐτὸς δὲ τῷ Πλούτωνι ὁ θεὸς καὶ διὰ τοῦτο μάλιστα δαιμόνων ἄρχων καὶ 4.23.2 σύμβολα διδοὺς πρὸς τὴν τούτων ἔλασιν. οὗτος γοῦν καὶ τοῖς ἱκέταις ἐδήλωσεν ὡς πᾶσι ζῴοις ὁμοιούμενοι προσίασιν τοῖς ἀνθρώποις· ὅθεν καὶ παρ' Αἰγυπτίοις καὶ παρὰ Φοίνιξι καὶ ὅλως παρὰ τοῖς τὰ θεῖα σοφοῖς ἱμάντες ἐν τοῖς ἱεροῖς ἐπιρρήσσονται καὶ ζῷα προσουδίζεται πρὸ τῆς θρησκείας τῶν θεῶν, ἐξελαυνόντων τῶν ἱερέων τούτους διὰ τοῦ δοῦναι πνεῦμα ἢ αἷμα ζῴων καὶ διὰ τῆς τοῦ ἀέρος πληγῆς, ἵνα τούτων ἀπελθόντων παρουσία τοῦ θεοῦ 4.23.3 γένηται. καὶ οἶκος δὲ πᾶς μεστὸς καὶ διὰ τοῦτο προκαθαίρουσιν καὶ ἐκβάλλουσι τούτους, ὅταν θεὸν κατακαλῶσιν· καὶ τὰ σώματα τοίνυν μεστὰ ἀπὸ τούτων· καὶ γὰρ μάλιστα ταῖς ποιαῖς τροφαῖς χαίρουσιν. σιτουμένων γὰρ ἡμῶν προσίασι καὶ προσιζάνουσι τῷ σώματι, καὶ διὰ τοῦτο αἱ ἁγνεῖαι, οὐ διὰ τοὺς θεοὺς προηγουμένως, ἀλλ' ἵν' οὗτοι ἀποστῶσιν. μάλιστα δὲ αἵματι χαίρουσι καὶ ταῖς ἀκαθαρσίαις καὶ ἀπολαύουσι τούτων εἰσδύνοντες τοῖς χρωμέ4.23.4 νοις. ὅλως γὰρ ἡ ἐπίτασις τῆς πρός τι ἐπιθυμίας καὶ ἡ τοῦ πνεύματος τῆς ὀρέξεως ὁρμὴ ἀλλαχόθεν οὐ σφοδρύνεται ἢ ἐκ τῆς τούτων παρουσίας· οἳ καὶ εἰς ἀσήμους φθόγγους καὶ φύσας ἀναγκάζουσι τοὺς ἀνθρώπους ἐμπί4.23.5 πτειν διὰ τῆς συναπολαύσεως τῆς μετ' αὐτῶν γιγνομένης. ὅπου γὰρ πνεύματος πλείονος ὁλκή, ἢ τῆς γαστρὸς ἐξ ἡδυπαθείας πεπρησμένης ἢ τῆς προθυμίας δι' ἡδονῆς ἐπίτασιν ἐκφυσώσης καὶ πολὺ τὸ ἔξωθεν σπώσης, ἐκεῖ παρουσία τῶν τοιούτων πνευμάτων σοι δηλούσθω. ἄχρι τούτων τολμᾷ φύσις ἀνθρώπου εὑρίσκειν τὰς περὶ αὑτῆς συνεστώσας παγίδας· καὶ γὰρ ὁ θεὸς ὅταν εἰσκριθῇ, πολυπλασιάζεται τὸ πνεῦμα.» 4.23.6 Ταῦτα μὲν οὖν περὶ τῶν πονηρῶν δαιμόνων, ὧν φησιν ἄρχοντα εἶναι τὸν Σάραπιν. καὶ τὴν Ἑκάτην δὲ τούτων ἄρχειν ὁ αὐτὸς διδάσκει λέγων οὕτως· «Μήποτε οὗτοί εἰσιν ὧν ἄρχει ὁ Σάραπις καὶ τούτων σύμβολον ὁ τρίκρανος κύων, τουτέστιν ὁ ἐν τοῖς τρισὶ στοιχείοις, ὕδατι, γῇ, ἀέρι, πονηρὸς δαίμων; οὓς καταπαύσει ὁ θεὸς ὁ ἔχων ὑπὸ